Humanitext Reader

パウサニアス · ギリシア案内記 §5.19.1-5.19.10

キュプセロスの箱の第四段と第五段の浮き彫り

211 / 465 箇所 · ギリシア語

要旨

キプセロスの箱の第四および第五(最上部)の帯に描かれている、神話的英雄や神々の様々な場面(ボレアス、ヘラクレス、テセウス、アキレウス、オディセウス、ナウシカアなど)を詳細に描写し、この箱自体の作者や銘文の作者について自説を述べている。

§5.19.1τέταρτα δὲ ἐπὶ τῇ λάρνακι ἐξ ἀριστερᾶς περιιόντι Βορέας ἐστὶν ἡρπακὼς Ὠρείθυιαν—οὐραὶ δὲ ὄφεων ἀντὶ ποδῶν εἰσὶν αὐτῷ—καὶ Ἡρακλέους ὁ πρὸς Γηρυόνην ἀγών·
この箱の第四の帯においては、左から巡回する者にとって、ボレアスがオレイテュイアをさらっている姿があり――彼には足の代わりに蛇の尾がある――、またヘラクレスのゲリュオネスとの戦いがある。
τρεῖς δὲ ἄνδρες Γηρυόνης εἰσὶν ἀλλήλοις προσεχόμενοι.
ゲリュオネスは、互いにくっつき合っている三人の男たちである。
Θησεὺς δὲ ἔχων λύραν καὶ παρʼ αὐτὸν Ἀριάδνη κατέχουσά ἐστι στέφανον.
テセウスは竪琴を持っており、彼の傍らにはアリアドネが冠を手に持っている。
Ἀχιλλεῖ δὲ καὶ Μέμνονι μαχομένοις παρεστήκασιν αἱ μητέρες·
戦っているアキレウスとメμノンには、それぞれの母親たちが傍らに立っている。
§5.19.2ἔστι δὲ καὶ Μελανίων καὶ Ἀταλάντη παρʼ αὐτὸν ἔχουσα ἐλάφου νεβρόν.
またメラニオンもおり、彼の傍らには鹿の小鹿を手に持っているアタランテがいる。
μονομαχοῦντος δὲ Αἴαντι Ἕκτορος κατὰ τὴν πρόκλησιν, μεταξὺ ἕστηκεν αὐτῶν Ἔρις αἰσχίστη τὸ εἶδος ἐοικυῖα·
挑戦に従ってヘクトルがアイアスと一騎打ちをしているが、彼らの間には、極めて醜い姿に似たエリスが立っている。
πρὸς δὲ ταύτῃ καὶ Καλλιφῶν Σάμιος ἐν Ἀρτέμιδος ἱερῷ τῆς Ἐφεσίας ἐποίησεν Ἔριν, τὴν μάχην γράψας τὴν ἐπὶ ταῖς ναυσὶν Ἑλλήνων.
これに加えて、サモス人のカリポンも、エペソスのアルテミス神殿において、ギリシア人の船頭での戦いを描いた際にエリスを作った。
εἰσὶ δὲ ἐπὶ τῇ λάρνακι Διόσκουροι, ὁ ἕτερος οὐκ ἔχων πω γένεια, μέση δὲ αὐτῶν Ἑλένη·
また箱の上にはディオスクロイがおり、一方はまだ髭が生えておらず、彼らの真ん中にはヘレネがいる。
§5.19.3Αἴθρα δὲ ἡ Πιτθέως ὑπὸ τῆς Ἑλένης τοῖς ποσὶν ἐς ἔδαφος καταβεβλημένη μέλαιναν ἔχουσά ἐστιν ἐσθῆτα, ἐπίγραμμα δὲ ἐπʼ αὐτοῖς ἔπος τε ἑξάμετρον καὶ ὀνόματός ἐστιν ἑνὸς ἐπὶ τῷ ἑξαμέτρῳ προσθήκη·
ピッテウスの娘アイトラは、ヘレネによって足もとの地面に押し倒され、黒い衣を身にまとっている。 彼らの上には銘文として、ヘクサメトロスの詩と、そのヘクサメトロスへの一つの名前の付け足しがある。
" Τυνδαρίδα Ἑλέναν φέρετον, Αἴθραν δʼ ἕλκετον Ἀθάναθεν. "
"テュンダレオスの子ら二人がヘレネを連れ去り、アイトラをアテナイから引きずり出してゆく。
§5.19.4τοῦτο μὲν δὴ τὸ ἔπος οὕτω πεποίηται·
"この詩は確かにそのように作られている。
Ἰφιδάμαντος δὲ τοῦ Ἀντήνορος κειμένου μαχόμενος πρὸς Ἀγαμέμνονα ὑπὲρ αὐτοῦ Κόων ἐστί·
アンテノルの子イピダマスが横たわっているのに対して、彼のためにアガメムノンと戦っているのはコオンである。
Φόβος δὲ ἐπὶ τοῦ Ἀγαμέμνονος τῇ ἀσπίδι ἔπεστιν, ἔχων τὴν κεφαλὴν λέοντος.
アガメムノンの盾の上にはポボス(恐怖)がおり、ライオンの頭を持っている。
ἐπιγράμματα δὲ ὑπὲρ μὲν τοῦ Ἰφιδάμαντος νεκροῦ, " Ἰφιδάμας οὗτός τε Κόων περιμάρναται αὐτοῦ·
銘文は、死んだイピダマスの上には、 "この者はイピダマス、そしてコオンが彼のために戦っている。
" τοῦ Ἀγαμέμνονος δὲ ἐπὶ τῇ ἀσπίδι, §5.19.5" οὗτος μὲν Φόβος ἐστὶ βροτῶν, ὁ δʼ ἔχων Ἀγαμέμνων.
"であり、アガメムノンの盾の上には、 "この者は人間たちのポボス(恐怖)であり、それを持つのはアガメムノン。
" ἄγει δὲ καὶ Ἑρμῆς παρʼ Ἀλέξανδρον τὸν Πριάμου τὰς θεὰς κριθησομένας ὑπὲρ τοῦ κάλλους, καὶ ἔστιν ἐπίγραμμα καὶ τούτοις·
"またヘルメスが、美をめぐって判定を受けさせるために、プリアモスの息子アレクサンドロスのもとへ女神たちを導いており、これらについても銘文がある。
" Ἑρμείας ὅδʼ Ἀλεξάνδρῳ δείκνυσι διαιτῆν τοῦ εἴδους Ἥραν καὶ Ἀθάναν καὶ Ἀφροδίταν.
"ヘルメスはここに、美の判定者アレクサンドロスに、ヘラとアテナとアプロディテを示す。
" Ἄρτεμις δὲ οὐκ οἶδα ἐφʼ ὅτῳ λόγῳ πτέρυγας ἔχουσά ἐστιν ἐπὶ τῶν ὤμων, καὶ τῇ μὲν δεξιᾷ κατέχει πάρδαλιν, τῇ δὲ ἑτέρᾳ τῶν χειρῶν λέοντα.
"アルテミスは、いかなる理由によるものか私は知らないが、両肩に翼を持っており、右手にはヒョウを、もう一方の手にはライオンを掴んでいる。
πεποίηται δὲ καὶ Κασσάνδραν ἀπὸ τοῦ ἀγάλματος Αἴας τῆς Ἀθηνᾶς ἕλκων, ἐπʼ αὐτῷ δὲ καὶ ἐπίγραμμά ἐστιν·
また、アイアスがアテナの神像からカッサンドラを引きずり出している姿も作られており、その上には銘文もある。
" Αἴας Κασσάνδραν ἀπʼ Ἀθαναίας Λοκρὸς ἕλκει. "
"ロクリス人のアイアスが、アテナからカッサンドラを引きずり出す。
§5.19.6τῶν δὲ Οἰδίποδος παίδων Πολυνείκει πεπτωκότι ἐς γόνυ ἔπεισιν Ἐτεοκλῆς.
"オイディプスの子供たちのうち、膝を突いて倒れたポリュネイケスにエテオクレスが襲いかかっている。
τοῦ Πολυνείκους δὲ ὄπισθεν γυνὴ ἕστηκεν ὀδόντας τε ἔχουσα οὐδὲν ἡμερωτέρους θηρίου καί οἱ τῶν χειρῶν εἰσιν ἐπικαμπεῖς οἱ ὄνυχες·
ポリュネイケスの後ろには、野獣に劣らず荒々しい歯を持ち、手の爪が曲がっている女性が立っている。
ἐπίγραμμα δὲ ἐπʼ αὐτῇ εἶναί φησι Κῆρα, ὡς τὸν μὲν ὑπὸ τοῦ πεπρωμένου τὸν Πολυνείκην ἀπαχθέντα, Ἐτεοκλεῖ δὲ γενομένης καὶ σὺν τῷ δικαίῳ τῆς τελευτῆς.
彼女の上の銘文は「ケル(死の運命)」であると伝えており、これはポリュネイケスが運命によって連れ去られたのに対し、エテオクレスには正義を伴った死が訪れたことを示している。
Διόνυσος δὲ ἐν ἄντρῳ κατακείμενος, γένεια ἔχων καὶ ἔκπωμα χρυσοῦν, ἐνδεδυκώς ἐστι ποδήρη χιτῶνα·
ディオニュソスは洞窟の中に横たわっており、髭を蓄え、黄金の杯を持ち、足元まで届くキトンを身にまとっている。
δένδρα δὲ ἄμπελοι περὶ αὐτὸν καὶ μηλέαι τέ εἰσι καὶ ῥόαι.
彼の周りには木々があり、ブドウやリンゴ、ザクロがある。
§5.19.7ἡ δὲ ἀνωτάτω χώρα—πέντε γὰρ ἀριθμόν εἰσι— παρέχεται μὲν ἐπίγραμμα οὐδέν, λείπεται δὲ εἰκάζειν ἐς τὰ ἐπειργασμένα.
最も上の帯は――これらは数にして五つあるのだが――銘文を全く提供しておらず、彫り込まれたものについて推測するほかない。
εἰσὶν οὖν ἐν σπηλαίῳ γυνὴ καθεύδουσα σὺν ἀνδρὶ ἐπὶ κλίνῃ, καὶ σφᾶς Ὀδυσσέα εἶναι καὶ Κίρκην ἐδοξάζομεν ἀριθμῷ τε τῶν θεραπαινῶν, αἵ εἰσι πρὸ τοῦ σπηλαίου, καὶ τοῖς ποιουμένοις ὑπʼ αὐτῶν·
さて、洞窟の中に寝台の上で男と一緒に眠っている女性がおり、私たちは彼女らをオデュッセウスとキルケであると考えた。 それは、洞窟の前にいる侍女たちの数と、彼女たちによってなされている事柄による。
τέσσαρές τε γάρ εἰσιν αἱ γυναῖκες καὶ ἐργάζονται τὰ ἔργα, ἃ ἐν τοῖς ἔπεσιν Ὅμηρος εἴρηκε.
というのも、女性たちは四人であり、ホメロスが詩の中で語った仕事を彼女たちは行っているからである。
Κένταυρος δὲ οὐ τοὺς πάντας ἵππου πόδας, τοὺς δὲ ἔμπροσθεν αὐτῶν ἔχων ἀνδρός ἐστιν.
また、ケンタウロスがおり、その足はすべてが馬の足ではなく、前足は人間の足である。
§5.19.8ἑξῆς καὶ ἵππων συνωρίδες καὶ γυναῖκες ἐπὶ τῶν συνωρίδων εἰσὶν ἑστῶσαι·
その次には、馬の二頭立て馬車と、その馬車の上に立っている女性たちがいる。
πτερὰ δὲ τοῖς ἵπποις χρυσᾶ ἐστι, καὶ ἀνὴρ δίδωσιν ὅπλα μιᾷ τῶν γυναικῶν.
馬たちには黄金の翼があり、男が女性たちの一人に武具を与えている。
ταῦτα ἐς τὴν Πατρόκλου τελευτὴν ἔχειν τεκμαίρονται·
人々は、これらがパトロクロスの死に関連するものと推測している。
Νηρηίδας τε γὰρ ἐπὶ τῶν συνωρίδων εἶναι καὶ Θέτιν τὰ ὅπλα λαμβάνειν παρὰ Ἡφαίστου.
なぜなら、馬車の上にいるのはネレイデスであり、テティスがヘパイストスから武具を受け取っているのだからである。
καὶ δὴ καὶ ἄλλως ὁ τὰ ὅπλα διδοὺς οὔτε τοὺς πόδας ἐστὶν ἐρρωμένος καὶ ὄπισθεν οἰκέτης ἕπεταί οἱ πυράγραν ἔχων·
そして実際、武具を与えている男は、足が不自由であり、後ろからは火箸を持った召使が彼に従っている。
§5.19.9λέγεται δὲ καὶ ἐς τὸν Κένταυρον ὡς Χίρων, ἀπηλλαγμένος ἤδη παρὰ ἀνθρώπων καὶ ἠξιωμένος εἶναι σύνοικος θεοῖς, ῥᾳστώνην τινὰ ἥκοι τοῦ πένθους Ἀχιλλεῖ παρασκευάσων.
またケンタウロスについても、すでに人間から離れて神々と共に住むことを許されたケイロンであり、アキレウスの哀しみを和らげるためにやって来たのだと語られている。
παρθένους δὲ ἐπὶ ἡμιόνων τὴν μὲν ἔχουσαν τὰς ἡνίας, τὴν δὲ ἐπικειμένην κάλυμμα ἐπὶ τῇ κεφαλῇ, Ναυσικᾶν τε νομίζουσιν εἶναι τὴν Ἀλκίνου καὶ τὴν θεράπαιναν, ἐλαυνούσας ἐπὶ τοὺς πλυνούς.
ラバに乗った乙女たちのうち、一方は手綱を持ち、もう一方は頭にベールを被っているが、人々は彼女たちをアルキノオスの娘ナウシカアと侍女であり、洗濯場へと車を走らせているのだと考えている。
τοξεύοντα δὲ ἄνδρα Κενταύρους, τοὺς δὲ καὶ ἀπεκτονότα ἐξ αὐτῶν, δῆλα Ἡρακλέα τε τὸν τοξεύοντα καὶ Ἡρακλέους εἶναι τὸ ἔργον.
ケンタウロスたちに弓を射ており、そのうちの何人かをすでに殺している男については、弓を射ているのがヘラクレスであり、その業がヘラクレスのものであることは明らかである。
§5.19.10τὸν μὲν δὴ τὴν λάρνακα εἰργασμένον ὅστις ἦν, οὐδαμῶς ἡμῖν δυνατὰ ἦν συμβαλέσθαι·
この箱を製作したのが誰であるかについては、私たちには推測することが全く不可能であった。
τὰ ἐπιγράμματα δὲ τὰ ἐπʼ αὐτῆς τάχα μέν που καὶ ἄλλος τις ἂν εἴη πεποιηκώς, τῆς δὲ ὑπονοίας τὸ πολὺ ἐς Εὔμηλον τὸν Κορίνθιον εἶχεν ἡμῖν, ἄλλων τε ἕνεκα καὶ τοῦ προσοδίου μάλιστα ὃ ἐποίησεν ἐς Δῆλον.
しかしその上の銘文については、おそらく他の誰かが作ったのかもしれないが、私たちの疑念の大部分は、とりわけ彼がデロス島のために作った行進歌などの理由から、コリントス人エウメロスへと向けられていた。

語釈・文法注

  1. 5.19.1περιιόντι — 与格現在分詞。単独で「〜する人にとって」という判断の基準や視点を示す与格(dativus iudicantis)として機能している。
  2. 5.19.2μονομαχοῦντος δὲ Αἴαντι Ἕκτορος — `Ἕκτορος` を意味上の主語とする属格独立構文。与格 `Αἴαντι` は自動詞 `μονομαχέω`(一騎打ちをする)の補語(「アイアスと」)である。
  3. 5.19.6ὡς τὸν μὲν ὑπὸ τοῦ πεπρωμένου τὸν Πολυνείκην ἀπαχθέντα, Ἐτεοκλεῖ δὲ γενομένης καὶ σὺν τῷ δικαίῳ τῆς τελευτῆς — 接頭辞 `ὡς`(〜という理由で、〜という解釈で)に伴う非対称な独立構造。前半の `τὸν μὲν... Πολυνείκην ἀπαχθέντα` は対格独立(分詞 `ἀπαχθέντα`)、後半の `Ἐτεοκλεῖ δὲ γενομένης... τῆς τελευτῆς` は属格独立である。
  4. 5.19.9ἐλαυνούσας — 対格現在分詞女性複数。主節の動詞 `νομίζουσιν`(〜と考える)の目的語であり、省略された不定詞(`εἶναι` など)の意味上の主語である `Ναυσικᾶν... καὶ τὴν θεράπαιναν` と性・数・格が一致している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §5.19.1-5.19.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.19.1-5.19.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。