§5.20.1ἔστι δὲ ἐνταῦθα καὶ ἄλλα ἀναθήματα, κλίνη τε μέγεθος οὐ μεγάλη, τὰ πολλὰ ἐλέφαντι κεκοσμημένη, καὶ ὁ Ἰφίτου δίσκος καὶ τράπεζα ἐφʼ ἧς προτίθενται τοῖς νικῶσιν οἱ στέφανοι.
There are also other offerings here: a bed of no great size, decorated for the most part with ivory, the discus of Iphitus, and the table on which the crowns are laid out for the victors.
τὴν μὲν δὴ Ἱπποδαμείας λέγουσιν εἶναι παίγνιον· ὁ δὲ τοῦ Ἰφίτου δίσκος τὴν ἐκεχειρίαν, ἣν ἐπὶ τοῖς Ὀλυμπίοις ἐπαγγέλλουσιν Ἠλεῖοι, ταύτην οὐκ ἐς εὐθὺ ἔχει γεγραμμένην, ἀλλὰ ἐς κύκλου σχῆμα περίεισιν ἐπὶ τῷ δίσκῳ τὰ γράμματα.
This bed indeed they say was the toy of Hippodameia; but as for the discus of Iphitus, the truce which the Eleans announce for the Olympic games, this it does not have written in a straight line, but the letters go around in a circular shape on the discus.
§5.20.2ἡ τράπεζα δὲ ἐλέφαντος μὲν πεποίηται καὶ χρυσοῦ, Κωλώτου δέ ἐστιν ἔργον· εἶναι δέ φασιν ἐξ Ἡρακλείας τὸν Κωλώτην, οἱ δὲ πολυπραγμονήσαντες σπουδῇ τὰ ἐς τοὺς πλάστας Πάριον ἀποφαίνουσιν ὄντα αὐτόν, μαθητὴν Πασιτέλους, Πασιτέλη δὲ αὐτὸν διδαχθῆναι.
The table is made of ivory and gold, and is the work of Colotes; they say that Colotes was from Heraclea, but those who have eagerly investigated matters concerning the sculptors declare him to be a Parian, a pupil of Pasiteles, and that Pasiteles himself was taught by someone.
καὶ Ἥρα τε καὶ Ζεὺς καὶ θεῶν Μήτηρ καὶ Ἑρμῆς καὶ Ἀπόλλων μετὰ Ἀρτέμιδος πεποίηται· ὄπισθε δὲ ἡ διάθεσίς ἐστιν ἡ τοῦ ἀγῶνος.
And Hera, Zeus, the Mother of the Gods, Hermes, and Apollo with Artemis are depicted; and on the back is the arrangement of the games.
§5.20.3κατὰ δὲ ἑκατέραν πλευρὰν τῇ μὲν Ἀσκληπιὸς καὶ τῶν Ἀσκληπιοῦ θυγατέρων Ὑγεία ἐστίν, ἔτι δὲ καὶ Ἄρης καὶ Ἀγὼν παρʼ αὐτόν, τῇ δὲ Πλούτων καὶ Διόνυσος Περσεφόνη τε καὶ Νύμφαι, σφαῖραν αὐτῶν ἡ ἑτέρα φέρουσα· ἐπὶ δὲ τῇ κλειδὶ —ἔχει γὰρ δὴ ὁ Πλούτων κλεῖν—, λέγουσιν ἐπʼ αὐτῇ τὸν καλούμενον Ἅιδην κεκλεῖσθαί τε ὑπὸ τοῦ Πλούτωνος καὶ ὡς ἐπάνεισιν οὐδεὶς αὖθις ἐξ αὐτοῦ.
On each side, on one side is Asclepius and Hygieia, one of the daughters of Asclepius, and also Ares and Agon beside him; on the other side are Pluto, Dionysus, Persephone, and the Nymphs, one of them carrying a ball; and on the key—for Pluto indeed has a key—they say that on it the so-called Hades is locked up by Pluto, and that no one returns back out of it.
§5.20.4λόγον δέ, ὃν Ἀρίσταρχος ἔλεγεν ὁ τῶν Ὀλυμπίασιν ἐξηγητής, οὔ με εἰκὸς ἦν παριδεῖν· ὃς ἐπὶ τῆς ἡλικίας ἔφη τῆς ἑαυτοῦ τὸν ὄροφον τοῦ Ἡραίου πεπονηκότα ἐπανορθουμένων Ἠλείων ὁπλίτου νεκρὸν τραύματα ἔχοντα μεταξὺ ἀμφοτέρων εὑρεθῆναι, τῆς τε ἐς εὐπρέπειαν στέγης καὶ τῆς ἀνεχούσης τὸν κέραμον· τοῦτον τὸν ἄνδρα μαχέσασθαι τὴν μάχην τὴν ἐντὸς Ἄλτεως πρὸς Λακεδαιμονίους Ἠλείων.
And a story which Aristarchus, the guide at Olympia, used to tell, it was not reasonable for me to overlook; he said that in his own lifetime, when the Eleans were repairing the damaged roof of the Heraeum, the corpse of a hoplite having wounds was found between both, namely the ceiling for display and the roof holding up the tiles; this man had fought the battle within the Altis against the Lacedaemonians on the side of the Eleans.
§5.20.5καὶ γὰρ ἐπὶ τῶν θεῶν τὰ ἱερὰ καὶ ἐς πάντα ὁμοίως τὰ ὑψηλὰ ἐπαναβαίνοντες ἠμύνοντο οἱ Ἠλεῖοι.
For indeed, ascending to the temples of the gods and to all high places alike, the Eleans defended themselves.
οὗτος δʼ οὖν ὁ ἀνὴρ ἐφαίνετο ἡμῖν ὑποδῦναι μὲν ἐνταῦθα λιποψυχήσας ὑπὸ τραυμάτων· ὡς δὲ ἀφῆκε τὴν ψυχήν, οὐκ ἔμελλεν ἄρα οὔτε πνῖγος θέρους οὔτε ἐν χειμῶνι κρυμὸς ἔσεσθαι τῷ νεκρῷ βλάβος ἅτε ἐν σκέπῃ πάσῃ κειμένῳ.
So this man seemed to us to have slipped in there having fainted from wounds; and when he gave up his life, there was bound to be no harm to the corpse either from the suffocating heat of summer or from the frost in winter, since he lay in complete shelter.
ἔλεγε δὲ καὶ τόδε ἔτι ὁ Ἀρίσταρχος, ὡς ἐκκομίσαιντο ἐς τὸ ἐκτὸς τῆς Ἄλτεως τὸν νεκρὸν καὶ ὁμοῦ τοῖς ὅπλοις γῇ κρύψαιεν.
And Aristarchus also said this further, that they carried the corpse to the outside of the Altis and buried it in the earth together with his armor.
§5.20.6ἣν δὲ καλοῦσιν Οἰνομάου κίονα οἱ Ἠλεῖοι, ἔστι μὲν πρὸς τὸ ἱερὸν τοῦ Διὸς ἰόντι ἀπὸ τοῦ μεγάλου βωμοῦ· τέσσαρες δέ εἰσιν ἐν ἀριστερᾷ κίονες καὶ ἐπʼ αὐτῶν ὄροφος, πεποίηνται δὲ ἔρυμα εἶναι ξυλίνῳ κίονι πεπονηκότι ὑπὸ τοῦ χρόνου καὶ τὰ πολλὰ ὑπὸ δεσμῶν συνεχομένῳ.
And what the Eleans call the Pillar of Oenomaus is as one goes to the temple of Zeus from the great altar; there are four pillars on the left and a roof upon them, and they are made to be a protection for a wooden pillar damaged by time and for the most part held together by bands.
οὗτος ὁ κίων ἐν οἰκίᾳ τοῦ Οἰνομάου, καθὰ λέγουσιν, εἱστήκει· κεραυνώσαντος δὲ τοῦ θεοῦ τὴν μὲν ἄλλην ἠφάνισεν οἰκίαν τὸ πῦρ, ὑπελίπετο δὲ τὸν κίονα ἐξ ἁπάσης μόνον.
This pillar, as they say, stood in the house of Oenomaus; and when the god struck it with lightning, the fire destroyed the rest of the house, but left only the pillar out of the whole.
§5.20.7πινάκιον δὲ πρὸ αὐτοῦ χαλκοῦν ἐλεγεῖα ἔχει γεγραμμένα· "
καὶ γὰρ ἐγὼ κεινῶν εἴμʼ ὦ ξένε λείψανον οἴκων,
στυλὶς ἐν Οἰνομάου πρίν ποτʼ ἐοῦσα δόμοις· νῦν δὲ παρὰ Κρονίδην κεῖμαι τάδʼ ἔχουσα τὰ δεσμὰ
τίμιος· οὐδʼ ὀλοὴ δαίσατο φλόξ με πυρός.
And a bronze tablet before it has elegiac verses written upon it: "For indeed I too, O stranger, am the remnant of that house, once having been a little pillar in the halls of Oenomaus; but now I lie beside the son of Cronus having these bands, honored; nor did the destructive flame of fire devour me.
"
συνέβη δὲ καὶ ἄλλο κατʼ ἐμὲ τοιόνδε.
"And another event of this kind happened in my time.
§5.20.8ἀνὴρ βουλῆς τῆς Ῥωμαίων ἀνείλετο Ὀλυμπικὴν νίκην· ἐθέλων δὲ ὑπολιπέσθαι τῆς νίκης ὑπόμνημα χαλκῆν εἰκόνα σὺν ἐπιγράμματι, ὤρυσσεν ἐς ποίησιν βάθρου· καὶ ὡς ἐγένετο ἐγγύτατα τὸ ὄρυγμα αὐτῷ τῆς τοῦ Οἰνομάου κίονος, ἐνταῦθα εὕρισκον οἱ ὀρύσσοντες καὶ ὅπλων καὶ χαλινῶν καὶ ψαλίων θραύματα.
A man of the Roman senate won an Olympic victory; and wishing to leave behind a memorial of the victory, a bronze statue with an inscription, he dug for the making of a pedestal; and as the excavation became closest for him to the pillar of Oenomaus, there those who were digging found fragments of armor, bridles, and bits.
§5.20.9ταῦτα μὲν δὴ αὐτὸς ἑώρων ὀρυσσόμενα·
These things indeed I myself saw being dug up.
ναὸν δὲ μεγέθει οὐ μέγαν καὶ ἐργασίᾳ Δώριον Μητρῷον καὶ ἐς ἐμὲ καλοῦσιν ἔτι, τὸ ὄνομα αὐτῷ διασώζοντες τὸ ἀρχαῖον· κεῖται δὲ οὐκ ἄγαλμα ἐν αὐτῷ θεῶν Μητρός, βασιλέων δὲ ἑστήκασιν ἀνδριάντες Ῥωμαίων.
And a temple of no great size and of Dorian workmanship they still call the Metroüm in my time, preserving its ancient name; there lies no statue of the Mother of the Gods in it, but statues of Roman emperors stand there.
ἔστι δὲ ἐντὸς τῆς Ἄλτεως τό τε Μητρῷον καὶ οἴκημα περιφερὲς ὀνομαζόμενον Φιλιππεῖον· ἐπὶ κορυφῇ δέ ἐστι τοῦ Φιλιππείου μήκων χαλκῆ σύνδεσμος ταῖς δοκοῖς.
And within the Altis is both the Metroüm and a circular building called the Philippeum; and on the top of the Philippeum is a bronze poppy serving as a binder for the beams.
§5.20.10τοῦτο τὸ οἴκημα ἔστι μὲν κατὰ τὴν ἔξοδον τὴν κατὰ τὸ πρυτανεῖον ἐν ἀριστερᾷ, πεποίηται δὲ ὀπτῆς πλίνθου, κίονες δὲ περὶ αὐτὸ ἑστήκασι· Φιλίππῳ δὲ ἐποιήθη μετὰ τὸ ἐν Χαιρωνείᾳ τὴν Ἑλλάδα ὀλισθεῖν.
This building is on the left as one goes out by the Prytaneum, and is made of baked brick, and pillars stand around it; it was made for Philip after Greece stumbled at Chaeronea.
κεῖνται δὲ αὐτόθι Φίλιππός τε καὶ Ἀλέξανδρος, σὺν δὲ αὐτοῖς Ἀμύντας ὁ Φιλίππου πατήρ· ἔργα δέ ἐστι καὶ ταῦτα Λεωχάρους ἐλέφαντος καὶ χρυσοῦ, καθὰ καὶ τῆς Ὀλυμπιάδος καὶ Εὐρυδίκης εἰσὶν αἱ εἰκόνες.
And there lie Philip and Alexander, and with them Amyntas, the father of Philip; these also are the works of Leochares, of ivory and gold, just as are the statues of Olympias and Eurydice.