§5.23.1παρεξιόντι δὲ παρὰ τὴν ἐς τὸ βουλευτήριον ἔσοδον Ζεύς τε ἕστηκεν ἐπίγραμμα ἔχων οὐδὲν καὶ αὖθις ὡς πρὸς ἄρκτον ἐπιστρέψαντι ἄγαλμά ἐστι Διός·
議事堂への入り口を通り過ぎる者には、銘文のないゼウス像が立っており、さらに再び北へと向きを変えた者には、ゼウスの神像がある。
τοῦτο τέτραπται μὲν πρὸς ἀνίσχοντα ἥλιον, ἀνέθεσαν δὲ Ἑλλήνων ὅσοι Πλαταιᾶσιν ἐμαχέσαντο ἐναντία Μαρδονίου τε καὶ Μήδων.
これは日の昇る東を向いており、マルドニオスおよびペルシア人に立ち向かってプラタイアで戦ったギリシア人たちが奉納したものである。
εἰσὶ δὲ καὶ ἐγγεγραμμέναι κατὰ τοῦ βάθρου τὰ δεξιὰ αἱ μετασχοῦσαι πόλεις τοῦ ἔργου, Λακεδαιμόνιοι μὲν πρῶτοι, μετὰ δὲ αὐτοὺς Ἀθηναῖοι, τρίτοι δὲ γεγραμμένοι καὶ τέταρτοι Κορίνθιοί τε καὶ Σικυώνιοι, §5.23.2πέμπτοι δὲ Αἰγινῆται, μετὰ δὲ Αἰγινήτας Μεγαρεῖς καὶ Ἐπιδαύριοι, Ἀρκάδων δὲ Τεγεᾶταί τε καὶ Ὀρχομένιοι, ἐπὶ δὲ αὐτοῖς ὅσοι Φλιοῦντα καὶ Τροίζηνα καὶ Ἑρμιόνα οἰκοῦσιν, ἐκ δὲ χώρας τῆς Ἀργείας Τιρύνθιοι, Πλαταιεῖς δὲ μόνοι Βοιωτῶν, καὶ Ἀργείων οἱ Μυκήνας ἔχοντες, νησιῶται δὲ Κεῖοι καὶ Μήλιοι, Ἀμβρακιῶται δὲ ἐξ ἠπείρου τῆς Θεσπρωτίδος, Τήνιοί τε καὶ Λεπρεᾶται, Λεπρεᾶται μὲν τῶν ἐκ τῆς Τριφυλίας μόνοι, ἐκ δὲ Αἰγαίου καὶ τῶν Κυκλάδων οὐ Τήνιοι μόνοι ἀλλὰ καὶ Νάξιοι καὶ Κύθνιοι, ἀπὸ δὲ Εὐβοίας Στυρεῖς, μετὰ δὲ τούτους Ἠλεῖοι καὶ Ποτιδαιᾶται καὶ Ἀνακτόριοι, τελευταῖοι δὲ Χαλκιδεῖς οἱ ἐπὶ τῷ Εὐρίπῳ.
台座の右側には、この事業に参加した諸都市の名前が刻まれており、スパルタ人が最初、彼らの次にアテナイ人、3番目と4番目に刻まれているのはコリントス人とシキュオン人である、 5番目はアイギナ人、アイギナ人の次にはメガラ人とエピダウロス人、アルカディア人の中からはテゲア人とオルコメノス人、彼らに続いてフリウス、トロイゼン、ヘルミオネに住む人々、アルゴス地方からはティリュンス人、ボイオティア人の中ではプラタイア人だけ、そしてアルゴス人の中ではマイケナイを領有する人々、島民としてはケオス人とメロス人、テスプロティス大陸地方からはアンブラキア人、さらにテノス人とレプレオン人であり、レプレオン人はトリピュリア出身者の中で唯一であり、エーゲ海およびキクラデス諸島からはテノス人だけでなくナクソス人とキュトノス人も、エウボイアからはステュラ人、彼らの次にはエリス人とポティダイア人とアナクトリオン人、最後はエウリポス海峡沿いのハルキス人である。
§5.23.3τούτων τῶν πόλεων τοσαίδε ἦσαν ἐφʼ ἡμῶν ἔρημοι·
これらの都市のうち、これだけの数が私の時代には廃墟となっていた。
Μυκηναῖοι μὲν καὶ Τιρύνθιοι τῶν Μηδικῶν ὕστερον ἐγένοντο ὑπὸ Ἀργείων ἀνάστατοι·
マイケナイ人とティリュンス人は、ペルシア戦争ののちにアルゴス人によって滅ぼされた。
Ἀμβρακιώτας δὲ καὶ Ἀνακτορίους ἀποίκους Κορινθίων ὄντας ἐπηγάγετο ὁ Ῥωμαίων βασιλεὺς ἐς Νικοπόλεως συνοικισμὸν πρὸς τῷ Ἀκτίῳ·
アンブラキア人とアナクトリオン人は、コリントスの植民者であったが、ローマの皇帝がアクティウムの近くのニコポリスへの強制移住に彼らを連れて行った。
Ποτιδαιάτας δὲ δὶς μὲν ἐπέλαβεν ἀναστάτους ἐκ τῆς σφετέρας ὑπὸ Φιλίππου τε γενέσθαι τοῦ Ἀμύντου καὶ πρότερον ἔτι ὑπὸ Ἀθηναίων, χρόνῳ δὲ ὕστερον Κάσσανδρος κατήγαγε μὲν Ποτιδαιάτας ἐπὶ τὰ οἰκεῖα, ὄνομα δὲ οὐ τὸ ἀρχαῖον τῇ πόλει, Κασσάνδρεια δὲ ἐγένετο ἀπὸ τοῦ οἰκιστοῦ.
ポティダイア人は、アミュンタスの子フィリッポスによって、またそれよりさらに以前にはアテナイ人によって、自分たちの土地から二度にわたり追放される運命に遭ったが、のちにカッサンドロスがポティダイア人を祖国に帰還させた。 ただし、都市には古い名前ではなく、その創建者にちなんでカッサンドレイアという名前が与えられた。
τὸ δὲ ἄγαλμα ἐν Ὀλυμπίᾳ τὸ ἀνατεθὲν ὑπὸ τῶν Ἑλλήνων ἐποίησεν Ἀναξαγόρας Αἰγινήτης·
オリンピアにギリシア人たちによって奉納されたこの神像は、アイギナのアナクサゴラスが制作した。
τοῦτον οἱ συγγράψαντες τὰ ἐς Πλαταιὰς παριᾶσιν ἐν τοῖς λόγοις.
プラタイアに関する歴史を記した人々は、彼らの著作の中でこの男を無視している。
§5.23.4ἔστι δὲ πρὸ τοῦ Διὸς τούτου στήλη χαλκῆ, Λακεδαιμονίων καὶ Ἀθηναίων συνθήκας ἔχουσα εἰρήνης ἐς τριάκοντα ἐτῶν ἀριθμόν.
このゼウス像の前には青銅の碑があり、スパルタ人とアテナイ人の30年間にわたる平和条約が刻まれている。
ταύτας ἐποιήσαντο Ἀθηναῖοι παραστησάμενοι τὸ δεύτερον Εὔβοιαν, ἔτει τρίτῳ τῆς τρίτης πρὸς τὰς ὀγδοήκοντα Ὀλυμπιάδος, ἣν Κρίσων Ἱμεραῖος ἐνίκα στάδιον.
アテナイ人は、ヒメラ出身のクリソンが競走で優勝した、第83回オリンピア期の第3年に、エウボイアを二度目に屈服させてこの条約を結んだ。
ἔστι δὲ ἐν ταῖς συνθήκαις καὶ τόδε εἰρημένον, εἰρήνης μὲν τῆς Ἀθηναίων καὶ Λακεδαιμονίων τῇ Ἀργείων μὴ μετεῖναι πόλει, ἰδίᾳ δὲ Ἀθηναίους καὶ Ἀργείους, ἢν ἐθέλωσιν, ἐπιτηδείως ἔχειν πρὸς ἀλλήλους.
条約の中には、アテナイ人とスパルタ人の平和にアルゴス人の都市はあずからないこと、ただしアテナイ人とアルゴス人が望むならば、個別に友好関係を結ぶことは差し支えないということも規定されている。
αὗται μὲν λέγουσι τοιαῦτα αἱ συνθῆκαι, Διὸς δὲ ἄλλο ἄγαλμα παρὰ τὸ ἅρμα §5.23.5ἀνάκειται τὸ Κλεοσθένους·
この条約はそのようなことを述べている。 馬車の傍らには、ゼウスの別の像がクレオスセネスの奉納した馬車のそばに捧げられている。
τούτου μὲν δὴ ἡμῖν καὶ ἐν τοῖς ἔπειτα ἔσται μνήμη, τὸ δὲ ἄγαλμα τοῦ Διὸς Μεγαρέων μέν ἐστιν ἀνάθημα, ἀδελφοὶ δὲ αὐτὸ Ψύλακός τε καὶ Ὄναιθος καὶ οἱ παῖδες οἱ τούτων εἰργάσαντο·
この人物については、のちの記述でも言及することになる。 さて、このゼウス像はメガラ人の奉納物であり、プシュラコスとオナイトスの兄弟、および彼らの子供たちがこれを制作した。
ἡλικίαν δὲ αὐτῶν ἢ πατρίδα ἢ παρʼ ᾧ τινι ἐδιδάχθησαν, οὐκ ἔχω δηλῶσαι.
彼らの生きた年代や祖国、あるいは誰に弟子入りして学んだのかについては、私には示すことができない。
§5.23.6πρὸς δὲ τῷ ἅρματι τῷ Γέλωνος Ζεὺς ἕστηκεν ἀρχαῖος ἔχων σκῆπτρον, Ὑβλαίων δέ φασιν εἶναι ἀνάθημα·
ゲロンの馬車のそばには、笏を持った古風なゼウス像が立っており、ヒュブラ人の奉納物であると言われている。
αἱ δὲ ἦσαν ἐν Σικελίᾳ πόλεις αἱ Ὕβλαι, ἡ μὲν Γερεᾶτις ἐπίκλησιν, τὴν δὲ—ὥσπερ γε καὶ ἦν —ἐκάλουν Μείζονα.
シケリアにはヒュブラという名の都市が複数あり、一方はゲレアティスという通り名を持ち、他方は――まさにその通りであったが――大ヒュブラと呼ばれていた。
ἔχουσι δὲ καὶ κατʼ ἐμὲ ἔτι τὰ ὀνόματα, ἐν τῇ Καταναίᾳ δὲ ἡ μὲν ἔρημος ἐς ἅπαν, ἡ δὲ κώμη τε Καταναίων ἡ Γερεᾶτις καὶ ἱερόν σφισιν Ὑβλαίας ἐστὶ θεοῦ, παρὰ Σικελιωτῶν ἔχον τιμάς.
それらは私の時代にもまだその名前を保っているが、カタネ地方において、一方は完全に廃墟となっており、他方のゲレアティスはカタネ人の村となっていて、彼らの間にはヒュブラニア女神の神殿があり、シケリアのギリシア人から崇敬を受けている。
παρὰ τούτων δὲ κομισθῆναι τὸ ἄγαλμα ἐς Ὀλυμπίαν ἡγοῦμαι·
この像がオリンピアに運ばれたのは、この人々からのものであると私は考えている。
τεράτων γὰρ σφᾶς καὶ ἐνυπνίων Φίλιστος ὁ Ἀρχομενίδου φησὶν ἐξηγητὰς εἶναι καὶ μάλιστα εὐσεβείᾳ τῶν ἐν Σικελίᾳ βαρβάρων προσκεῖσθαι.
なぜなら、アルコメニデスの子ピリストスによれば、彼らは予兆や夢の解釈者であり、シケリアの異民族の中で最も敬虔さに秀でているからである。
§5.23.7πλησίον δὲ τοῦ Ὑβλαίων ἀναθήματος βάθρον τε πεποίηται χαλκοῦν καὶ ἐπʼ αὐτῷ Ζεύς·
ヒュブラ人の奉納物の近くに、青銅の台座が作られており、その上にゼウス像がある。
τοῦτον ὀκτὼ μάλιστα εἶναι ποδῶν καὶ δέκα εἰκάζομεν.
私たちはこれがほぼ18フィートの大きさであると推測している。
οἵτινες δὲ αὐτὸν ἔδοσαν τῷ θεῷ καὶ ὧντινών ἐστιν ἔργον, ἐλεγεῖον γεγραμμένον σημαίνει·
誰がこれを神に捧げたのか、そして誰の作品であるのかは、刻まれた哀歌が示している。
"
Κλειτόριοι τόδʼ ἄγαλμα θεῷ δεκάταν ἀνέθηκαν,
πολλᾶν ἐκ πολίων χερσὶ βιασσάμενοι.
「クレイトル人はこの神像を神への10分の1の捧げ物として奉納した。 武力によって多くの都市から勝ち取ったものである。
†καιμετρειτ Ἀρίστων ἠδὲ Τελέστας
αὐτοκασίγνητοι καλὰ Λάκωνες ἔθεν.
†καιμετρειτ アリストンとテレスタス、実の兄弟であり、スパルタ人である彼らが、見事にこれを作り上げた。
"
τούτους οὐκ ἐς ἅπαν τὸ Ἑλληνικὸν ἐπιφανεῖς νομίζω γενέσθαι·
」私は、これらの制作者たちがギリシア世界全体において有名であったとは考えていない。
εἶχον γὰρ ἄν τι καὶ Ἠλεῖοι περὶ αὐτῶν λέγειν, καὶ πλέονα ἔτι Λακεδαιμόνιοι πολιτῶν γε ὄντων.
もしそうであれば、エリス人にも彼らについて語ることがあったはずであり、彼らが市民であったスパルタ人なら、なおさら多くのことを語れたはずだからである。