Humanitext Reader

パウサニアス · ギリシア案内記 §5.22.1-5.22.7

諸都市と個人が奉納したゼウス像の数々

216 / 465 箇所 · ギリシア語

要旨

オリンピアのアルティスにある、キュナイタ人やアポロニア人、ププレイウス人、レオンティノイ人などの都市や個人によって奉納された様々なゼウス像とその由緒について記述する。

§5.22.1ἔστι δὲ καὶ ἀγάλματα Διὸς δημοσίᾳ τε καὶ ὑπὸ ἀνδρῶν ἀνατεθέντα ἰδιωτῶν.
また、公的に、あるいは個人によって奉納されたゼウスの神像もある。
ἔστι δὲ βωμὸς ἐν τῇ Ἄλτει τῆς ἐσόδου πλησίον τῆς ἀγούσης ἐς τὸ στάδιον·
アルティスの中、スタディオンに通じる入り口の近くに祭壇がある。
ἐπὶ τούτου θεῶν μὲν οὐδενὶ θύουσιν Ἠλεῖοι, σαλπιγκταῖς δὲ ἐφεστηκόσιν αὐτῷ καὶ τοῖς κήρυξιν ἀγωνίζεσθαι καθέστηκε.
この上では、エリス人は神々の誰にも犠牲を捧げず、その傍らに立つラッパ手や伝令使たちが競い合うことが慣行となっている。
παρὰ τοῦτον τὸν βωμὸν βάθρον τε πεποίηται χαλκοῦν καὶ ἄγαλμα ἐπʼ αὐτῷ Διός, μέγεθος μὲν ὅσον ἓξ πήχεις, κεραυνὸν δὲ ἐν ἑκατέρᾳ τῇ χειρὶ ἔχει·
この祭壇の傍らに、青銅の台座が作られており、その上にゼウスの像がある。 大きさは約6ペーキュスであり、両方の手に雷霆を持っている。
ἀνέθεσαν δὲ αὐτὸ Κυναιθαεῖς.
これを奉納したのはキュナイタの人々である。
ὁ δὲ περικείμενός τε τὸν ὅρμον καὶ ἡλικίαν παῖς ἔτι ἀνάθημα ἀνδρός ἐστι Φλιασίου Κλεόλα.
首飾りを身につけ、年齢的にはまだ少年である像は、プレイウスの人クレオラスによる奉納物である。
§5.22.2παρὰ δὲ τὸ Ἱπποδάμιον καλούμενον λίθου τε βάθρον ἐστὶ κύκλος ἥμισυς καὶ ἀγάλματα ἐπʼ αὐτῷ Ζεὺς καὶ Θέτις τε καὶ Ἡμέρα τὸν Δία ὑπὲρ τῶν τέκνων ἱκετεύουσαι.
「ヒッポダミオン」と呼ばれる場所の傍らに、石造りの半円形の台座があり、その上にはゼウスと、その子供たちのためにゼウスに懇願しているテティスとヘメラの像がある。
ταῦτα ἐπὶ μέσῳ τῷ βάθρῳ·
これらは台座の中央にある。
οἱ δὲ ἤδη σχῆμα ἀντιτεταγμένων ὅ τε Ἀχιλλεὺς παρέχεται καὶ ὁ Μέμνων ἐπὶ ἑκατέρῳ τοῦ βάθρου τῷ πέρατι ἑκάτερος.
そして、すでに互いに対峙する構えをとっているアキレウスとメムノンが、台座の両端にそれぞれ位置している。
ἀνθεστήκασι δὲ καὶ ἄλλος ἄλλῳ κατὰ τὰ αὐτά, ἀνὴρ βάρβαρος ἀνδρὶ Ἕλληνι, Ὀδυσσεὺς μὲν Ἑλένῳ, ὅτι οὗτοι μάλιστα ἐπὶ σοφίᾳ δόξαν ἐν ἑκατέρῳ τῷ στρατεύματι εἰλήφεσαν, Μενελάῳ δὲ κατὰ τὸ ἔχθος τὸ ἐξ ἀρχῆς Ἀλέξανδρος, Διομήδει δὲ Αἰνείας καὶ τῷ Τελαμῶνος Αἴαντι Δηίφοβος.
また、同様に、他の一方に対しても、異民族の男がギリシアの男に対峙して立っている。 すなわち、オデュッセウスにはヘレノスが(なぜなら、彼らはそれぞれの軍隊の中で知恵において最も高い名声を得ていたからである)、メネラオスには当初からの敵意に従ってアレクサンドロスが、ディオメデスにはアイネイアスが、そしてテラモンの子アイアスにはデイポボスが対峙している。
§5.22.3ταῦτά ἐστιν ἔργα μὲν Λυκίου τοῦ Μύρωνος, Ἀπολλωνιᾶται δὲ ἀνέθηκαν οἱ ἐν τῷ Ἰονίῳ·
これらはミュロンの子リュキオスの作品であり、イオニア海に臨むアポロニアの人々が奉納した。
καὶ δὴ καὶ ἐλεγεῖον γράμμασίν ἐστιν ἀρχαίοις ὑπὸ τοῦ Διὸς τοῖς ποσί·
さらに、ゼウスの足元には、古い文字で次のような哀歌が刻まれている。
" μνάματʼ Ἀπολλωνίας ἀνακείμεθα, τὰν ἐνὶ πόντῳ Ἰονίῳ Φοῖβος ᾤκισʼ ἀκερσεκόμας·
「私たちはアポロニアの記念碑として捧げられている。 その町を、イオニア海において、豊かな髪を刈り残したポイボスが創建した。
οἳ γᾶς τέρμαθʼ ἑλόντες Ἀβαντίδος ἐνθάδε ταῦτα ἔστασαν σὺν θεοῖς ἐκ Θρονίου δεκάταν.
アバンティスの地の端を占領した人々が、神々の助けを得て、スロニオンからの戦利品の10分の1として、ここにこれらを建てた。
" ἡ δὲ Ἀβαντὶς καλουμένη χώρα καὶ πόλισμα ἐν αὐτῇ Θρόνιον τῆς Θεσπρωτίδος ἦσαν ἠπείρου κατὰ ὄρη τὰ Κεραύνια.
」アバンティスと呼ばれる地方と、その中にあるスロニオンという小都市は、ケラウニア山脈のふもとのテスプロティス地方の大陸部に属していた。
§5.22.4σκεδασθεισῶν γὰρ Ἕλλησιν, ὡς ἐκομίζοντο ἐξ Ἰλίου, τῶν νεῶν, Λοκροί τε ἐκ Θρονίου τῆς ἐπὶ Βοαγρίῳ ποταμῷ καὶ Ἄβαντες ἀπὸ Εὐβοίας ναυσὶν ὀκτὼ συναμφότεροι πρὸς τὰ ὄρη κατηνέχθησαν τὰ Κεραύνια.
なぜなら、ギリシア人たちがイリオンから帰還する際、その船団が散り散りになったとき、ボアグリオス川沿いのスロニオン出身のロクリス人と、エウボイア出身のアバンテス人が、合わせて8隻の船でケラウニア山脈へと漂着したからである。
οἰκήσαντες δὲ ἐνταῦθα καὶ πόλιν οἰκίσαντες Θρόνιον, καὶ τῆς γῆς ἐφʼ ὅσον ἐνέμοντο Ἀβαντίδος ὄνομα ἀπὸ κοινοῦ λόγου θέμενοι, ἐκπίπτουσιν ὕστερον ὑπὸ Ἀπολλωνιατῶν ὁμόρων κρατηθέντες πολέμῳ.
彼らはそこに住み着いてスロニオンという都市を創建し、自分たちが耕作していた土地の範囲に、共通の合意によってアバンティスという名前を付けたが、のちに隣人であるアポロニア人との戦争に敗れ、追放された。
ἀποικισθῆναι δὲ ἐκ Κορκύρας τὴν Ἀπολλωνίαν, τὴν δὲ Κορινθίων εἶναί φασιν ἀποικίαν, οἱ δὲ Κορινθίοις αὐτοῖς μετεῖναι λαφύρων.
アポロニアはコルキュラからの植民都市であり、コルキュラ自体はコリントスの植民都市であると言われているが、ある人々は、コリントス人自身も戦利品の分配に預かったと主張している。
§5.22.5προελθόντι δὲ ὀλίγον Ζεύς ἐστι πρὸς ἀνίσχοντα τετραμμένος τὸν ἥλιον, ἀετὸν ἔχων τὸν ὄρνιθα καὶ τῇ ἑτέρᾳ τῶν χειρῶν κεραυνόν·
少し進むと、日の昇る東の方角を向いたゼウス像があり、一方の手に鳥である鷲を、もう一方の手に雷霆を持っている。
ἐπίκειται δὲ αὐτῷ καὶ ἐπὶ τῇ κεφαλῇ στέφανος, ἄνθη τὰ ἠρινά.
そしてその頭の上には、春の花で作られた冠が戴せられている。
Μεταποντίνων δέ ἐστιν ἀνάθημα, Αἰγινήτου δὲ ἔργον Ἀριστόνου·
これはメタポンティオンの人々の奉納物であり、アイギナ出身のアリストヌスの作品である。
τοῦ δὲ Ἀριστόνου τούτου διδάσκαλον, ἢ καθʼ ὅντινα χρόνον ἐγένετο, οὐκ ἴσμεν.
このアリストヌスの師が誰であったか、あるいは彼がどの時代に生きたのかは、私たちは知らない。
§5.22.6ἀνέθεσαν δὲ καὶ Φλιάσιοι Δία καὶ θυγατέρας τὰς Ἀσωποῦ καὶ αὐτὸν Ἀσωπόν, διακεκόσμηται δὲ οὕτω σφίσι τὰ ἀγάλματα.
プレイウスの人々もまた、ゼウスとアソポスの娘たち、そしてアソポス自身を奉納した。 彼らのために神像は次のように配置されている。
Νεμέα μὲν τῶν ἀδελφῶν πρώτη, μετὰ δὲ αὐτὴν Ζεὺς λαμβανόμενός ἐστιν Αἰγίνης, παρὰ δὲ τὴν Αἴγιναν ἕστηκεν Ἅρπινα—ταύτῃ τῷ Ἠλείων καὶ Φλιασίων λόγῳ συνεγένετο Ἄρης, καὶ Οἰνομάῳ δὲ μήτηρ τῷ περὶ τὴν Πισαίαν βασιλεύσαντί ἐστιν Ἅρπινα—, μετὰ δὲ αὐτὴν Κόρκυρά τε καὶ ἐπʼ αὐτῇ Θήβη, τελευταῖος δὲ ὁ Ἀσωπός.
ネメアが姉妹たちの中で最初に位置し、彼女の次にはアイギナを連れ去ろうとしているゼウスがおり、アイギナの傍らにはハルピナが立っている。 ――エリス人とプレイウス人の伝承によれば、このハルピナにアレスが交わり、彼女はピサ地方を支配したオイノマオスの母となった。 ――彼女の次にはコルキュラ、そしてその隣にはテベがおり、最後にはアソポスがいる。
λέγεται δὲ ἐς μὲν Κόρκυραν ὡς μιχθείη Ποσειδῶν αὐτῇ· τοιαῦτα δὲ ἕτερα ᾖσε Πίνδαρος ἐς Θήβην τε καὶ ἐς Δία.
コルキュラについては、ポセイドンが彼女と交わったと言われており、テベとゼウスについては、ピンダロスが同様の他の事柄を歌っている。
§5.22.7ἰδίᾳ δὲ ἄνδρες Λεοντῖνοι καὶ οὐκ ἀπὸ τοῦ κοινοῦ Δία ἀνέστησαν·
また、レオンティノイの個人たちも、国家としてではなく、個人としてゼウス像を建立した。
μέγεθος μὲν τοῦ ἀγάλματος πήχεις εἰσὶν ἑπτά, ἐν δὲ ταῖς χερσὶν ἀετός τέ ἐστιν αὐτῷ καὶ τὸ βέλος τοῦ Διὸς κατὰ τοὺς τῶν ποιητῶν λόγους.
その神像の大きさは7ペーキュスであり、その手には、詩人たちの語る言葉に従って、鷲とゼウスの矢が握られている。
ἀνέθεσαν δὲ Ἱππαγόρας τε καὶ Φρύνων καὶ Αἰνεσίδημος, ὃν ἄλλον πού τινα Αἰνεσίδημον δοκῶ καὶ οὐ τὸν τυραννήσαντα εἶναι Λεοντίνων.
これを奉納したのはヒッパゴラス、プリュノン、そしてアイネシデモスであるが、このアイネシデモスは、レオンティノイの僭主となった者とは別の、どこかの人物であると私は考える。

語釈・文法注

  1. 5.22.1σαλπιγκταῖς δὲ ἐφεστηκόσιν αὐτῷ καὶ τοῖς κήρυξιν ἀγωνίζεσθαι καθέστηκε — 非人称動詞 καθέστηκε の主語として不定詞 ἀγωνίζεσθαι(競い合うこと)が機能しており、与格の σαλπιγκταῖς... καὶ τοῖς κήρυξιν がその意味上の主語となっている。分詞 ἐφεστηκόσιν(傍らに立っている)の与格はこれらに係り、αὐτῷ は直前の祭壇(βωμῷ)を指す与格である。
  2. 5.22.1ὁ δὲ περικείμενός τε τὸν ὅρμον καὶ ἡλικίαν παῖς ἔτι — 中動態・被動態分詞 περικείμενος(身にまとっている)は対格 τὸν ὅρμον(首飾り)を直接の目的語として取る。一方、名詞 ἡλικίαν(年齢)は「観点の対格」(accusative of respect)であり、「年齢に関しては」という意味で παῖς ἔτι を限定している。
  3. 5.22.4ἀποικισθῆναι δὲ ἐκ Κορκύρας τὴν Ἀπολλωνίαν, τὴν δὲ Κορινθίων εἶναί φασιν ἀποικίαν — 主節の動詞 φασίν(人々は言う)に導かれた対格不定詞構文(AcI)が連続している。最初の節では τὴν Ἀπολλωνίαν が対格主語、ἀποικισθῆναι(受動不定詞)が述語。次の節(τὴν δὲ...)では指示代名詞的に用いられた対格 τὴν がコルキュラ(Κορκύρας)を指す主語であり、εἶναι が不定詞、ἀποικίαν がその補語である。
  4. 5.22.6Ζεὺς λαμβανόμενός ἐστιν Αἰγίνης — 現在分詞 λαμβανόμενος と現在動詞 ἐστίν を組み合わせた迂言表現(periphrasis)で、「連れ去ろうとしている」という持続的な状況を描写している。属格 Αἰγίνης は動詞 λαμβάνεσθαι(つかむ、触れる)が要求する「接触の属格」である。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §5.22.1-5.22.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.22.1-5.22.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。