Humanitext Reader

保萨尼亚斯 · 希腊志 §5.20.1-5.20.10

赫拉神殿的奉献物与菲利普神殿

第 212 段,共 465 段 · 希腊语

内容简介

作者介绍了奥林匹亚的各种献纳物与纪念碑,包括俄诺玛俄斯之柱的传说,并阐述了与马其顿王室有关的菲利普神殿的由来。

§5.20.1ἔστι δὲ ἐνταῦθα καὶ ἄλλα ἀναθήματα, κλίνη τε μέγεθος οὐ μεγάλη, τὰ πολλὰ ἐλέφαντι κεκοσμημένη, καὶ ὁ Ἰφίτου δίσκος καὶ τράπεζα ἐφʼ ἧς προτίθενται τοῖς νικῶσιν οἱ στέφανοι.
这里还有其他的献纳物:一张大小适中、大半以象牙装饰的卧榻,伊菲托斯的圆盘,以及为获胜者陈列王冠的台座。
τὴν μὲν δὴ Ἱπποδαμείας λέγουσιν εἶναι παίγνιον· ὁ δὲ τοῦ Ἰφίτου δίσκος τὴν ἐκεχειρίαν, ἣν ἐπὶ τοῖς Ὀλυμπίοις ἐπαγγέλλουσιν Ἠλεῖοι, ταύτην οὐκ ἐς εὐθὺ ἔχει γεγραμμένην, ἀλλὰ ἐς κύκλου σχῆμα περίεισιν ἐπὶ τῷ δίσκῳ τὰ γράμματα.
人们说这床是希波达墨娅的玩具;而关于伊菲托斯的圆盘,伊利斯人为奥运会宣布的休战协定,这并没有以直线形式书写在其上,而是文字在圆盘上呈圆形环绕。
§5.20.2ἡ τράπεζα δὲ ἐλέφαντος μὲν πεποίηται καὶ χρυσοῦ, Κωλώτου δέ ἐστιν ἔργον· εἶναι δέ φασιν ἐξ Ἡρακλείας τὸν Κωλώτην, οἱ δὲ πολυπραγμονήσαντες σπουδῇ τὰ ἐς τοὺς πλάστας Πάριον ἀποφαίνουσιν ὄντα αὐτόν, μαθητὴν Πασιτέλους, Πασιτέλη δὲ αὐτὸν διδαχθῆναι.
这张台座是由象牙和黄金制成的,是科洛特斯的作品;人们说科洛特斯来自赫拉克利亚,但那些热心探究雕刻家事迹的人则表明他是帕罗斯人,是帕西特列斯的弟子,而帕西特列斯本人则是师从某人。
καὶ Ἥρα τε καὶ Ζεὺς καὶ θεῶν Μήτηρ καὶ Ἑρμῆς καὶ Ἀπόλλων μετὰ Ἀρτέμιδος πεποίηται· ὄπισθε δὲ ἡ διάθεσίς ἐστιν ἡ τοῦ ἀγῶνος.
其上塑造了赫拉、宙斯、众神之母、赫耳墨斯,以及与阿耳忒弥斯在一起的阿波罗;背面则是竞技的场景排布。
§5.20.3κατὰ δὲ ἑκατέραν πλευρὰν τῇ μὲν Ἀσκληπιὸς καὶ τῶν Ἀσκληπιοῦ θυγατέρων Ὑγεία ἐστίν, ἔτι δὲ καὶ Ἄρης καὶ Ἀγὼν παρʼ αὐτόν, τῇ δὲ Πλούτων καὶ Διόνυσος Περσεφόνη τε καὶ Νύμφαι, σφαῖραν αὐτῶν ἡ ἑτέρα φέρουσα· ἐπὶ δὲ τῇ κλειδὶ —ἔχει γὰρ δὴ ὁ Πλούτων κλεῖν—, λέγουσιν ἐπʼ αὐτῇ τὸν καλούμενον Ἅιδην κεκλεῖσθαί τε ὑπὸ τοῦ Πλούτωνος καὶ ὡς ἐπάνεισιν οὐδεὶς αὖθις ἐξ αὐτοῦ.
在每一侧,一侧有阿斯克勒庇俄斯和阿斯克勒庇俄斯的女儿之一许癸厄亚,他的身旁还有阿瑞斯和阿贡;另一侧有普鲁同、狄奥尼索斯、珀耳塞福涅和宁芙们,她们中的一个拿着一个球;在钥匙上——因为普鲁同确实拿着钥匙——他们说在其上所谓的哈迪斯被普鲁同锁闭起来,任何人都无法再从中返回。
§5.20.4λόγον δέ, ὃν Ἀρίσταρχος ἔλεγεν ὁ τῶν Ὀλυμπίασιν ἐξηγητής, οὔ με εἰκὸς ἦν παριδεῖν· ὃς ἐπὶ τῆς ἡλικίας ἔφη τῆς ἑαυτοῦ τὸν ὄροφον τοῦ Ἡραίου πεπονηκότα ἐπανορθουμένων Ἠλείων ὁπλίτου νεκρὸν τραύματα ἔχοντα μεταξὺ ἀμφοτέρων εὑρεθῆναι, τῆς τε ἐς εὐπρέπειαν στέγης καὶ τῆς ἀνεχούσης τὸν κέραμον· τοῦτον τὸν ἄνδρα μαχέσασθαι τὴν μάχην τὴν ἐντὸς Ἄλτεως πρὸς Λακεδαιμονίους Ἠλείων.
而奥林匹亚的引导员阿里斯塔科斯所讲的一个故事,我也不应忽视;他说在有生之年,当伊利斯人修复受损的赫拉神殿屋顶时,在两层之间,即用于美观的内天花板和支撑瓦片的外屋顶之间,发现了一具带有伤口的重装步兵遗体;这名男子曾代表伊利斯人在阿尔提斯内部与拉刻代蒙人进行过战斗。
§5.20.5καὶ γὰρ ἐπὶ τῶν θεῶν τὰ ἱερὰ καὶ ἐς πάντα ὁμοίως τὰ ὑψηλὰ ἐπαναβαίνοντες ἠμύνοντο οἱ Ἠλεῖοι.
因为伊利斯人确实登上了众神的神殿以及所有同样高的地方进行防守。
οὗτος δʼ οὖν ὁ ἀνὴρ ἐφαίνετο ἡμῖν ὑποδῦναι μὲν ἐνταῦθα λιποψυχήσας ὑπὸ τραυμάτων· ὡς δὲ ἀφῆκε τὴν ψυχήν, οὐκ ἔμελλεν ἄρα οὔτε πνῖγος θέρους οὔτε ἐν χειμῶνι κρυμὸς ἔσεσθαι τῷ νεκρῷ βλάβος ἅτε ἐν σκέπῃ πάσῃ κειμένῳ.
因此,这个男子在我们看来是在因伤昏迷后滑入那里的;而当他死去时,由于躺在完全遮蔽的地方,夏天的酷热和冬天的严寒都不会对尸体造成伤害。
ἔλεγε δὲ καὶ τόδε ἔτι ὁ Ἀρίσταρχος, ὡς ἐκκομίσαιντο ἐς τὸ ἐκτὸς τῆς Ἄλτεως τὸν νεκρὸν καὶ ὁμοῦ τοῖς ὅπλοις γῇ κρύψαιεν.
阿里斯塔科斯还补充说,人们将尸体抬到阿尔提斯外面,并将其与武器一起埋葬在土里。
§5.20.6ἣν δὲ καλοῦσιν Οἰνομάου κίονα οἱ Ἠλεῖοι, ἔστι μὲν πρὸς τὸ ἱερὸν τοῦ Διὸς ἰόντι ἀπὸ τοῦ μεγάλου βωμοῦ· τέσσαρες δέ εἰσιν ἐν ἀριστερᾷ κίονες καὶ ἐπʼ αὐτῶν ὄροφος, πεποίηνται δὲ ἔρυμα εἶναι ξυλίνῳ κίονι πεπονηκότι ὑπὸ τοῦ χρόνου καὶ τὰ πολλὰ ὑπὸ δεσμῶν συνεχομένῳ.
伊利斯人所称的“俄诺玛俄斯之柱”位于从大祭坛走向宙斯神殿的途中;左边有四根柱子,其上有一个屋顶,它们被建成用来保护一根因年代久远而受损、且大半被带子维系的木质柱子。
οὗτος ὁ κίων ἐν οἰκίᾳ τοῦ Οἰνομάου, καθὰ λέγουσιν, εἱστήκει· κεραυνώσαντος δὲ τοῦ θεοῦ τὴν μὲν ἄλλην ἠφάνισεν οἰκίαν τὸ πῦρ, ὑπελίπετο δὲ τὸν κίονα ἐξ ἁπάσης μόνον.
据他们说,这根柱子曾立于俄诺玛俄斯的住宅中;当神用雷电击中它时,火摧毁了住宅的其他部分,但从整体中唯独留下了这根柱子。
§5.20.7πινάκιον δὲ πρὸ αὐτοῦ χαλκοῦν ἐλεγεῖα ἔχει γεγραμμένα· " καὶ γὰρ ἐγὼ κεινῶν εἴμʼ ὦ ξένε λείψανον οἴκων, στυλὶς ἐν Οἰνομάου πρίν ποτʼ ἐοῦσα δόμοις· νῦν δὲ παρὰ Κρονίδην κεῖμαι τάδʼ ἔχουσα τὰ δεσμὰ τίμιος· οὐδʼ ὀλοὴ δαίσατο φλόξ με πυρός.
在它前面有一块刻有哀歌体诗的青铜小板: "外乡人啊,因为我也是那座住宅的遗存,昔日曾是俄诺玛俄斯宫殿中一根细小的柱子;而今我立于克罗诺斯之子身旁,带着这些带子,备受尊崇;毁灭性的火舌亦未曾将我吞噬。
" συνέβη δὲ καὶ ἄλλο κατʼ ἐμὲ τοιόνδε.
"在我的时代也发生了另一件类似的事情。
§5.20.8ἀνὴρ βουλῆς τῆς Ῥωμαίων ἀνείλετο Ὀλυμπικὴν νίκην· ἐθέλων δὲ ὑπολιπέσθαι τῆς νίκης ὑπόμνημα χαλκῆν εἰκόνα σὺν ἐπιγράμματι, ὤρυσσεν ἐς ποίησιν βάθρου· καὶ ὡς ἐγένετο ἐγγύτατα τὸ ὄρυγμα αὐτῷ τῆς τοῦ Οἰνομάου κίονος, ἐνταῦθα εὕρισκον οἱ ὀρύσσοντες καὶ ὅπλων καὶ χαλινῶν καὶ ψαλίων θραύματα.
一名罗马元老院的成员获得了奥林匹克胜利;他希望留下胜利的纪念——一座带有铭文的青铜像,于是为了制作基座而进行挖掘;当挖掘的深坑对他而言最接近俄诺玛俄斯之柱时,挖掘者在那里发现了武器、马缰和马衔的碎片。
§5.20.9ταῦτα μὲν δὴ αὐτὸς ἑώρων ὀρυσσόμενα·
这些确实是我亲眼看见被挖掘出来的。
ναὸν δὲ μεγέθει οὐ μέγαν καὶ ἐργασίᾳ Δώριον Μητρῷον καὶ ἐς ἐμὲ καλοῦσιν ἔτι, τὸ ὄνομα αὐτῷ διασώζοντες τὸ ἀρχαῖον· κεῖται δὲ οὐκ ἄγαλμα ἐν αὐτῷ θεῶν Μητρός, βασιλέων δὲ ἑστήκασιν ἀνδριάντες Ῥωμαίων.
而一座规模不大、多立斯式工艺的母神庙,在我的时代人们仍称其为麦特罗翁,保留了它的古称;其中并未安放众神之母的雕像,而是立着罗马皇帝们的肖像。
ἔστι δὲ ἐντὸς τῆς Ἄλτεως τό τε Μητρῷον καὶ οἴκημα περιφερὲς ὀνομαζόμενον Φιλιππεῖον· ἐπὶ κορυφῇ δέ ἐστι τοῦ Φιλιππείου μήκων χαλκῆ σύνδεσμος ταῖς δοκοῖς.
阿尔提斯内部既有麦特罗翁,也有一个被称为菲利普神殿的圆形建筑;在菲利普神殿的顶端有一个青铜罂粟花,作为梁的连接件。
§5.20.10τοῦτο τὸ οἴκημα ἔστι μὲν κατὰ τὴν ἔξοδον τὴν κατὰ τὸ πρυτανεῖον ἐν ἀριστερᾷ, πεποίηται δὲ ὀπτῆς πλίνθου, κίονες δὲ περὶ αὐτὸ ἑστήκασι· Φιλίππῳ δὲ ἐποιήθη μετὰ τὸ ἐν Χαιρωνείᾳ τὴν Ἑλλάδα ὀλισθεῖν.
这座建筑位于普鲁塔内翁出口的左侧,由烧制砖建成,周围立着柱子;它是为了菲利普在喀罗尼亚希腊失足之后建造的。
κεῖνται δὲ αὐτόθι Φίλιππός τε καὶ Ἀλέξανδρος, σὺν δὲ αὐτοῖς Ἀμύντας ὁ Φιλίππου πατήρ· ἔργα δέ ἐστι καὶ ταῦτα Λεωχάρους ἐλέφαντος καὶ χρυσοῦ, καθὰ καὶ τῆς Ὀλυμπιάδος καὶ Εὐρυδίκης εἰσὶν αἱ εἰκόνες.
那里安放着菲利普和亚历山大,以及与他们在一起的菲利普之父阿敏塔斯;这些也是莱奥哈雷斯用象牙和黄金制作的作品,正如奥林匹亚丝和欧律狄刻的雕像一样。

词汇与语法注释

  1. §5.20.1τὴν μὲν δὴ Ἱπποδαμείας λέγουσιν εἶναι παίγνιον — 阴性单数宾格代词 τὴν 指代前文的 κλίνη(卧榻,阴性名词),意思是“他们说这床是希波达墨娅的玩具”。
  2. §5.20.1τὴν ἐκεχειρίαν ... ταύτην οὐκ ἐς εὐθὺ ἔχει γεγραμμένην — 先行词 τὴν ἐκεχειρίαν 被关系从句 ἣν... 修饰后,又被指示代词 ταύτην 冗余地承接,导致了语序的倒装。ἔχει 的主语是“圆盘”,与宾语及第二宾语性质的分词 γεγραμμένην 构成“持有该物作为被书写之物”的结构。
  3. §5.20.4τὸν ὄροφον τοῦ Ἡραίου πεπονηκότα ἐπανορθουμένων Ἠλείων — 在属格独立结构 ἐπανορθουμένων Ἠλείων(当伊利斯人修复时)中,其宾语 τὸν ὄροφον ... πεπονηκότα(受损的屋顶,完成时分词)以宾格形式呈现。
  4. §5.20.6πρὸς τὸ ἱερὸν τοῦ Διὸς ἰόντι ἀπὸ τοῦ μεγάλου βωμοῦ — 现在分词与格 ἰόντι 并非指代特定个人,而是作为关系与格(表示视角或基准,“对于前往……的人而言”)发挥作用。
  5. §5.20.10μετὰ τὸ ἐν Χαιρωνείᾳ τὴν Ἑλλάδα ὀλισθεῖν — 介词 μετά 支配带冠词的不定式 τὸ ... ὀλισθεῖν,而 τὴν 🇪🇱 作为该不定式的逻辑主语以宾格呈现,整体构成时间状语从句,意为“在希腊于喀罗尼亚失足(战败)之后”。

引用这一段

保萨尼亚斯, 希腊志 §5.20.1-5.20.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.20.1-5.20.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。