§5.20.1ἔστι δὲ ἐνταῦθα καὶ ἄλλα ἀναθήματα, κλίνη τε μέγεθος οὐ μεγάλη, τὰ πολλὰ ἐλέφαντι κεκοσμημένη, καὶ ὁ Ἰφίτου δίσκος καὶ τράπεζα ἐφʼ ἧς προτίθενται τοῖς νικῶσιν οἱ στέφανοι.
ここには他にも多くの献納物があり、大きさは大きくなく、その大半が象牙で飾られた寝台や、イピトスの円盤、そして勝利者たちに冠が授与される台座などがある。
τὴν μὲν δὴ Ἱπποδαμείας λέγουσιν εἶναι παίγνιον·
この寝台について人々はヒッポダメイアの玩具であると言っている。
ὁ δὲ τοῦ Ἰφίτου δίσκος τὴν ἐκεχειρίαν, ἣν ἐπὶ τοῖς Ὀλυμπίοις ἐπαγγέλλουσιν Ἠλεῖοι, ταύτην οὐκ ἐς εὐθὺ ἔχει γεγραμμένην, ἀλλὰ ἐς κύκλου σχῆμα περίεισιν ἐπὶ τῷ δίσκῳ τὰ γράμματα.
一方、イピトスの円盤には、エリス人がオリンピア競技の際に宣言する休戦条約が、直線状に書かれているのではなく、文字は円盤上で円の形をなして回っている。
§5.20.2ἡ τράπεζα δὲ ἐλέφαντος μὲν πεποίηται καὶ χρυσοῦ, Κωλώτου δέ ἐστιν ἔργον·
この台座は象牙と黄金で作られており、コロテスの作品である。
εἶναι δέ φασιν ἐξ Ἡρακλείας τὸν Κωλώτην, οἱ δὲ πολυπραγμονήσαντες σπουδῇ τὰ ἐς τοὺς πλάστας Πάριον ἀποφαίνουσιν ὄντα αὐτόν, μαθητὴν Πασιτέλους, Πασιτέλη δὲ αὐτὸν διδαχθῆναι.
人々はコロテスをヘラクレアの出身であると言っているが、彫刻家たちに関する事柄を熱心に探究した人々は、彼をパシテレスの弟子であり、パロス島の出身であると明らかにしている。 そしてパシテレス自身は誰に学んだかについては欠落している。
καὶ Ἥρα τε καὶ Ζεὺς καὶ θεῶν Μήτηρ καὶ Ἑρμῆς καὶ Ἀπόλλων μετὰ Ἀρτέμιδος πεποίηται·
また、ヘラ、ゼウス、神々の母、ヘルメス、そしてアルテミスを伴ったアポロンが作られている。
ὄπισθε δὲ ἡ διάθεσίς ἐστιν ἡ τοῦ ἀγῶνος.
その裏側には、競技の様子が配置されている。
§5.20.3κατὰ δὲ ἑκατέραν πλευρὰν τῇ μὲν Ἀσκληπιὸς καὶ τῶν Ἀσκληπιοῦ θυγατέρων Ὑγεία ἐστίν, ἔτι δὲ καὶ Ἄρης καὶ Ἀγὼν παρʼ αὐτόν, τῇ δὲ Πλούτων καὶ Διόνυσος Περσεφόνη τε καὶ Νύμφαι, σφαῖραν αὐτῶν ἡ ἑτέρα φέρουσα·
それぞれの側には、一方の側にはアスクレピオスと、アスクレピオスの娘たちの一人であるヒュギエイアがおり、さらに彼らの傍らにはアレスとアゴンがいる。 他方の側にはプルトン、ディオニュソス、ペルセポネ、そしてニンパイがおり、彼女たちのうち一方が球を持っている。
ἐπὶ δὲ τῇ κλειδὶ —ἔχει γὰρ δὴ ὁ Πλούτων κλεῖν—, λέγουσιν ἐπʼ αὐτῇ τὸν καλούμενον Ἅιδην κεκλεῖσθαί τε ὑπὸ τοῦ Πλούτωνος καὶ ὡς ἐπάνεισιν οὐδεὶς αὖθις ἐξ αὐτοῦ.
また鍵に関しては――というのも、プルトンは確かに鍵を持っているのだが――、その鍵の上において、いわゆるハデスがプルトンによって閉じ込められており、そこからは誰も再び戻ってこないと言われている。
§5.20.4λόγον δέ, ὃν Ἀρίσταρχος ἔλεγεν ὁ τῶν Ὀλυμπίασιν ἐξηγητής, οὔ με εἰκὸς ἦν παριδεῖν·
オリンピアの案内人であるアリスタルコスが語っていた話を、私が見過ごすのは適当ではない。
ὃς ἐπὶ τῆς ἡλικίας ἔφη τῆς ἑαυτοῦ τὸν ὄροφον τοῦ Ἡραίου πεπονηκότα ἐπανορθουμένων Ἠλείων ὁπλίτου νεκρὸν τραύματα ἔχοντα μεταξὺ ἀμφοτέρων εὑρεθῆναι, τῆς τε ἐς εὐπρέπειαν στέγης καὶ τῆς ἀνεχούσης τὸν κέραμον·
彼は自分の時代に、ヘラ神殿の傷んだ屋根をエリス人たちが修復していたときに、見栄えのための天井と、瓦を支える屋根との間に、傷を負った重装歩兵の遺体が発見されたと語った。
τοῦτον τὸν ἄνδρα μαχέσασθαι τὴν μάχην τὴν ἐντὸς Ἄλτεως πρὸς Λακεδαιμονίους Ἠλείων.
この男は、エリス人とラケダイモン人とのアルティス内での戦いで戦ったのだという。
§5.20.5καὶ γὰρ ἐπὶ τῶν θεῶν τὰ ἱερὰ καὶ ἐς πάντα ὁμοίως τὰ ὑψηλὰ ἐπαναβαίνοντες ἠμύνοντο οἱ Ἠλεῖοι.
というのも、エリス人たちは神々の神殿や、同様にすべての高い場所へと登って防戦したからである。
οὗτος δʼ οὖν ὁ ἀνὴρ ἐφαίνετο ἡμῖν ὑποδῦναι μὲν ἐνταῦθα λιποψυχήσας ὑπὸ τραυμάτων·
それゆえ、この男は傷のために気を失ってそこに滑り込んだと、私たちには思われた。
ὡς δὲ ἀφῆκε τὴν ψυχήν, οὐκ ἔμελλεν ἄρα οὔτε πνῖγος θέρους οὔτε ἐν χειμῶνι κρυμὸς ἔσεσθαι τῷ νεκρῷ βλάβος ἅτε ἐν σκέπῃ πάσῃ κειμένῳ.
そして彼が息を引き取ったとき、完全に覆われた場所に横たわっていたため、この死体にとっては夏の暑さも冬の寒さも害となることはないはずであった。
ἔλεγε δὲ καὶ τόδε ἔτι ὁ Ἀρίσταρχος, ὡς ἐκκομίσαιντο ἐς τὸ ἐκτὸς τῆς Ἄλτεως τὸν νεκρὸν καὶ ὁμοῦ τοῖς ὅπλοις γῇ κρύψαιεν.
アリスタルコスはさらに、人々がその遺体をアルティスの外へと運び出し、武具とともに地中に埋葬したとも語っていた。
§5.20.6ἣν δὲ καλοῦσιν Οἰνομάου κίονα οἱ Ἠλεῖοι, ἔστι μὲν πρὸς τὸ ἱερὸν τοῦ Διὸς ἰόντι ἀπὸ τοῦ μεγάλου βωμοῦ·
エリス人たちがオイノマオスの柱と呼んでいるものは、大祭壇からゼウスの神殿へと進む途中にある。
τέσσαρες δέ εἰσιν ἐν ἀριστερᾷ κίονες καὶ ἐπʼ αὐτῶν ὄροφος, πεποίηνται δὲ ἔρυμα εἶναι ξυλίνῳ κίονι πεπονηκότι ὑπὸ τοῦ χρόνου καὶ τὰ πολλὰ ὑπὸ δεσμῶν συνεχομένῳ.
左手には四本の柱があり、その上には屋根がある。 これらは、年月によって傷み、その大半が帯によって支えられている木製の柱を保護するために作られたものである。
οὗτος ὁ κίων ἐν οἰκίᾳ τοῦ Οἰνομάου, καθὰ λέγουσιν, εἱστήκει·
この柱は、彼らの語るところによれば、オイノマオスの邸宅の中に立っていた。
κεραυνώσαντος δὲ τοῦ θεοῦ τὴν μὲν ἄλλην ἠφάνισεν οἰκίαν τὸ πῦρ, ὑπελίπετο δὲ τὸν κίονα ἐξ ἁπάσης μόνον.
神が雷を落としたとき、火は他の邸宅を消し去ったが、その全体からこの柱だけが残された。
§5.20.7πινάκιον δὲ πρὸ αὐτοῦ χαλκοῦν ἐλεγεῖα ἔχει γεγραμμένα·
その前には、エレゲイア詩が刻まれた青銅の小板がある。
"
καὶ γὰρ ἐγὼ κεινῶν εἴμʼ ὦ ξένε λείψανον οἴκων,
στυλὶς ἐν Οἰνομάου πρίν ποτʼ ἐοῦσα δόμοις·
"旅人よ、というのも私も、あの家の生き残りであり、かつてオイノマオスの邸宅の中にあった一本の細い柱である。
νῦν δὲ παρὰ Κρονίδην κεῖμαι τάδʼ ἔχουσα τὰ δεσμὰ
τίμιος·
今はクロノスの子の傍らに、これらの帯を身に帯びて敬意を払われつつ横たわっている。
οὐδʼ ὀλοὴ δαίσατο φλόξ με πυρός.
滅ぼすような火の炎も、私を食らい尽くすことはなかった。
"
συνέβη δὲ καὶ ἄλλο κατʼ ἐμὲ τοιόνδε.
"私の時代にも、次のような別の出来事があった。
§5.20.8ἀνὴρ βουλῆς τῆς Ῥωμαίων ἀνείλετο Ὀλυμπικὴν νίκην·
ローマの元老院の議員である男がオリンピアでの勝利を獲得した。
ἐθέλων δὲ ὑπολιπέσθαι τῆς νίκης ὑπόμνημα χαλκῆν εἰκόνα σὺν ἐπιγράμματι, ὤρυσσεν ἐς ποίησιν βάθρου·
彼は勝利の記念として、銘文を伴う青銅の像を残すことを望み、台座を製作するために掘り下げた。
καὶ ὡς ἐγένετο ἐγγύτατα τὸ ὄρυγμα αὐτῷ τῆς τοῦ Οἰνομάου κίονος, ἐνταῦθα εὕρισκον οἱ ὀρύσσοντες καὶ ὅπλων καὶ χαλινῶν καὶ ψαλίων θραύματα.
そして掘り下げられた穴が、彼のためにオイノマオスの柱に極めて近くなったとき、そこを掘っていた人々は、武具や馬勒、ハミの破片を発見した。
§5.20.9ταῦτα μὲν δὴ αὐτὸς ἑώρων ὀρυσσόμενα·
これらが掘り出されるのを私自身が目撃した。
ναὸν δὲ μεγέθει οὐ μέγαν καὶ ἐργασίᾳ Δώριον Μητρῷον καὶ ἐς ἐμὲ καλοῦσιν ἔτι, τὸ ὄνομα αὐτῷ διασώζοντες τὸ ἀρχαῖον·
大きさは大きくなく、造りにおいてはドリス式である神殿を、人々は私の時代にいたるまでなおメトロオンと呼んでおり、その古代の名前を維持している。
κεῖται δὲ οὐκ ἄγαλμα ἐν αὐτῷ θεῶν Μητρός, βασιλέων δὲ ἑστήκασιν ἀνδριάντες Ῥωμαίων.
その中には神々の母の神像は置かれておらず、ローマの皇帝たちの彫像が立っている。
ἔστι δὲ ἐντὸς τῆς Ἄλτεως τό τε Μητρῷον καὶ οἴκημα περιφερὲς ὀνομαζόμενον Φιλιππεῖον·
アルティスの内部には、メトロオンと、フィリッペイオンと呼ばれる円形の建物がある。
ἐπὶ κορυφῇ δέ ἐστι τοῦ Φιλιππείου μήκων χαλκῆ σύνδεσμος ταῖς δοκοῖς.
フィリッペイオンの頂上には、梁を留める連結具として、青銅製のケシがある。
§5.20.10τοῦτο τὸ οἴκημα ἔστι μὲν κατὰ τὴν ἔξοδον τὴν κατὰ τὸ πρυτανεῖον ἐν ἀριστερᾷ, πεποίηται δὲ ὀπτῆς πλίνθου, κίονες δὲ περὶ αὐτὸ ἑστήκασι·
この建物はプリュタネイオンの出口の左手にあり、焼成粘土のレンガで作られており、周囲には柱が立っている。
Φιλίππῳ δὲ ἐποιήθη μετὰ τὸ ἐν Χαιρωνείᾳ τὴν Ἑλλάδα ὀλισθεῖν.
これは、カイロネイアにおいてギリシアが躓いた後に、フィリッポスのために作られたものである。
κεῖνται δὲ αὐτόθι Φίλιππός τε καὶ Ἀλέξανδρος, σὺν δὲ αὐτοῖς Ἀμύντας ὁ Φιλίππου πατήρ·
そこにはフィリッポスとアレクサンドロス、そして彼らとともにフィリッポスの父アミュンタスが置かれている。
ἔργα δέ ἐστι καὶ ταῦτα Λεωχάρους ἐλέφαντος καὶ χρυσοῦ, καθὰ καὶ τῆς Ὀλυμπιάδος καὶ Εὐρυδίκης εἰσὶν αἱ εἰκόνες.
これらもまたレオカレスの作による、象牙と黄金の作品であり、オリンピアスとエウリュディケの像も同様である。