Humanitext Reader

保萨尼亚斯 · 希腊志 §5.25.1-5.25.6

美塞尼亚少年合唱团雕像与西西里诸民族

第 220 段,共 465 段 · 希腊语

内容简介

帕萨尼亚斯开始描述阿尔提斯内非宙斯形象的奉献物,详细介绍了因海难丧生的美塞尼亚少年合唱团肖像和阿克拉甘托斯人献纳的少年像,并顺便概述了西西里岛的民族构成。

§5.25.1τοσαῦτα ἐντὸς τῆς Ἄλτεως ἀγάλματα εἶναι Διὸς ἀνηριθμησάμεθα ἐς τὸ ἀκριβέστατον.
我们已经极尽精确地数算出,在阿尔提斯内部有如此之多的宙斯雕像。
τὸ ἀνάθημα γὰρ τὸ πρὸς τῷ μεγάλῳ ναῷ ὑπὸ ἀνδρὸς Κορινθίου τεθέν, Κορινθίων δὲ οὐ τῶν ἀρχαίων ἀλλʼ οἳ παρὰ βασιλέως ἔχουσιν εἰληφότες τὴν πόλιν, τοῦτο τὸ ἀνάθημα Ἀλέξανδρός ἐστιν ὁ Φιλίππου, Διὶ εἰκασμένος δῆθεν.
因为在大神庙附近、由一个科林斯人——并非古老的科林斯人,而是那些从国王手中接收并占领该城的人——所献纳的奉献物,其实是腓力之子亚历山大,据说被塑造成了宙斯的样子。
ὁπόσα δὲ ἀλλοῖα καὶ οὐ μίμησίς ἐστι Διός, ἐπιμνησόμεθα καὶ τούτων· εἰκόνας δὲ οὐ τιμῇ τῇ πρὸς τὸ θεῖον, τῇ δὲ ἐς αὐτοὺς χάριτι ἀνατεθείσας τοὺς ἀνθρώπους, λόγῳ σφᾶς τῷ ἐς τοὺς ἀθλητὰς ἀναμίξομεν.
至于其他所有属于不同类型、并非效仿宙斯的奉献物,我们也将提及它们;而对于那些并非出于对神明的敬意、而是出于对人类自身的感激而奉献的肖像,我们将在关于竞技者的叙述中将它们混入其中。
§5.25.2Μεσσηνίους τοὺς ἐπὶ τῷ πορθμῷ κατὰ ἔθος δή τι ἀρχαῖον πέμποντας ἐς Ῥήγιον χορὸν παίδων πέντε ἀριθμὸν καὶ τριάκοντα καὶ διδάσκαλόν τε ὁμοῦ τῷ χορῷ καὶ ἄνδρα αὐλητὴν ἐς ἑορτήν τινα ἐπιχώριον Ῥηγίνων, κατέλαβεν αὐτούς ποτε συμφορά, μηδένα ὀπίσω τῶν ἀποσταλέντων σφίσιν ἀποσωθῆναι·
至于海峡旁的美塞尼亚人,他们按照某种古老的习俗,向雷吉乌姆派遣一支三十五名少年组成的合唱团,以及与合唱团同行的导师和一名排箫演奏者,去参加雷吉乌姆人的某种当地节日,一次灾难降临到了他们身上,以至于他们派去的人没有一个能安全返回。
ἀλλὰ ἡ ναῦς ἡ ἄγουσα τοὺς παῖδας ἠφανίσθη σὺν αὐτοῖς κατὰ τοῦ βυθοῦ.
也就是说,载着少年们的船只连同他们一起消失在深渊之中。
ἔστι γὰρ δὴ ἡ κατὰ τοῦτον θάλασσα τὸν πορθμὸν θαλάσσης χειμεριωτάτη πάσης· §5.25.3οἵ τε γὰρ ἄνεμοι ταράσσουσιν αὐτὴν ἀμφοτέρωθεν τὸ κῦμα ἐπάγοντες ἐκ τοῦ Ἀδρίου καὶ ἐξ ἑτέρου πελάγους ὃ καλεῖται Τυρσηνόν, ἤν τε καὶ ἀνέμων ἀπῇ πνεύματα, ὁ δὲ καὶ τηνικαῦτα ὁ πορθμὸς κίνησιν βιαιοτάτην αὐτὸς ἐξ αὑτοῦ καὶ ἰσχυρὰς παρέχεται παλιρροίας· θηρία τε τοσαῦτα ἐς αὐτὸν τὰ ἀθροιζόμενά ἐστιν, ὡς καὶ τὸν ἀέρα τὸν ὑπὲρ τῆς θαλάσσης ταύτης ἀναπίμπλασθαι τῶν θηρίων τῆς ὀσμῆς, ὡς σωτηρίας γε ἐκ τοῦ πορθμοῦ μηδὲ ἐλπίδος τι ὑπολείπεσθαι ναυαγῷ.
因为这片海峡处的海洋,确实是所有海洋中最波涛汹涌的;因为风从两边扰动着它,从亚得里亚海以及另一片被称为第勒尼安海的海洋卷来波涛,而且即使风息无声,海峡在此时自身也会产生极具破坏性的运动和强烈的回流;聚集在其中的怪兽是如此之多,以至于这片海洋上空的空气都弥漫着这些怪兽的气味,以至于落水者连从海峡中获救的希望都无法存留。
εἰ δὲ ἐνταῦθα συνέπεσε καὶ Ὀδυσσεῖ διαφθαρῆναι τὴν ναῦν, ἄλλως μὲν οὐκ ἄν τις πείθοιτο ἐκνήξασθαι ζῶντα ἐς τὴν Ἰταλίαν αὐτόν· τὸ δὲ ἐκ τῶν θεῶν εὐμενὲς ἐπὶ παντὶ ἐργάζεται ῥᾳστώνην.
如果在这里奥德修斯的船只也恰好遇难,那么用其他任何方式,人们都不会相信他能活着游到意大利;然而,神明的眷顾在一切事情上都带来了轻松。
§5.25.4τότε δὲ ἐπὶ τῇ ἀπωλείᾳ τῶν παίδων οἱ Μεσσήνιοι πένθος ἦγον, καὶ ἄλλα τέ σφισιν ἐς τιμὴν αὐτῶν ἐξευρέθη καὶ εἰκόνας ἐς Ὀλυμπίαν ἀνέθεσαν χαλκᾶς, σὺν δὲ αὐτοῖς τὸν διδάσκαλον τοῦ χοροῦ καὶ τὸν αὐλητήν.
当时,由于痛失这些少年,美塞尼亚人陷入了哀悼,他们想出了其他方式来向他们致敬,并在奥林匹亚献纳了青铜肖像,与少年们在一起的还有合唱团的导师和排箫手。
τὸ μὲν δὴ ἐπίγραμμα ἐδήλου τὸ ἀρχαῖον ἀναθήματα εἶναι τῶν ἐν πορθμῷ Μεσσηνίων· χρόνῳ δὲ ὕστερον Ἱππίας ὁ λεγόμενος ὑπὸ Ἑλλήνων γενέσθαι σοφὸς τὰ ἐλεγεῖα ἐπʼ αὐτοῖς ἐποίησεν.
古老的铭文确实表明,这些是海峡旁美塞尼亚人的奉献物;但后来,被希腊人称为智者的希庇亚斯在这些雕像上创作了哀歌。
ἔργα δέ εἰσιν Ἠλείου Κάλλωνος αἱ εἰκόνες.
而这些肖像是伊利斯的卡隆的杰作。
§5.25.5ἔστι δὲ κατὰ τὴν ἄκραν ἐν Σικελίᾳ τὴν τετραμμένην ἐπὶ Λιβύης καὶ Νότου, καλουμένην δὲ Πάχυνον, Μοτύη πόλις· οἰκοῦσι δὲ Λίβυες ἐν αὐτῇ καὶ Φοίνικες.
在西西里岛朝向利比亚和南风、被称为帕奇努斯的海角附近,有一座名为摩提亚的城市;利比亚人和腓尼基人居住其中。
τούτοις τοῖς ἐν Μοτύῃ βαρβάροις Ἀκραγαντῖνοι καταστάντες ἐς πόλεμον καὶ λείαν τε καὶ λάφυρα ἀπʼ αὐτῶν λαβόντες ἀνέθεσαν τοὺς παῖδας ἐς Ὀλυμπίαν τοὺς χαλκοῦς, προτείνοντάς τε τὰς δεξιὰς καὶ εἰκασμένους εὐχομένοις τῷ θεῷ.
阿克拉甘托斯人与摩提亚的这些蛮族交战,并从他们那里夺取了战利品和掠夺物,随后在奥林匹亚献纳了这些青铜少年像,他们伸出右手,被塑造成向神明祈祷者的模样。
κεῖνται δὲ ἐπὶ τοῦ τείχους οὗτοι τῆς Ἄλτεως· Καλάμιδος δὲ εἶναι σφᾶς ἔργα ἐγώ τε εἴκαζον καὶ ἐς αὐτοὺς κατὰ τὰ αὐτὰ εἶχεν ὁ λόγος.
这些雕像立在阿尔提斯的墙上;我个人推测它们是卡拉米斯的作品,而关于它们的传说也同样如此相传。
§5.25.6Σικελίαν δὲ ἔθνη τοσάδε οἰκεῖ, Σικανοί τε καὶ Σικελοὶ καὶ Φρύγες, οἱ μὲν ἐξ Ἰταλίας διαβεβηκότες ἐς αὐτήν, Φρύγες δὲ ἀπὸ τοῦ Σκαμάνδρου ποταμοῦ καὶ χώρας τῆς Τρῳάδος· οἱ δὲ Φοίνικες καὶ Λίβυες στόλῳ ἀφίκοντο ἐς τὴν νῆσον κοινῷ καὶ ἄποικοι Καρχηδονίων εἰσὶ.
居住在西西里岛的有以下民族:西坎尼人、西库利人和弗里吉亚人,其中西库利人是从意大利渡海而来,而弗里吉亚人来自斯卡曼德罗斯河与特罗阿德地区;腓尼基人和利比亚人则通过一次联合远征到达该岛,他们是迦太基人的殖民者。
τοσαῦτα μὲν ἐν Σικελίᾳ ἔθνη βάρβαρα· Ἑλλήνων δὲ Δωριεῖς τε ἔχουσιν αὐτὴν καὶ Ἴωνες καὶ τοῦ Φωκικοῦ καὶ τοῦ Ἀττικοῦ γένους ἑκατέρου μοῖρα οὐ πολλή.
西西里岛上的蛮族就有如此之多;而在希腊人中,多利安人占领了它,还有伊奥尼亚人,以及福基斯和阿提卡种族中人数不多的一部分。

词汇与语法注释

  1. 5.25.1τοσαῦτα ... εἶναι ... ἀνηριθμησάμεθα — 宾格短语“τοσαῦτα ... ἀγάλματα”与不定式“εἶναι”构成宾格加不定式结构,作为主句动词“ἀνηριθμησάμεθα”的直接宾语(名词性从句)。
  2. 5.25.2Μεσσηνίους ... κατέλαβεν αὐτούς — 这是一个带有前置(prolepsis)的破格(anacoluthon)用例。置于句首的宾格“Μεσσηνίους”在语法上被主句动词“κατέλαβεν”的直接宾语代词“αὐτούς”所重复和承接。
  3. 5.25.2μηδένα ... ἀποσωθῆναι — 不定式从句“μηδένα ... ἀποσωθῆναι”在语法上起到同位语的作用,用以解释前述名词“συμφορά”(灾难)的具体内容,或表示结果。
  4. 5.25.3συνέπεσε καὶ Ὀδυσσεῖ διαφθαρῆναι ... οὐκ ἄν τις πείθοιτο — 条件从句包含无人称动词“συνέπεσε”引导的宾格加不定式主语从句,而主句则使用“ἄν”连同祈愿式(“οὐκ ἄν τις πείθοιτο”)来表达潜在或假设的结论(“否则,谁也不会相信……”)。

引用这一段

保萨尼亚斯, 希腊志 §5.25.1-5.25.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.25.1-5.25.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。