§5.22.1ἔστι δὲ καὶ ἀγάλματα Διὸς δημοσίᾳ τε καὶ ὑπὸ ἀνδρῶν ἀνατεθέντα ἰδιωτῶν.
There are also statues of Zeus dedicated both publicly and by private men.
ἔστι δὲ βωμὸς ἐν τῇ Ἄλτει τῆς ἐσόδου πλησίον τῆς ἀγούσης ἐς τὸ στάδιον· ἐπὶ τούτου θεῶν μὲν οὐδενὶ θύουσιν Ἠλεῖοι, σαλπιγκταῖς δὲ ἐφεστηκόσιν αὐτῷ καὶ τοῖς κήρυξιν ἀγωνίζεσθαι καθέστηκε.
There is an altar in the Altis near the entrance leading into the stadium; on this the Eleans sacrifice to none of the gods, but it is established for trumpeters and heralds to compete, standing by it.
παρὰ τοῦτον τὸν βωμὸν βάθρον τε πεποίηται χαλκοῦν καὶ ἄγαλμα ἐπʼ αὐτῷ Διός, μέγεθος μὲν ὅσον ἓξ πήχεις, κεραυνὸν δὲ ἐν ἑκατέρᾳ τῇ χειρὶ ἔχει· ἀνέθεσαν δὲ αὐτὸ Κυναιθαεῖς.
Beside this altar a bronze pedestal has been made, and on it a statue of Zeus, about six cubits in size, holding a thunderbolt in each hand; the Cynaethaeans dedicated it.
ὁ δὲ περικείμενός τε τὸν ὅρμον καὶ ἡλικίαν παῖς ἔτι ἀνάθημα ἀνδρός ἐστι Φλιασίου Κλεόλα.
The boy wearing the necklace and who is still a child in age is a dedication of Cleolas, a man of Phlius.
§5.22.2παρὰ δὲ τὸ Ἱπποδάμιον καλούμενον λίθου τε βάθρον ἐστὶ κύκλος ἥμισυς καὶ ἀγάλματα ἐπʼ αὐτῷ Ζεὺς καὶ Θέτις τε καὶ Ἡμέρα τὸν Δία ὑπὲρ τῶν τέκνων ἱκετεύουσαι.
Beside what is called the Hippodamium there is a semi-circular pedestal of stone, and on it are statues of Zeus, and Thetis and Hemera entreating Zeus on behalf of their children.
ταῦτα ἐπὶ μέσῳ τῷ βάθρῳ· οἱ δὲ ἤδη σχῆμα ἀντιτεταγμένων ὅ τε Ἀχιλλεὺς παρέχεται καὶ ὁ Μέμνων ἐπὶ ἑκατέρῳ τοῦ βάθρου τῷ πέρατι ἑκάτερος.
These are in the middle of the pedestal; and Achilles and Memnon, already presenting the posture of men drawn up against each other, stand each at either end of the pedestal.
ἀνθεστήκασι δὲ καὶ ἄλλος ἄλλῳ κατὰ τὰ αὐτά, ἀνὴρ βάρβαρος ἀνδρὶ Ἕλληνι, Ὀδυσσεὺς μὲν Ἑλένῳ, ὅτι οὗτοι μάλιστα ἐπὶ σοφίᾳ δόξαν ἐν ἑκατέρῳ τῷ στρατεύματι εἰλήφεσαν, Μενελάῳ δὲ κατὰ τὸ ἔχθος τὸ ἐξ ἀρχῆς Ἀλέξανδρος, Διομήδει δὲ Αἰνείας καὶ τῷ Τελαμῶνος Αἴαντι Δηίφοβος.
Others also stand opposed to each other in the same manner, a barbarian man to a Greek man: Odysseus to Helenus, because these had won the greatest reputation for wisdom in each of the two armies; and Alexander to Menelaus, in accordance with their original hatred; and Aeneas to Diomedes, and Deiphobus to Ajax son of Telamon.
§5.22.3ταῦτά ἐστιν ἔργα μὲν Λυκίου τοῦ Μύρωνος, Ἀπολλωνιᾶται δὲ ἀνέθηκαν οἱ ἐν τῷ Ἰονίῳ· καὶ δὴ καὶ ἐλεγεῖον γράμμασίν ἐστιν ἀρχαίοις ὑπὸ τοῦ Διὸς τοῖς ποσί· "
μνάματʼ Ἀπολλωνίας ἀνακείμεθα, τὰν ἐνὶ πόντῳ
Ἰονίῳ Φοῖβος ᾤκισʼ ἀκερσεκόμας· οἳ γᾶς τέρμαθʼ ἑλόντες Ἀβαντίδος ἐνθάδε ταῦτα
ἔστασαν σὺν θεοῖς ἐκ Θρονίου δεκάταν. "
ἡ δὲ Ἀβαντὶς καλουμένη χώρα καὶ πόλισμα ἐν αὐτῇ Θρόνιον τῆς Θεσπρωτίδος ἦσαν ἠπείρου κατὰ ὄρη τὰ Κεραύνια.
These are the works of Lycius son of Myron, and they were dedicated by the Apollonians who dwell on the Ionian Gulf; and indeed there is an elegy in ancient characters below the feet of Zeus: "We are dedicated as monuments of Apollonia, which by the Ionian sea Phoebus with unshorn hair founded; those who took the borders of the Abantian land set up these here with the help of the gods, a tithe from Thronium." The territory called Abantis, and Thronium, a town in it, belonged to the mainland of Thesprotis near the Ceraunian mountains.
§5.22.4σκεδασθεισῶν γὰρ Ἕλλησιν, ὡς ἐκομίζοντο ἐξ Ἰλίου, τῶν νεῶν, Λοκροί τε ἐκ Θρονίου τῆς ἐπὶ Βοαγρίῳ ποταμῷ καὶ Ἄβαντες ἀπὸ Εὐβοίας ναυσὶν ὀκτὼ συναμφότεροι πρὸς τὰ ὄρη κατηνέχθησαν τὰ Κεραύνια.
For when the ships of the Greeks were scattered as they were returning from Ilium, Locrians from Thronium on the river Boagrius and Abantes from Euboea with eight ships in all were carried to the Ceraunian mountains.
οἰκήσαντες δὲ ἐνταῦθα καὶ πόλιν οἰκίσαντες Θρόνιον, καὶ τῆς γῆς ἐφʼ ὅσον ἐνέμοντο Ἀβαντίδος ὄνομα ἀπὸ κοινοῦ λόγου θέμενοι, ἐκπίπτουσιν ὕστερον ὑπὸ Ἀπολλωνιατῶν ὁμόρων κρατηθέντες πολέμῳ.
Having settled here and founded the city of Thronium, and having given the name of Abantis to as much of the land as they cultivated by common consent, they were later driven out, being conquered in war by the Apollonians, their neighbors.
ἀποικισθῆναι δὲ ἐκ Κορκύρας τὴν Ἀπολλωνίαν, τὴν δὲ Κορινθίων εἶναί φασιν ἀποικίαν, οἱ δὲ Κορινθίοις αὐτοῖς μετεῖναι λαφύρων.
They say that Apollonia was colonized from Corcyra, and that Corcyra was a colony of the Corinthians, but some say that the Corinthians themselves had a share in the spoils.
§5.22.5προελθόντι δὲ ὀλίγον Ζεύς ἐστι πρὸς ἀνίσχοντα τετραμμένος τὸν ἥλιον, ἀετὸν ἔχων τὸν ὄρνιθα καὶ τῇ ἑτέρᾳ τῶν χειρῶν κεραυνόν· ἐπίκειται δὲ αὐτῷ καὶ ἐπὶ τῇ κεφαλῇ στέφανος, ἄνθη τὰ ἠρινά.
Going forward a little, there is a Zeus turned towards the rising sun, having an eagle as his bird, and a thunderbolt in one of his hands; and on his head also lies a crown of spring flowers.
Μεταποντίνων δέ ἐστιν ἀνάθημα, Αἰγινήτου δὲ ἔργον Ἀριστόνου· τοῦ δὲ Ἀριστόνου τούτου διδάσκαλον, ἢ καθʼ ὅντινα χρόνον ἐγένετο, οὐκ ἴσμεν.
It is a dedication of the Metapontines, and the work of Aristonus of Aegina; but we do not know who was the teacher of this Aristonus, or at what time he lived.
§5.22.6ἀνέθεσαν δὲ καὶ Φλιάσιοι Δία καὶ θυγατέρας τὰς Ἀσωποῦ καὶ αὐτὸν Ἀσωπόν, διακεκόσμηται δὲ οὕτω σφίσι τὰ ἀγάλματα. Νεμέα μὲν τῶν ἀδελφῶν πρώτη, μετὰ δὲ αὐτὴν Ζεὺς λαμβανόμενός ἐστιν Αἰγίνης, παρὰ δὲ τὴν Αἴγιναν ἕστηκεν Ἅρπινα—ταύτῃ τῷ Ἠλείων καὶ Φλιασίων λόγῳ συνεγένετο Ἄρης, καὶ Οἰνομάῳ δὲ μήτηρ τῷ περὶ τὴν Πισαίαν βασιλεύσαντί ἐστιν Ἅρπινα—, μετὰ δὲ αὐτὴν Κόρκυρά τε καὶ ἐπʼ αὐτῇ Θήβη, τελευταῖος δὲ ὁ Ἀσωπός.
The Phliasians also dedicated a Zeus, the daughters of Asopus, and Asopus himself; and their statues are arranged in this way: Nemea is the first of the sisters, and after her is Zeus seizing Aegina, and beside Aegina stands Harpina—with whom, according to the story of the Eleans and Phliasians, Ares coupled, and Harpina is the mother of Oenomaus, who ruled over the Pisaean land—and after her is Corcyra, and next to her Thebe, and last is Asopus.
λέγεται δὲ ἐς μὲν Κόρκυραν ὡς μιχθείη Ποσειδῶν αὐτῇ· τοιαῦτα δὲ ἕτερα ᾖσε Πίνδαρος ἐς Θήβην τε καὶ ἐς Δία.
It is said of Corcyra that Poseidon coupled with her; and Pindar sang other such things of Thebe and Zeus.
§5.22.7ἰδίᾳ δὲ ἄνδρες Λεοντῖνοι καὶ οὐκ ἀπὸ τοῦ κοινοῦ Δία ἀνέστησαν· μέγεθος μὲν τοῦ ἀγάλματος πήχεις εἰσὶν ἑπτά, ἐν δὲ ταῖς χερσὶν ἀετός τέ ἐστιν αὐτῷ καὶ τὸ βέλος τοῦ Διὸς κατὰ τοὺς τῶν ποιητῶν λόγους.
And private men of the Leontines, and not by public decree, set up a Zeus; the size of the statue is seven cubits, and in his hands he has both an eagle and the missile of Zeus, according to the accounts of the poets.
ἀνέθεσαν δὲ Ἱππαγόρας τε καὶ Φρύνων καὶ Αἰνεσίδημος, ὃν ἄλλον πού τινα Αἰνεσίδημον δοκῶ καὶ οὐ τὸν τυραννήσαντα εἶναι Λεοντίνων.
It was dedicated by Hippagoras, Phrynon, and Aenesidemus, who, I think, is some other Aenesidemus and not the one who became tyrant of the Leontines.