Humanitext Reader

保萨尼亚斯 · 希腊志 §5.22.1-5.22.7

各城邦与个人奉纳的宙斯神像

第 216 段,共 465 段 · 希腊语

内容简介

描述了由库奈塔人、阿波罗尼亚人、弗利亚斯人、莱翁蒂尼人等城邦和个人在奥林匹亚阿尔提斯奉纳的各种宙斯雕像及其神话和历史背景。

§5.22.1ἔστι δὲ καὶ ἀγάλματα Διὸς δημοσίᾳ τε καὶ ὑπὸ ἀνδρῶν ἀνατεθέντα ἰδιωτῶν.
这里还有一些公立的以及由私人男子奉纳的宙斯神像。
ἔστι δὲ βωμὸς ἐν τῇ Ἄλτει τῆς ἐσόδου πλησίον τῆς ἀγούσης ἐς τὸ στάδιον· ἐπὶ τούτου θεῶν μὲν οὐδενὶ θύουσιν Ἠλεῖοι, σαλπιγκταῖς δὲ ἐφεστηκόσιν αὐτῷ καὶ τοῖς κήρυξιν ἀγωνίζεσθαι καθέστηκε.
在阿尔提斯,靠近通往体育场入口的地方有一个祭坛;伊利斯人不在这个祭坛上向任何神明献祭,但习惯上,司号手和传令官会站在祭坛旁进行竞技。
παρὰ τοῦτον τὸν βωμὸν βάθρον τε πεποίηται χαλκοῦν καὶ ἄγαλμα ἐπʼ αὐτῷ Διός, μέγεθος μὲν ὅσον ἓξ πήχεις, κεραυνὸν δὲ ἐν ἑκατέρᾳ τῇ χειρὶ ἔχει· ἀνέθεσαν δὲ αὐτὸ Κυναιθαεῖς.
在这个祭坛旁建有一个青铜底座,上面有一尊宙斯像,高度约为六肘,两手各执一个雷霆;这是由库奈塔人奉纳的。
ὁ δὲ περικείμενός τε τὸν ὅρμον καὶ ἡλικίαν παῖς ἔτι ἀνάθημα ἀνδρός ἐστι Φλιασίου Κλεόλα.
那个佩戴着项链、年龄上还是个孩子的少年像,是弗利亚斯人克勒奥拉斯的奉纳物。
§5.22.2παρὰ δὲ τὸ Ἱπποδάμιον καλούμενον λίθου τε βάθρον ἐστὶ κύκλος ἥμισυς καὶ ἀγάλματα ἐπʼ αὐτῷ Ζεὺς καὶ Θέτις τε καὶ Ἡμέρα τὸν Δία ὑπὲρ τῶν τέκνων ἱκετεύουσαι.
在被称为“希波达米翁”的场所旁,有一个石制的半圆形底座,上面有宙斯,以及替她们的孩子向宙斯恳求的忒提斯和赫墨拉的雕像。
ταῦτα ἐπὶ μέσῳ τῷ βάθρῳ· οἱ δὲ ἤδη σχῆμα ἀντιτεταγμένων ὅ τε Ἀχιλλεὺς παρέχεται καὶ ὁ Μέμνων ἐπὶ ἑκατέρῳ τοῦ βάθρου τῷ πέρατι ἑκάτερος.
这些雕像位于底座的中央;而阿喀琉斯和门农已经摆出了互相抗衡的姿态,分别站在底座的两端。
ἀνθεστήκασι δὲ καὶ ἄλλος ἄλλῳ κατὰ τὰ αὐτά, ἀνὴρ βάρβαρος ἀνδρὶ Ἕλληνι, Ὀδυσσεὺς μὲν Ἑλένῳ, ὅτι οὗτοι μάλιστα ἐπὶ σοφίᾳ δόξαν ἐν ἑκατέρῳ τῷ στρατεύματι εἰλήφεσαν, Μενελάῳ δὲ κατὰ τὸ ἔχθος τὸ ἐξ ἀρχῆς Ἀλέξανδρος, Διομήδει δὲ Αἰνείας καὶ τῷ Τελαμῶνος Αἴαντι Δηίφοβος.
另一些人也以同样的方式相互对峙,一个异族人对峙一个希腊人:奥德修斯对峙赫勒诺斯,因为这两个人在各自的军队中因智慧而享有的名声最高;亚历山大由于起初的仇恨对峙墨涅拉俄斯;埃涅阿斯对峙狄奥墨德斯;德伊福玻斯对峙忒拉蒙之子大埃阿斯。
§5.22.3ταῦτά ἐστιν ἔργα μὲν Λυκίου τοῦ Μύρωνος, Ἀπολλωνιᾶται δὲ ἀνέθηκαν οἱ ἐν τῷ Ἰονίῳ· καὶ δὴ καὶ ἐλεγεῖον γράμμασίν ἐστιν ἀρχαίοις ὑπὸ τοῦ Διὸς τοῖς ποσί· " μνάματʼ Ἀπολλωνίας ἀνακείμεθα, τὰν ἐνὶ πόντῳ Ἰονίῳ Φοῖβος ᾤκισʼ ἀκερσεκόμας· οἳ γᾶς τέρμαθʼ ἑλόντες Ἀβαντίδος ἐνθάδε ταῦτα ἔστασαν σὺν θεοῖς ἐκ Θρονίου δεκάταν.
这些是米隆之子吕基奥斯的作品,由居住在伊奥尼亚海的阿波罗尼亚人所奉纳;在宙斯的足下,有用古老文字刻着的哀歌: “我们被奉献作为阿波罗尼亚的纪念碑,那座由蓄着长发的玻斯在伊奥尼亚海创立的城市;那些占领了阿班提斯土地边缘的人,在神明的帮助下,将这些从斯罗尼翁获得的十分之一战利品立于此处。
" ἡ δὲ Ἀβαντὶς καλουμένη χώρα καὶ πόλισμα ἐν αὐτῇ Θρόνιον τῆς Θεσπρωτίδος ἦσαν ἠπείρου κατὰ ὄρη τὰ Κεραύνια.
” 被称为阿班提斯的土地,以及其中名为斯罗尼翁的小镇,属于克劳尼亚山脉附近塞斯普罗蒂斯大陆地区。
§5.22.4σκεδασθεισῶν γὰρ Ἕλλησιν, ὡς ἐκομίζοντο ἐξ Ἰλίου, τῶν νεῶν, Λοκροί τε ἐκ Θρονίου τῆς ἐπὶ Βοαγρίῳ ποταμῷ καὶ Ἄβαντες ἀπὸ Εὐβοίας ναυσὶν ὀκτὼ συναμφότεροι πρὸς τὰ ὄρη κατηνέχθησαν τὰ Κεραύνια.
因为当希腊人的船只从伊利翁返回而分散时,来自波阿格里乌斯河畔斯罗尼翁的洛克里斯人和来自优波亚的阿班特斯人,总共乘八艘船被冲到了克劳尼亚山脉。
οἰκήσαντες δὲ ἐνταῦθα καὶ πόλιν οἰκίσαντες Θρόνιον, καὶ τῆς γῆς ἐφʼ ὅσον ἐνέμοντο Ἀβαντίδος ὄνομα ἀπὸ κοινοῦ λόγου θέμενοι, ἐκπίπτουσιν ὕστερον ὑπὸ Ἀπολλωνιατῶν ὁμόρων κρατηθέντες πολέμῳ.
他们在此定居并建立了斯罗尼翁城,并经共同商议,将他们耕作的土地范围命名为阿班提斯,但后来他们在战争中被邻近的阿波罗尼亚人击败而被逐出。
ἀποικισθῆναι δὲ ἐκ Κορκύρας τὴν Ἀπολλωνίαν, τὴν δὲ Κορινθίων εἶναί φασιν ἀποικίαν, οἱ δὲ Κορινθίοις αὐτοῖς μετεῖναι λαφύρων.
据说阿波罗尼亚是科尔库拉的殖民地,而科尔库拉本身是哥林多人的殖民地,但也有人说哥林多人自己也分享了战利品。
§5.22.5προελθόντι δὲ ὀλίγον Ζεύς ἐστι πρὸς ἀνίσχοντα τετραμμένος τὸν ἥλιον, ἀετὸν ἔχων τὸν ὄρνιθα καὶ τῇ ἑτέρᾳ τῶν χειρῶν κεραυνόν· ἐπίκειται δὲ αὐτῷ καὶ ἐπὶ τῇ κεφαλῇ στέφανος, ἄνθη τὰ ἠρινά.
再向前走一点,有一尊面向日出东方的宙斯像,他的一只手上持着作为其标志之鸟的鹰,另一只手执雷霆;在他的头上还戴着春天的花朵制成的冠冕。
Μεταποντίνων δέ ἐστιν ἀνάθημα, Αἰγινήτου δὲ ἔργον Ἀριστόνου· τοῦ δὲ Ἀριστόνου τούτου διδάσκαλον, ἢ καθʼ ὅντινα χρόνον ἐγένετο, οὐκ ἴσμεν.
这是梅塔庞托人的奉纳物,是埃吉纳的阿里斯托努斯的作品;但我们不知道这位阿里斯托努斯的老师是谁,或者他生活在什么时代。
§5.22.6ἀνέθεσαν δὲ καὶ Φλιάσιοι Δία καὶ θυγατέρας τὰς Ἀσωποῦ καὶ αὐτὸν Ἀσωπόν, διακεκόσμηται δὲ οὕτω σφίσι τὰ ἀγάλματα. Νεμέα μὲν τῶν ἀδελφῶν πρώτη, μετὰ δὲ αὐτὴν Ζεὺς λαμβανόμενός ἐστιν Αἰγίνης, παρὰ δὲ τὴν Αἴγιναν ἕστηκεν Ἅρπινα—ταύτῃ τῷ Ἠλείων καὶ Φλιασίων λόγῳ συνεγένετο Ἄρης, καὶ Οἰνομάῳ δὲ μήτηρ τῷ περὶ τὴν Πισαίαν βασιλεύσαντί ἐστιν Ἅρπινα—, μετὰ δὲ αὐτὴν Κόρκυρά τε καὶ ἐπʼ αὐτῇ Θήβη, τελευταῖος δὲ ὁ Ἀσωπός.
弗利亚斯人也奉纳了宙斯、阿索波斯的女儿们以及阿索波斯本人,他们的神像是这样排列的:涅墨亚是姐妹中的第一位,在她之后是抓住埃吉娜的宙斯,在埃吉娜旁立着哈耳庇娜——根据伊利斯人和弗利亚斯人的传说,阿瑞斯与她交合,她也是统治比萨亚土地的俄诺玛俄斯的母亲——在她之后是科尔库拉,接着是忒拜,最后是阿索波斯。
λέγεται δὲ ἐς μὲν Κόρκυραν ὡς μιχθείη Ποσειδῶν αὐτῇ· τοιαῦτα δὲ ἕτερα ᾖσε Πίνδαρος ἐς Θήβην τε καὶ ἐς Δία.
关于科尔库拉,据说波塞冬曾与她交合;品达也为忒拜和宙斯歌唱过其他类似的事。
§5.22.7ἰδίᾳ δὲ ἄνδρες Λεοντῖνοι καὶ οὐκ ἀπὸ τοῦ κοινοῦ Δία ἀνέστησαν· μέγεθος μὲν τοῦ ἀγάλματος πήχεις εἰσὶν ἑπτά, ἐν δὲ ταῖς χερσὶν ἀετός τέ ἐστιν αὐτῷ καὶ τὸ βέλος τοῦ Διὸς κατὰ τοὺς τῶν ποιητῶν λόγους.
此外,莱翁蒂尼的个人,而不是通过公共决议,建立了一尊宙斯像;神像的高度为七肘,他的手中握着鹰和根据诗人们的说法属于宙斯的箭。
ἀνέθεσαν δὲ Ἱππαγόρας τε καὶ Φρύνων καὶ Αἰνεσίδημος, ὃν ἄλλον πού τινα Αἰνεσίδημον δοκῶ καὶ οὐ τὸν τυραννήσαντα εἶναι Λεοντίνων.
奉纳者是希帕戈拉斯、弗里农和埃内西德穆斯,我认为这个埃内西德穆斯是另外一个什么人,而不是那个成为莱翁蒂尼僭主的人。

词汇与语法注释

  1. 5.22.1σαλπιγκταῖς δὲ ἐφεστηκόσιν αὐτῷ καὶ τοῖς κήρυξιν ἀγωνίζεσθαι καθέστηκε — 不定式 ἀγωνίζεσθαι(竞技)作为非人称动词 καθέστηκε 的主语,与其逻辑主语——与格的 σαλπιγκταῖς... καὶ τοῖς κήρυξιν(司号手与传令官)连用。分词 ἐφεστηκόσιν(站立)修饰这些与格名词,而 αὐτῷ 是指代前文“祭坛”(βωμῷ)的与格代词。
  2. 5.22.1ὁ δὲ περικείμενός τε τὸν ὅρμον καὶ ἡλικίαν παῖς ἔτι — 中被动分词 περικείμενος(佩戴)以宾格 τὸν ὅρμον(项链)作为直接宾语。而名词 ἡλικίαν 是“关系宾格”(accusative of respect),用于限定 παῖς ἔτι,表示“在年龄上仍是孩子”。
  3. 5.22.4ἀποικισθῆναι δὲ ἐκ Κορκύρας τὴν Ἀπολλωνίαν, τὴν δὲ Κορινθίων εἶναί φασιν ἀποικίαν — 由主句动词 φασίν 引导的双重宾格不定式(AcI)结构。在第一句中,τὴν Ἀπολλωνίαν 是宾格主语,ἀποικισθῆναι 是被动不定式。在第二句(τὴν δὲ...)中,冠词 τὴν 用作指示代词,指代前文的科尔库拉(Κορκύρας),作为不定式 εἶναι 的主语,而 ἀποικίαν 是其表语。
  4. 5.22.6Ζεὺς λαμβανόμενός ἐστιν Αἰγίνης — 由现在分词 λαμβανόμενος 和系动词 ἐστίν 构成的迂回陈述结构(periphrasis),用以描绘“正在劫夺”的持续状态。属格 Αἰγίνης 是动词 λαμβάνεσθαι(抓住、接触)所要求的“接触属格”。

引用这一段

保萨尼亚斯, 希腊志 §5.22.1-5.22.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.22.1-5.22.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。