Humanitext Reader

パウサニアス · ギリシア案内記 §5.16.1-5.16.8

ヘラ神殿とヘライア祭の競走と十六人の女性

207 / 465 箇所 · ギリシア語

要旨

パウサニアスはオリンピアのヘラ神殿の規模と由来を説明し、4年ごとに開催される女性の競技会(ヘライア)の起源、進行方法、およびその主催者である16人の女性の歴史的由来について述べる。

§5.16.1λείπεται δὲ τὸ μετὰ τοῦτο ἡμῖν τῆς τε Ἥρας ὁ ναὸς καὶ ὁπόσα ἐστὶν ἐν τῷ ναῷ πρέποντα ἐς συγγραφήν.
次に私たちに残されているのは、ヘラの神殿と、その神殿の中にある記述に値するすべてのものである。
λέγεται δὲ ὑπὸ Ἠλείων ὡς Σκιλλούντιοι τῶν ἐν τῇ Τριφυλίᾳ πόλεών εἰσιν οἱ κατασκευασάμενοι τὸν ναὸν ὀκτὼ μάλιστα ἔτεσιν ὕστερον ἢ τὴν βασιλείαν τὴν ἐν Ἤλιδι ἐκτήσατο Ὄξυλος.
エリース人たちによって言われているのは、トリピュリアの都市の一つであるスキルースの住人たちが、オクリュロスがエリースの王権を獲得してからおよそ8年後に、この神殿を建てたということである。
ἐργασία μὲν δή ἐστι τοῦ ναοῦ Δώριος, κίονες δὲ περὶ πάντα ἑστήκασιν αὐτόν·
神殿の造りはドリス式であり、その周囲全体に柱が立っている。
ἐν δὲ τῷ ὀπισθοδόμῳ δρυὸς ὁ ἕτερος τῶν κιόνων ἐστί.
奥の間(オピストドモス)には、柱のうちの一本が樫の木でできている。
μῆκος δέ εἰσι τοῦ ναοῦ πόδες ἐννέα καὶ ἑξήκοντα καὶ ἑκατόν, εὖρος δὲ τρεῖς καὶ ἑξήκοντα, τὸ δὲ ὕψος τῶν πεντήκοντα οὐκ ἀποδεῖ·
神殿の長さは169フィート、幅は63フィートであり、高さは50フィートに不足しない。
τὸν δὲ ἀρχιτέκτονα ὅστις ἐγένετο οὐ μνημονεύουσι.
建築家が誰であったかは記憶されていない。
§5.16.2διὰ πέμπτου δὲ ὑφαίνουσιν ἔτους τῇ Ἥρᾳ πέπλον αἱ ἓξ καὶ δέκα γυναῖκες·
4年ごとに、16人の女性たちがヘラのためにペプロス(長衣)を織る。
αἱ δὲ αὐταὶ τιθέασι καὶ ἀγῶνα Ἡραῖα.
彼女たち自身がまた、ヘライアという競技会をも催す。
ὁ δὲ ἀγών ἐστιν ἅμιλλα δρόμου παρθένοις·
この競技は乙女たちのための徒競走の競い合いである。
οὔτι που πᾶσαι ἡλικίας τῆς αὐτῆς, ἀλλὰ πρῶται μὲν αἱ νεώταται, μετὰ ταύτας δὲ αἱ τῇ ἡλικίᾳ δεύτεραι, τελευταῖαι δὲ θέουσιν ὅσαι πρεσβύταται τῶν παρθένων εἰσί.
決して全員が同じ年齢というわけではなく、まず最も若い者たちが、その後に年齢で二番目の者たちが、最後に乙女たちのうちで最も年長の者たちが走る。
§5.16.3θέουσι δὲ οὕτω·
彼女たちはこのように走る。
καθεῖταί σφισιν ἡ κόμη, χιτὼν ὀλίγον ὑπὲρ γόνατος καθήκει, τὸν ὦμον ἄχρι τοῦ στήθους φαίνουσι τὸν δεξιόν.
髪は垂らされ、キトンは膝の少し上まで垂れ下がり、右の肩を胸まで露出させている。
ἀποδεδειγμένον μὲν δὴ ἐς τὸν ἀγῶνά ἐστι καὶ ταύταις τὸ Ὀλυμπικὸν στάδιον, ἀφαιροῦσι δὲ αὐταῖς ἐς τὸν δρόμον τοῦ σταδίου τὸ ἕκτον μάλιστα·
彼女たちの競技のためにもオリンピアのスタディオンが指定されているが、彼女たちの走りのためには、スタディオンのおよそ6分の1を差し引く。
ταῖς δὲ νικώσαις ἐλαίας τε διδόασι στεφάνους καὶ βοὸς μοῖραν τεθυμένης τῇ Ἥρᾳ, καὶ δὴ ἀναθεῖναί σφισιν ἔστι γραψαμέναις εἰκόνας.
勝者たちには、オリーブの冠と、ヘラに犠牲として捧げられた牝牛の肉の一盛りが与えられ、また自分の肖像を描かせて奉納することも許されている。
εἰσὶ δὲ καὶ αἱ διακονούμεναι ταῖς ἑκκαίδεκα κατὰ ταὐτὰ ταῖς ἀγωνοθετούσαις γυναῖκες.
また、競技を主催する16人の女性たちを同じように手伝う女性たちもいる。
§5.16.4ἐπανάγουσι δὲ καὶ τῶν παρθένων τὸν ἀγῶνα ἐς τὰ ἀρχαῖα, Ἱπποδάμειαν τῇ Ἤρᾳ τῶν γάμων τῶν Πέλοπος ἐκτίνουσαν χάριν τάς τε ἑκκαίδεκα ἀθροῖσαι γυναῖκας λέγοντες καὶ σὺν αὐταῖς διαθεῖναι πρώτην τὰ Ἡραῖα·
彼らは乙女たちの競技をも古代に帰せ、ヒッポダメイアがペロプスとの結婚の感謝をヘラに支払うために、16人の女性を集め、彼女たちと共に最初にヘライアを催したと言う。
μνημονεύουσι δὲ καὶ ὅτι Χλῶρις νικήσειεν Ἀμφίονος θυγάτηρ μόνη λειφθεῖσα τοῦ οἴκου.
また、アンピオンの娘クロリスが、その家の唯一の生き残りとして勝利したことも記憶している。
σὺν δὲ αὐτῇ καὶ ἕνα περιγενέσθαι φασὶ τῶν ἀρσένων·
彼女と共に、男子の一人も生き残ったと言われている。
ἃ δὲ ἐς τοὺς Νιόβης παῖδας παρίστατο αὐτῷ μοι γινώσκειν, ἐν τοῖς ἔχουσιν ἐς Ἀργείους ἐδήλωσα.
ニオベの子供たちに関して私に考えられた事柄については、アルゴス人に関する記述の中で明らかにした。
§5.16.5ἐς δὲ τὰς ἑκκαίδεκα γυναῖκας καὶ ἄλλον τοιόνδε λέγουσιν ἐπὶ τῷ προτέρῳ λόγον.
16人の女性に関しては、前の話に加えて、次のような別の話も語られている。
Δαμοφῶντά φασι τυραννοῦντα ἐν Πίσῃ πολλά τε ἐργάσασθαι καὶ χαλεπὰ Ἠλείους·
ピサで僭主であったダモポンが、エリース人たちに対して多くの酷い行いをしたと言われている。
ὡς δὲ ἐτελεύτησεν ὁ Δαμοφῶν—οὐ γὰρ δὴ οἱ Πισαῖοι συνεχώρουν μετέχειν δημοσίᾳ τοῦ τυράννου τῶν ἁμαρτημάτων, καί πως ἀρεστὰ καὶ Ἠλείοις ἐγένετο καταλύεσθαι τὰ ἐς αὐτοὺς ἐγκλήματα—, οὕτως ἑκκαίδεκα οἰκουμένων τηνικαῦτα ἔτι ἐν τῇ Ἠλείᾳ πόλεων γυναῖκα ἀφʼ ἑκάστης εἵλοντο διαλύειν τὰ διάφορά σφισιν, ἥτις ἡλικίᾳ τε ἦν πρεσβυτάτη καὶ ἀξιώματι καὶ δόξῃ τῶν γυναικῶν προεῖχεν.
ダモポンが死ぬと(ピサ人たちは公に僭主の罪業を分かつことを望まず、またエリース人たちにとっても、彼らに対する告発を和解させることがどうにか好ましく思われたので)、その当時まだエリース地方で人が住んでいた16の都市から、彼女たちの間の紛争を解決するために、年齢が最も高く、かつ女性たちの中で地位と評判において優れている女性を各都市から一人ずつ選んだ。
§5.16.6αἱ πόλεις δὲ ἀφʼ ὧν τὰς γυναῖκας εἵλοντο, ἦσαν Ἦλις.
彼女たちを選び出した都市は、エリース、[欠落]……であった。
ἀπὸ τούτων μὲν αἱ γυναῖκες οὖσαι τῶν πόλεων Πισαίοις διαλλαγὰς πρὸς Ἠλείους ἐποίησαν·
これらの都市出身の女性たちが、ピサ人たちとエリース人たちとの和解をもたらした。
ὕστερον δὲ καὶ τὸν ἀγῶνα ἐπετράπησαν ὑπʼ αὐτῶν θεῖναι τὰ Ἡραῖα καὶ ὑφήνασθαι τῇ Ἥρᾳ τὸν πέπλον.
後に彼女たちは、ヘライアの競技会を催すことと、ヘラのためにペプロスを織ることを、彼らから委ねられた。
αἱ δὲ ἑκκαίδεκα γυναῖκες καὶ χοροὺς δύο ἱστᾶσι καὶ τὸν μὲν Φυσκόας τῶν χορῶν, τὸν δὲ Ἱπποδαμείας καλοῦσι·
また、この16人の女性たちは二つの合唱団を組織し、そのうちの一方をピュスコアの、他方をヒッポダメイアの(合唱団)と呼んでいる。
τὴν Φυσκόαν δὲ εἶναι ταύτην φασὶν ἐκ τῆς Ἤλιδος τῆς Κοίλης, τῷ δήμῳ δὲ ἔνθα ᾤκησεν ὄνομα Ὀρθίαν εἶναι.
このピュスコアは、コイレ・エリース(「窪めるエリース」)の出身であり、彼女が住んだデモス(区)の名前はオルティアであったと言われている。
§5.16.7ταύτῃ τῇ Φυσκόᾳ Διόνυσον συγγενέσθαι λέγουσι, Φυσκόαν δὲ ἐκ Διονύσου τεκεῖν παῖδα Ναρκαῖον·
このピュスコアにディオニュソスが交わったと言され、ピュスコアはディオニュソスとの間に子ナルカイオスを産んだ。
τοῦτον, ὡς ηὐξήθη, πολεμεῖν τοῖς προσοίκοις καὶ δυνάμεως ἐπὶ μέγα ἀρθῆναι, καὶ δὴ καὶ Ἀθηνᾶς ἱερὸν ἐπίκλησιν Ναρκαίας αὐτὸν ἱδρύσασθαι·
この者は、成長すると近隣の者たちと戦い、大いなる勢力へと上り詰め、アテナ・ナルカイアという異名のアテナの神殿を自ら築いたという。
Διονύσῳ τε τιμὰς λέγουσιν ὑπὸ Ναρκαίου καὶ Φυσκόας δοθῆναι πρώτων.
また、ディオニュソスへの崇拝はナルカイオスとピュスコアによって最初に与えられたと言われている。
Φυσκόας μὲν δὴ γέρα καὶ ἄλλα καὶ χορὸς ἐπώνυμος παρὰ τῶν ἑκκαίδεκα γυναικῶν, φυλάσσουσι δὲ οὐδὲν ἧσσον Ἠλεῖοι καὶ τἄλλα καταλυθεισῶν ὅμως τῶν πόλεων·
ピュスコアには、16人の女性たちから様々な特権やその名を冠した合唱団が与えられており、エリース人たちは、都市たちが消滅したにもかかわらず、他の習慣をも同様に保ち続けている。
νενεμημένοι γὰρ ἐς ὀκτὼ φυλὰς ἀφʼ ἑκάστης αἱροῦνται γυναῖκας δύο.
というのも、彼らは8つの部族に分けられており、各部族から二人の女性を選んでいるからである。
§5.16.8ὁπόσα δὲ ἢ ταῖς ἑκκαίδεκα γυναιξὶν ἢ τοῖς ἑλλανοδικοῦσιν Ἠλείων δρᾶν καθέστηκεν, οὐ πρότερον δρῶσι πρὶν ἢ χοίρῳ τε ἐπιτηδείῳ πρὸς καθαρμὸν καὶ ὕδατι ἀποκαθήρωνται.
16人の女性たち、あるいはエリース人のヘラノディカイ(競技審判員)たちが行うことになっているすべての事柄について、彼らは、浄めに適した子豚と水で身を清める前にはそれを行わない。
γίνεται δέ σφισιν ἐπὶ κρήνῃ Πιέρᾳ τὰ καθάρσια·
彼らの浄めの儀式はピエラという泉で行われる。
ἐκ δὲ Ὀλυμπίας τὴν πεδιάδα ἐς Ἦλιν ἐρχομένῳ πρὸς τὴν πηγὴν ἀφικέσθαι τὴν Πιέραν ἔστι.
オリンピアから平野を通ってエリースへと赴く者にとって、ピエラの泉に達することができる。

語釈・文法注

  1. 5.16.3αὐταῖς — 与格 αὐταῖς は分離の与格(dative of separation)として機能し、動詞 ἀφαιροῦσι(差し引く)とともに「彼女たちから(差し引く)」を意味する。
  2. 5.16.4παρίστατο αὐτῷ μοι γινώσκειν — 動詞 παρίσταμαι は与格を伴って「(考えなどが人の中に)生じる、思い浮かぶ」を意味する。αὐτῷ μοι は強調された与格(私自身に)。不定詞 γινώσκειν は「知ること、判断すること」で、全体として「私が知る(判断する)に至ったこと」を表す。
  3. 5.16.7καταλυθεισῶν ὅμως τῶν πόλεων — 譲歩を表す小辞 ὅμως が挿入された分詞の独立属格構文(Genitive Absolute)。「(16の)都市が消滅してしまったにもかかわらず」という譲歩の意味を明確にしている。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §5.16.1-5.16.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.16.1-5.16.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。