Humanitext Reader

保萨尼亚斯 · 希腊志 §5.16.1-5.16.8

赫拉神殿与赫拉伊亚赛会及十六位女性

第 207 段,共 465 段 · 希腊语

内容简介

保萨尼亚斯描述了奥林匹亚赫拉神殿的规模和起源,阐述了每四年举行一次的少女长跑比赛(赫拉伊亚)的起源和规则,以及负责组织该赛事的十六位女性的历史背景。

§5.16.1λείπεται δὲ τὸ μετὰ τοῦτο ἡμῖν τῆς τε Ἥρας ὁ ναὸς καὶ ὁπόσα ἐστὶν ἐν τῷ ναῷ πρέποντα ἐς συγγραφήν.
在这之后,留给我们的有赫拉的神殿以及神殿内所有值得记述的东西。
λέγεται δὲ ὑπὸ Ἠλείων ὡς Σκιλλούντιοι τῶν ἐν τῇ Τριφυλίᾳ πόλεών εἰσιν οἱ κατασκευασάμενοι τὸν ναὸν ὀκτὼ μάλιστα ἔτεσιν ὕστερον ἢ τὴν βασιλείαν τὴν ἐν Ἤλιδι ἐκτήσατο Ὄξυλος.
伊利斯人说,三菲利亚的城市之一斯基路斯的居民们,在奥克西路斯取得伊利斯王权后大约八年,建造了这座神殿。
ἐργασία μὲν δή ἐστι τοῦ ναοῦ Δώριος, κίονες δὲ περὶ πάντα ἑστήκασιν αὐτόν· ἐν δὲ τῷ ὀπισθοδόμῳ δρυὸς ὁ ἕτερος τῶν κιόνων ἐστί.
神殿的工艺是多利斯式的,四周立着柱子;在后殿(奥皮斯托多莫斯)中,有一根柱子是用橡木制成。
μῆκος δέ εἰσι τοῦ ναοῦ πόδες ἐννέα καὶ ἑξήκοντα καὶ ἑκατόν, εὖρος δὲ τρεῖς καὶ ἑξήκοντα, τὸ δὲ ὕψος τῶν πεντήκοντα οὐκ ἀποδεῖ· τὸν δὲ ἀρχιτέκτονα ὅστις ἐγένετο οὐ μνημονεύουσι.
神殿的长度是一百六十九英尺,宽度是六十三英尺,高度不少于五十英尺;但建筑师是谁,他们并不记得。
§5.16.2διὰ πέμπτου δὲ ὑφαίνουσιν ἔτους τῇ Ἥρᾳ πέπλον αἱ ἓξ καὶ δέκα γυναῖκες· αἱ δὲ αὐταὶ τιθέασι καὶ ἀγῶνα Ἡραῖα.
每隔四年,这十六位女性就会为赫拉织一件长衣(佩普洛斯);同样是这些女性,她们也举办赫拉伊亚竞技会。
ὁ δὲ ἀγών ἐστιν ἅμιλλα δρόμου παρθένοις· οὔτι που πᾶσαι ἡλικίας τῆς αὐτῆς, ἀλλὰ πρῶται μὲν αἱ νεώταται, μετὰ ταύτας δὲ αἱ τῇ ἡλικίᾳ δεύτεραι, τελευταῖαι δὲ θέουσιν ὅσαι πρεσβύταται τῶν παρθένων εἰσί.
这场比赛是少女们的徒跑竞赛;她们绝非都是相同的年龄,而是最年轻的先跑,在她们之后是年龄第二小的,最后跑的是少女中最年长的。
§5.16.3θέουσι δὲ οὕτω· καθεῖταί σφισιν ἡ κόμη, χιτὼν ὀλίγον ὑπὲρ γόνατος καθήκει, τὸν ὦμον ἄχρι τοῦ στήθους φαίνουσι τὸν δεξιόν.
她们这样跑:头发披散开来,短衣(基同)垂到膝盖稍上方,右肩一直裸露到胸部。
ἀποδεδειγμένον μὲν δὴ ἐς τὸν ἀγῶνά ἐστι καὶ ταύταις τὸ Ὀλυμπικὸν στάδιον, ἀφαιροῦσι δὲ αὐταῖς ἐς τὸν δρόμον τοῦ σταδίου τὸ ἕκτον μάλιστα· ταῖς δὲ νικώσαις ἐλαίας τε διδόασι στεφάνους καὶ βοὸς μοῖραν τεθυμένης τῇ Ἥρᾳ, καὶ δὴ ἀναθεῖναί σφισιν ἔστι γραψαμέναις εἰκόνας.
对于她们的比赛,也指定了奥林匹亚体育场,但她们将体育场长度的大约六分之一扣除作为跑道;对于获胜者,她们会给予橄榄冠和解祭给赫拉的母牛的一份肉,而且允许她们将画有自己肖像的图画供奉起来。
εἰσὶ δὲ καὶ αἱ διακονούμεναι ταῖς ἑκκαίδεκα κατὰ ταὐτὰ ταῖς ἀγωνοθετούσαις γυναῖκες.
还有一些女性也以同样的方式协助这十六位主持竞技的女性。
§5.16.4ἐπανάγουσι δὲ καὶ τῶν παρθένων τὸν ἀγῶνα ἐς τὰ ἀρχαῖα, Ἱπποδάμειαν τῇ Ἤρᾳ τῶν γάμων τῶν Πέλοπος ἐκτίνουσαν χάριν τάς τε ἑκκαίδεκα ἀθροῖσαι γυναῖκας λέγοντες καὶ σὺν αὐταῖς διαθεῖναι πρώτην τὰ Ἡραῖα· μνημονεύουσι δὲ καὶ ὅτι Χλῶρις νικήσειεν Ἀμφίονος θυγάτηρ μόνη λειφθεῖσα τοῦ οἴκου.
她们还将少女的竞技追溯到古代,说希波达梅亚为了向赫拉报答与珀罗普斯结婚的恩情,聚集了十六位女性,并与她们一起最先举办了赫拉伊亚;她们还记得,阿姆菲翁的女儿克洛里斯获胜了,她是该家族中唯一的幸存者。
σὺν δὲ αὐτῇ καὶ ἕνα περιγενέσθαι φασὶ τῶν ἀρσένων· ἃ δὲ ἐς τοὺς Νιόβης παῖδας παρίστατο αὐτῷ μοι γινώσκειν, ἐν τοῖς ἔχουσιν ἐς Ἀργείους ἐδήλωσα.
据说与她在一起,男性中也有一个幸存了下来;至于我对尼奥柏的孩子们所想到的事情,我在有关阿耳戈斯人的记述中已经表明了。
§5.16.5ἐς δὲ τὰς ἑκκαίδεκα γυναῖκας καὶ ἄλλον τοιόνδε λέγουσιν ἐπὶ τῷ προτέρῳ λόγον.
关于这十六位女性,在先前的说法之外,他们还讲述了另外一个这样的故事。
Δαμοφῶντά φασι τυραννοῦντα ἐν Πίσῃ πολλά τε ἐργάσασθαι καὶ χαλεπὰ Ἠλείους· ὡς δὲ ἐτελεύτησεν ὁ Δαμοφῶν—οὐ γὰρ δὴ οἱ Πισαῖοι συνεχώρουν μετέχειν δημοσίᾳ τοῦ τυράννου τῶν ἁμαρτημάτων, καί πως ἀρεστὰ καὶ Ἠλείοις ἐγένετο καταλύεσθαι τὰ ἐς αὐτοὺς ἐγκλήματα—, οὕτως ἑκκαίδεκα οἰκουμένων τηνικαῦτα ἔτι ἐν τῇ Ἠλείᾳ πόλεων γυναῖκα ἀφʼ ἑκάστης εἵλοντο διαλύειν τὰ διάφορά σφισιν, ἥτις ἡλικίᾳ τε ἦν πρεσβυτάτη καὶ ἀξιώματι καὶ δόξῃ τῶν γυναικῶν προεῖχεν.
据说达摩丰在皮萨作僭主时,对伊利斯人做了许多恶劣的事情;当达摩丰去世后——因为皮萨人并不同意公开分担僭主的罪行,而且伊利斯人似乎也乐于解决对他们的指控——在这种情况下,由于当时在伊利斯地区仍有十六个城市有人居住,他们便从每个城市中选出一位在年龄上最长、且在地位和名声上在女性中最为突出的女性,来解决她们之间的分歧。
§5.16.6αἱ πόλεις δὲ ἀφʼ ὧν τὰς γυναῖκας εἵλοντο, ἦσαν Ἦλις.
她们选出女性的城市是伊利斯,[缺文]……。
ἀπὸ τούτων μὲν αἱ γυναῖκες οὖσαι τῶν πόλεων Πισαίοις διαλλαγὰς πρὸς Ἠλείους ἐποίησαν· ὕστερον δὲ καὶ τὸν ἀγῶνα ἐπετράπησαν ὑπʼ αὐτῶν θεῖναι τὰ Ἡραῖα καὶ ὑφήνασθαι τῇ Ἥρᾳ τὸν πέπλον.
来自这些城市的女性为皮萨人与伊利斯人达成了和解;后来,她们也被委以举办赫拉伊亚竞技会以及为赫拉编织长衣的职责。
αἱ δὲ ἑκκαίδεκα γυναῖκες καὶ χοροὺς δύο ἱστᾶσι καὶ τὸν μὲν Φυσκόας τῶν χορῶν, τὸν δὲ Ἱπποδαμείας καλοῦσι· τὴν Φυσκόαν δὲ εἶναι ταύτην φασὶν ἐκ τῆς Ἤλιδος τῆς Κοίλης, τῷ δήμῳ δὲ ἔνθα ᾤκησεν ὄνομα Ὀρθίαν εἶναι.
这十六位女性还组织了两个合唱队,她们将其中一个合唱队称为普斯枯亚合唱队,另一个称为希波达梅亚合唱队;据说这位普斯枯亚来自“洼地伊利斯”(科勒·伊利斯),她所居住的德摩斯(区)的名字叫奥尔提亚。
§5.16.7ταύτῃ τῇ Φυσκόᾳ Διόνυσον συγγενέσθαι λέγουσι, Φυσκόαν δὲ ἐκ Διονύσου τεκεῖν παῖδα Ναρκαῖον· τοῦτον, ὡς ηὐξήθη, πολεμεῖν τοῖς προσοίκοις καὶ δυνάμεως ἐπὶ μέγα ἀρθῆναι, καὶ δὴ καὶ Ἀθηνᾶς ἱερὸν ἐπίκλησιν Ναρκαίας αὐτὸν ἱδρύσασθαι· Διονύσῳ τε τιμὰς λέγουσιν ὑπὸ Ναρκαίου καὶ Φυσκόας δοθῆναι πρώτων.
据说狄奥尼索斯曾与这位普斯枯亚结合,普斯枯亚为狄奥尼索斯生了一个儿子纳耳卡伊奥斯;此人长大后与邻人作战,升到了极大的权力,并且他还建立了一座别名为纳耳卡伊亚的雅典娜神殿;据说对狄奥尼索斯的崇敬最先是由纳耳卡伊奥斯和普斯枯亚给予的。
Φυσκόας μὲν δὴ γέρα καὶ ἄλλα καὶ χορὸς ἐπώνυμος παρὰ τῶν ἑκκαίδεκα γυναικῶν, φυλάσσουσι δὲ οὐδὲν ἧσσον Ἠλεῖοι καὶ τἄλλα καταλυθεισῶν ὅμως τῶν πόλεων· νενεμημένοι γὰρ ἐς ὀκτὼ φυλὰς ἀφʼ ἑκάστης αἱροῦνται γυναῖκας δύο.
普斯枯亚确实得到了这十六位女性给予的各种特权和以她命名的合唱队,而尽管那些城市后来消亡了,伊利斯人也同样保留了其他习惯;因为他们被划分为八个部落,从每个部落中选出两位女性。
§5.16.8ὁπόσα δὲ ἢ ταῖς ἑκκαίδεκα γυναιξὶν ἢ τοῖς ἑλλανοδικοῦσιν Ἠλείων δρᾶν καθέστηκεν, οὐ πρότερον δρῶσι πρὶν ἢ χοίρῳ τε ἐπιτηδείῳ πρὸς καθαρμὸν καὶ ὕδατι ἀποκαθήρωνται.
无论是十六位女性还是伊利斯人的竞技裁判官(赫拉诺迪凯)规定要做的事情,她们在用适合用于净化仪式的小猪和水净化自己之前,绝不付诸行动。
γίνεται δέ σφισιν ἐπὶ κρήνῃ Πιέρᾳ τὰ καθάρσια· ἐκ δὲ Ὀλυμπίας τὴν πεδιάδα ἐς Ἦλιν ἐρχομένῳ πρὸς τὴν πηγὴν ἀφικέσθαι τὴν Πιέραν ἔστι.
她们的净化仪式在皮埃拉泉进行;对于从奥林匹亚穿过平原前往伊利斯的人来说,可以到达皮埃拉泉。

词汇与语法注释

  1. 5.16.3αὐταῖς — 与格 αὐταῖς 与动词 ἀφαιροῦσι(减去、除去)连用,充当剥夺/分离与格(dative of separation),意为“从她们那里(减去)”。
  2. 5.16.4παρίστατο αὐτῷ μοι γινώσκειν — 动词 παρίσταμαι 与与格 αὐτῷ μοι(强调的“对我自己”)连用,表示“(想法等)产生于某人心中、浮现”。不定词 γινώσκειν(知道、认识)依附于此结构,整体意为“我所想到/认识到的事情”。
  3. 5.16.7καταλυθεισῶν ὅμως τῶν πόλεων — 这是一个包含让步小词 ὅμως(然而、尽管)的属格独立结构(Genitive Absolute)καταλυθεισῶν τῶν πόλεων,明确表示让步:“尽管这些城市已被消灭”。

引用这一段

保萨尼亚斯, 希腊志 §5.16.1-5.16.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.16.1-5.16.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。