§5.15.8ἔστι δὲ πρὸ τοῦ καλουμένου Θεηκολεῶνος οἴκημα·
テエコレイオン(神官の館)と呼ばれるものの前には、建物がある。
τούτου δὲ ἐν γωνίᾳ τοῦ οἰκήματος Πανὸς ἵδρυται βωμός.
この建物の角には、パンの祭壇が築かれている。
τὸ πρυτανεῖον δὲ Ἠλείοις ἔστι μὲν τῆς Ἄλτεως ἐντός, πεποίηται δὲ παρὰ τὴν ἔξοδον ἥ ἐστι τοῦ γυμνασίου πέραν·
エリース人たちのプリュタネイオン(政庁)はアルティスの内側にあり、ギムナシオンの向こう側にある出口の傍らに建てられている。
ἐν τούτῳ δὲ οἵ τε δρόμοι τῷ γυμνασίῳ καὶ τοῖς ἀθληταῖς εἰσιν αἱ παλαῖστραι.
この(ギムナシオン)の中には、競争路があり、またアスリートたちのためのパライストラ(格闘技練習場)がある。
τοῦ πρυτανείου δὲ πρὸ μὲν τῶν θυρῶν βωμός ἐστιν Ἀρτέμιδος Ἀγροτέρας·
プリュタネイオンの扉の前には、アグロテラ(狩猟の)・アルテミスの祭壇がある。
§5.15.9ἐν δὲ αὐτῷ τῷ πρυτανείῳ παριόντων ἐς τὸ οἴκημα, ἔνθα σφίσιν ἡ ἑστία, Πανός ἐστιν ἐν δεξιᾷ τῆς ἐσόδου βωμός.
プリュタネイオンそれ自体の内部で、彼らにとって炉(ヘスティア)のある建物に入っていく者の、入り口の右手にはパンの祭壇がある。
ἔστι δὲ ἡ ἑστία τέφρας καὶ αὕτη πεποιημένη, καὶ ἐπʼ αὐτῆς πῦρ ἀνὰ πᾶσάν τε ἡμέραν καὶ ἐν πάσῃ νυκτὶ ὡσαύτως καίεται·
この炉もまた灰で作られており、その上では昼も夜も同様に、絶えず火が燃やされている。
ἀπὸ ταύτης τῆς ἑστίας τὴν τέφραν κατὰ τὰ εἰρημένα ἤδη μοι κομίζουσιν ἐπὶ τὸν τοῦ Ὀλυμπίου βωμόν, καὶ οὐχ ἥκιστα ἐς μέγεθος συντελεῖ τῷ βωμῷ τὸ ἀπὸ τῆς ἑστίας ἐπιφορούμενον.
この炉から彼らは、私がすでに述べた通りに、灰をオリンピアのゼウスの祭壇へと運び、この炉から運ばれて付け加えられるものが、祭壇を大きくすることに少なからず貢献している。
§5.15.10ἑκάστου δὲ ἅπαξ τοῦ μηνὸς θύουσιν ἐπὶ πάντων Ἠλεῖοι τῶν κατειλεγμένων βωμῶν.
毎月一度、エリース人たちは、挙げられたすべての祭壇の上で犠牲を捧げる。
θύουσι δὲ ἀρχαῖόν τινα τρόπον·
彼らはある古い方法で犠牲を捧げる。
λιβανωτὸν γὰρ ὁμοῦ πυροῖς μεμαγμένοις μέλιτι θυμιῶσιν ἐπὶ τῶν βωμῶν, τιθέασι δὲ καὶ κλῶνας ἐλαίας ἐπʼ αὐτῶν καὶ οἴνῳ χρῶνται σπονδῇ.
すなわち、蜂蜜でこねた小麦の粉と一緒に、乳香を祭壇の上で燻らすのである。 また、その上にオリーブの枝を置き、献酒としてワインを用いる。
μόναις δὲ ταῖς Νύμφαις οὐ νομίζουσιν οἶνον οὐδὲ ταῖς Δεσποίναις σπένδειν οὐδὲ ἐπὶ τῷ βωμῷ τῷ κοινῷ πάντων θεῶν.
ただし、ニムフたちだけに、またデスポイナイ(女主人たち)だけに、そしてすべての神々の共同の祭壇の上でも、ワインを注ぐことは習慣とされていない。
μέλει δὲ τὰ ἐς θυσίας θεηκόλῳ τε, ὃς ἐπὶ μηνὶ ἑκάστῳ τὴν τιμὴν ἔχει, καὶ μάντεσι καὶ σπονδοφόροις, ἔτι δὲ ἐξηγητῇ τε καὶ αὐλητῇ καὶ τῷ ξυλεῖ·
犠牲に関することは、毎月その役職を務めるテエコロス(神官)と、占い師たち、献酒使節たち、さらに解釈者、笛吹き、そして材木係の任務である。
§5.15.11ὁπόσα δὲ ἐπὶ ταῖς σπονδαῖς λέγειν σφίσιν ἐν τῷ πρυτανείῳ καθέστηκεν, ἢ καὶ ὕμνους ὁποίους ᾄδουσιν, οὔ με ἦν εἰκὸς ἐπεισαγαγέσθαι καὶ ταῦτα ἐς τὸν λόγον.
プリュタネイオンでの献酒に際して彼らが唱えることになっている事柄や、あるいは彼らが歌うどのような讃歌も、これらをも私の記述に持ち込むことは適切ではなかった。
θεοῖς δὲ οὐ τοῖς Ἑλληνικοῖς μόνον ἀλλὰ καὶ τῷ ἐν Λιβύῃ σπένδουσι καὶ Ἥρᾳ τε Ἀμμωνίᾳ καὶ Παράμμωνι·
彼らはギリシアの神々だけでなく、リビアの神にも、またアモニア(アモンの)・ヘラ、およびパラモンにも献酒をする。
Ἑρμοῦ δὲ ἐπίκλησίς ἐστιν ὁ Παράμμων.
パラモンとはヘルメスの異名である。
φαίνονται δὲ χρώμενοι ἐκ παλαιοτάτου τῷ ἐν Λιβύῃ μαντείῳ, καὶ ἀναθήματα Ἠλείων ἐν Ἄμμωνός εἰσι βωμοί·
彼らはきわめて古い時代からリビアの神託所を利用しているようであり、アモンの神殿にはエリース人の奉納物の祭壇がある。
γέγραπται δὲ ἐπʼ αὐτῶν ὅσα τε ἐπυνθάνοντο οἱ Ἠλεῖοι καὶ τὰ χρησθέντα ὑπὸ τοῦ θεοῦ καὶ τὰ ὀνόματα τῶν ἀνδρῶν οἳ παρὰ τὸν Ἄμμωνα ἦλθον ἐξ Ἤλιδος.
それらの上には、エリース人たちが尋ねた事柄、神によって与えられた神託、そしてエリースからアモンのもとへと赴いた男たちの名前が記されている。
ταῦτα μὲν δή ἐστιν ἐν Ἄμμωνος·
これらがアモンの神殿にあるものである。
§5.15.12Ἠλεῖοι δὲ καὶ ἥρωσι καὶ γυναιξὶ σπένδουσιν ἡρώων, ὅσοι τε ἐν τῇ χώρᾳ τῇ Ἠλείᾳ καὶ ὅσοι παρὰ Αἰτωλοῖς τιμὰς ἔχουσιν.
エリース人たちはまた、エリース地方において、またアイトリア人たちの間で崇拝されている、英雄たち、および英雄たちの妻たちにも献酒を行う。
ὁπόσα δὲ ᾄδουσιν ἐν τῷ πρυτανείῳ, φωνὴ μέν ἐστιν αὐτῶν ἡ Δώριος, ὅστις δὲ ὁ ποιήσας ἦν τὰ ᾄσματα, οὐ λέγουσιν.
彼らがプリュタネイオンで歌うところのものについては、その方言はドリス方言であるが、その歌の作者が誰であるかは彼らは語らない。
ἔστι δὲ καὶ ἑστιατόριον Ἠλείοις·
エリース人たちにはまた会食所がある。
καὶ τοῦτο ἔστι μὲν ἐντὸς τοῦ πρυτανείου, τοῦ οἰκήματος τοῦ τῆς ἑστίας ἀπαντικρύ, τοὺς δὲ τὰ Ὀλύμπια νικῶντας ἑστιῶσιν ἐν τούτῳ τῷ οἰκήματι.
これもプリュタネイオンの内部、炉のある建物の真向かいにあり、オリンピア競技の勝者たちをこの建物でもてなすのである。