§5.21.13κατεγνώσθη δὲ οὐ δοῦναι χρήματα ἢ λαβεῖν αὐτός, ἀλλὰ τοιόνδε ἄλλο ἐς τὸν ἀγῶνα ἐξυβρίσαι.
彼が有罪と宣告されたのは、金銭を与えたからでも、自身が受け取ったからでもなく、競技に対して次のような別の無礼な行為を働いたからであった。
ἀφίκετο οὐκ ἐς τὸν εἰρημένον καιρόν, καὶ αὐτὸν ὑπὸ Ἠλείων πειθομένων τῷ νόμῳ ἐλείπετο τοῦ ἀγῶνος εἴργεσθαι·
彼は定められた時刻に到着せず、法に従うエリス人によって、彼は競技から排除されるほかはなかった。
τὴν γάρ οἱ πρόφασιν, ὡς ἐν ταῖς Κυκλάσι νήσοις ὑπὸ ἀνέμων κατείχετο ἐναντίων, Ἡρακλείδης γένος καὶ αὐτὸς Ἀλεξανδρεὺς ἤλεγχεν ἀπάτην οὖσαν·
というのも、逆風によってキクラデス諸島に留め置かれていたという彼の言い訳を、彼自身アレクサンドリア出身のヘラクレイドスが、嘘であることを証明したからである。
ὑστερῆσαι γὰρ χρήματα ἐκ τῶν ἀγώνων αὐτὸν ἐκλέγοντα τῶν ἐν Ἰωνίᾳ.
すなわち、彼が遅れたのは、イオニアでの競技会から金銭を取り立てていたためであった。
§5.21.14οὕτω δὴ τόν τε Ἀπολλώνιον καὶ εἰ δή τις ἄλλος ἧκεν οὐ κατὰ προθεσμίαν τῶν πυκτῶν, τούτους μὲν οἱ Ἠλεῖοι τοῦ ἀγῶνος ἀπελαύνουσι, τῷ Ἡρακλείδῃ δὲ τὸν στέφανον παριᾶσιν ἀκονιτί·
このようにして、アポロニオスと、もし他に期限通りに到着しなかった拳闘選手がいたなら、その者たちをエリス人は競技から追い出し、ヘラクレイドスには不戦勝で冠を譲り渡した。
ἐνταῦθα ὁ Ἀπολλώνιος κατεσκευάσατό τε τοῖς ἱμᾶσιν ὡς ἐς μάχην καὶ ἐσδραμὼν ἐπὶ τὸν Ἡρακλείδην ἥπτετο ἐπικειμένου τε ἤδη τὸν κότινον καὶ καταπεφευγότος ἐς τοὺς Ἑλλανοδίκας.
そのときアポロニオスは、まるで戦いに臨むかのように皮紐を手に巻きつけ、乱入してヘラクレイドスに襲いかかったが、そのときヘラクレイドスはすでにオリーブの冠を頭に戴いており、ヘラノディカイのもとへと逃げ込んでいた。
τούτῳ μὲν δὴ ἔμελλε τὸ κοῦφον τοῦ νοῦ βλάβος μέγα ἔσεσθαι, ἔστι δὲ καὶ
彼にとって、心の軽率さは大きな損害をもたらすことになった。
§5.21.15ἄλλα δύο τέχνης τῆς ἐφʼ ἡμῶν ἀγάλματα·
そして、私たちの時代の芸術による他の二つの神像もある。
ἕκτῃ γὰρ ἐπὶ ταῖς εἴκοσι καὶ διακοσίαις Ὀλυμπιάδι πύκτας ἄνδρας, ὑπὲρ αὐτῆς μαχομένους τῆς νίκης, ἐφώρασαν συνθεμένους ὑπὲρ λήμματος.
というのも、第226回オリンピア期に、勝利そのもののために戦うべき大人の拳闘選手たちが、利益のために八百長をしていたことが発覚したからである。
ἀντὶ τούτων μὲν ἐγένετο ζημία· ποιηθέντων δὲ ἀγαλμάτων Διὸς τὸ μὲν ἐν ἀριστερᾷ τῆς ἐς τὸ στάδιον ἐσόδου, τὸ δὲ ἕτερον αὐτῶν ἕστηκεν ἐν δεξιᾷ.
これらに対して罰金が科され、作られたゼウス像のうち、一方はスタディオンへの入り口の左側に、他方は右側に立っている。
τοῖς δὲ πύκταις τούτοις Δίδας τε ὄνομα ἦν καὶ τῷ τὰ χρήματα δόντι αὐτῶν Σαραπάμμων·
これらの拳闘選手たちの名前はディダスであり、彼らに金銭を与えた者はサラパモンであった。
νομοῦ δὲ ἦσαν τοῦ αὐτοῦ, νεωτάτου τῶν ἐν Αἰγύπτῳ, καλουμένου δὲ Ἀρσινοΐτου.
彼らはエジプトの州の中で最も新しい、アルシノイテスと呼ばれる同じ州の出身であった。
§5.21.16θαῦμα μὲν δὴ καὶ ἄλλως ἐν οὐδενὸς λόγῳ τὸν θεὸν θέσθαι τὸν ἐν Ὀλυμπίᾳ καὶ δέξασθαί τινα ἢ δοῦναι δῶρα ἐπὶ τῷ ἀγῶνι·
そもそもオリンピアの神を少しも重んじず、競技において賄賂を受け取ったり与えたりすることは驚くべきことである。
μείζονος δὲ ἔτι θαύματος, εἴ γε καὶ αὐτῶν ἐτόλμησεν ἤδη τις Ἠλείων.
しかし、もしエリス人自身の中にさえ、すでにそのようなことを敢えてする者がいたとすれば、それはさらに大きな驚きである。
λέγεται δὲ ὡς Δαμόνικος τολμήσειεν Ἠλεῖος δευτέρᾳ πρὸς ταῖς ἑκατὸν καὶ ἐνενήκοντα Ὀλυμπιάδι·
第192回オリンピア期に、エリス人のダモニコスがそれを敢えてしたと言われている。
συνεστηκέναι μὲν γὰρ παλαίοντας ἐπὶ τῷ στεφάνῳ τόν τε τοῦ Δαμονίκου παῖδα Πολύκτορα καὶ Σώσανδρον γένος Σμυρναῖον, ὁμώνυμον τῷ πατρί· Δαμόνικον δέ, ἅτε περισσῶς ἐπιθυμοῦντα γενέσθαι τῷ παιδὶ τὴν νίκην, δοῦναι τοῦ Σωσάνδρου τῷ πατρὶ χρήματα.
というのも、ダモニコの息子ポリュクトルと、父親と同名でスミルナ出身のソーサンドロスが、冠をかけてレスリングで対戦することになっていたが、ダモニコスは息子に過剰に勝利を得させたいと願うあまり、ソーサンドロスの父親に金銭を与えたからである。
§5.21.17ὡς δὲ ἐγεγόνει τὰ πραχθέντα ἔκπυστα, ἐπιβάλλουσιν οἱ Ἑλλανοδίκαι ζημίαν, ἐπιβάλλουσι δὲ οὐ τοῖς παισίν, ἀλλὰ ἐς τοὺς πατέρας ἔτρεψαν τὴν ὀργήν·
しかし、行われたことが明るみに出ると、ヘラノディカイは罰金を科したが、それは子供たちに対してではなく、彼らの父親たちに怒りを向けた。
οὗτοι γὰρ δὴ καὶ ἠδίκουν.
なぜなら、実際に不正を働いたのは彼らだったからである。
ἀπὸ ταύτης τῆς ζημίας ἀγάλματα ἐποιήθη·
この罰金から神像が作られた。
καὶ τὸ μὲν ἐν τῷ Ἠλείων ἀνάκειται γυμνασίῳ, τὸ δὲ τῆς Ἄλτεως πρὸ τῆς Ποικίλης στοᾶς καλουμένης, ὅτι ἦσαν ἐπὶ τῶν τοίχων γραφαὶ τὸ ἀρχαῖον.
一方はエリス人のギムナシオンに捧げられており、他方はアルティスの中の、かつて壁に絵画が描かれていたことからポイキレと呼ばれている柱廊の前に立っている。
εἰσὶ δʼ οἳ τὴν στοὰν ταύτην καὶ Ἠχοῦς ὀνομάζουσι·
この柱廊を「エコーの柱廊」と呼ぶ者たちもいる。
βοήσαντι δὲ ἀνδρὶ ἑπτάκις ὑπὸ τῆς ἠχοῦς ἡ φωνή, τὰ δὲ καὶ ἐπὶ πλέον ἔτι ἀποδίδοται.
人が叫ぶと、反響によってその声が7回、時にはそれ以上も繰り返されるからである。
§5.21.18παγκρατιαστὴν δέ φασιν Ἀλεξανδρέα, ὄνομα δὲ εἶναί οἱ Σαραπίωνα, τοῦτον ἐν Ὀλυμπιάδι τῇ πρώτῃ μετὰ τὰς διακοσίας ἐς τοσοῦτο δεῖσαι τοὺς ἀνταγωνιστὰς ὥστε ἡμέρᾳ μιᾷ πρότερον ἢ ἐσκληθήσεσθαι τὸ παγκράτιον ἔμελλεν ἀποδράντα οἴχεσθαι.
また、アレクサンドリア人のパンクラティオン選手で、名をサラピオンという者が、第201回オリンピア期に、対戦相手たちをあまりに恐れるあまり、パンクラティオンの競技が召集される予定であった日の前日に、逃亡して立ち去ったと言われている。
τοῦτον ζημιωθέντα ἐπὶ δειλίᾳ μόνον τῶν τε ἄλλων ἀνθρώπων καὶ αὐτῶν μνημονεύουσιν Αἰγυπτίων.
彼が臆病さのために罰金を科された唯一の人物として、他のすべての人々、またエジプト人自身の中でも記憶されている。
ταῦτα μὲν τὰ κατειλεγμένα ἐπὶ αἰτίαις τοιαῖσδε ποιηθέντα εὕρισκον·
このように列挙された神像が、こうした理由で作られたことを私は見出した。