§5.17.1ταῦτα μὲν δὴ ἔχει κατὰ τὰ προειρημένα·
これらは先述の通りの状態である。
τῆς Ἥρας δέ ἐστιν ἐν τῷ ναῷ Διός, τὸ δὲ Ἥρας ἄγαλμα καθήμενόν ἐστιν ἐπὶ θρόνῳ·
ヘラの神殿の中にはゼウスの像があり、ヘラの像は玉座に座っている。
παρέστηκε δὲ γένειά τε ἔχων καὶ ἐπικείμενος κυνῆν ἐπὶ τῇ κεφαλῇ, ἔργα δέ ἐστιν ἁπλᾶ.
そして彼(ゼウス)は髭を蓄え、頭に兜を載せて、そばに立っているが、これらは素朴な作品である。
τὰς δὲ ἐφεξῆς τούτων καθημένας ἐπὶ θρόνων Ὥρας ἐποίησεν Αἰγινήτης Σμῖλις.
これらの次に、玉座に座っているホーラたちを、アイギナのスミリスが作った。
παρὰ δὲ αὐτὰς Θέμιδος ἅτε μητρὸς τῶν Ὡρῶν ἄγαλμα ἕστηκε Δορυκλείδου τέχνη, γένος μὲν Λακεδαιμονίου, μαθητοῦ δὲ Διποίνου καὶ Σκύλλιδος.
彼女たちのそばには、ホーラたちの母としてのテミスの像が立っている。 これは、ラケダイモン人でありディポイノスとスキルリスの弟子であるドリュクレイダスの作である。
§5.17.2τὰς δὲ Ἑσπερίδας πέντε ἀριθμὸν Θεοκλῆς ἐποίησε, Λακεδαιμόνιος μὲν καὶ οὗτος, πατρὸς Ἡγύλου, φοιτῆσαι δὲ καὶ αὐτὸς παρὰ Σκύλλιν καὶ Δίποινον λέγεται.
ヘスペリデス(数は5柱)をテオクレスが作った。 彼もまたラケダイモン人であり、父はヘギュロス、彼自身もスキルリスとディポイノスのもとで学んだと言われている。
τὴν δὲ Ἀθηνᾶν κράνος ἐπικειμένην καὶ δόρυ καὶ ἀσπίδα ἔχουσαν Λακεδαιμονίου λέγουσιν ἔργον εἶναι Μέδοντος, τοῦτον δὲ ἀδελφόν τε εἶναι Δορυκλείδου καὶ παρὰ ἀνδράσι διδαχθῆναι τοῖς αὐτοῖς.
兜をかぶり、槍と盾を持つアテナは、ラケダイモン人メドンの作品であると言われており、彼はドリュクレイダスの兄弟であり、同じ師たちに教えを受けた。
§5.17.3Κόρη δὲ καὶ Δημήτηρ καὶ Ἀπόλλων καὶ Ἄρτεμις, αἱ μὲν ἀλλήλων εἰσὶν ἀπαντικρὺ καθήμεναι, Ἀπόλλων δὲ ἐναντίος ἑστώσῃ τῇ Ἀρτέμιδι ἕστηκεν.
コレとデメテル、アポロンとアルテミスについては、前者の二柱は互いに向き合って座っており、アポロンは、立っているアルテミスと向かい合って立っている。
ἀνάκειται δὲ ἐνταῦθα καὶ Λητὼ Τύχη τε καὶ Διόνυσος καὶ ἔχουσα Νίκη πτερά·
またそこにはレト、テュケ、ディオニュソス、そして翼を持つニケが奉納されている。
τοὺς δὲ εἰργασμένους αὐτὰ οὐκ ἔχω δηλῶσαι, φαίνεται δὲ εἶναί μοι καὶ ταῦτα ἐς τὰ μάλιστα ἀρχαῖα.
それらを作った者たちを私は明らかにすることができないが、私にはこれらも極めて古いものであるように思われる。
τὰ μὲν δὴ κατειλεγμένα ἐστὶν ἐλέφαντος καὶ χρυσοῦ, χρόνῳ δὲ ὕστερον καὶ ἄλλα ἀνέθεσαν ἐς τὸ Ἡραῖον·
今、列挙された像は象牙と金でできているが、後世になって、他のものもヘラ神殿に奉納された。
Ἑρμῆν λίθου, Διόνυσον δὲ φέρει νήπιον, τέχνη δέ ἐστι Πραξιτέλους, καὶ Ἀφροδίτη χαλκῆ Κλέωνος ἔργον Σικυωνίου.
石造りのヘルメスであり、彼は幼いディオニュソスを抱いており、プラクシテレスの作である。 そしてシキュオンのクレオンの作品である青銅製のアプロディテ。
§5.17.4τούτου δὲ ὁ διδάσκαλος τοῦ Κλέωνος, ὄνομα Ἀντιφάνης, ἐκ φοιτήσεως Περικλύτου, Πολυκλείτου δὲ ἦν τοῦ Ἀργείου μαθητὴς ὁ Περίκλυτος.
このクレオンの師は名をアンティパネスといい、ペリクリュトスに学んだ。 そしてペリクリュトスはアルゴス人ポリュクレイトスの弟子であった。
παιδίον δὲ ἐπίχρυσον κάθηται γυμνὸν πρὸ τῆς Ἀφροδίτης· Βοηθὸς δὲ ἐτόρευσεν αὐτὸ Καλχηδόνιος.
アプロディテの前には金めっきの裸の子供の像が座っており、カルケドンのボエトスがこれを彫った。
μετεκομίσθη δὲ αὐτόσε καὶ ἐκ τοῦ καλουμένου Φιλιππείου, χρυσοῦ καὶ ταῦτα καὶ ἐλέφαντος, Εὐρυδίκη τε ἡ Ἀριδαίου γυνὴ καὶ Ὀλυμπιὰς ἡ Φιλίππου.
また、いわゆるフィリッペイオンからもそこへと移されたが、それらも金と象牙でできており、アリダイオスの妻エウリュディケと、フィリッポスの妻オリンピアス(の像)である。
§5.17.5λάρναξ δὲ κέδρου μὲν πεποίηται, ζῴδια δὲ ἐλέφαντος ἐπʼ αὐτῆς, τὰ δὲ χρυσοῦ, τὰ δὲ καὶ ἐξ αὐτῆς ἐστιν εἰργασμένα τῆς κέδρου·
箱は杉で作られており、その上にはいくつかの小像があり、あるものは象牙で、あるものは金で、あるものは杉そのものから作られている。
ἐς ταύτην τὴν λάρνακα Κύψελον τὸν Κορίνθου τυραννήσαντα ἀπέκρυψεν ἡ μήτηρ, ἡνίκα τεχθέντα ἀνευρεῖν αὐτὸν σπουδὴν ἐποιοῦντο οἱ Βακχίδαι.
この箱の中に、のちにコリントスの僭主となったキュプセロスを、その母が隠した。 彼が生まれたときに、バッキアダイ家の人々が彼を見つけ出そうと熱心に捜索していたからである。
τῆς μὲν δὴ σωτηρίας ἕνεκα τοῦ Κυψέλου τὸ ἀπʼ αὐτοῦ γένος οἱ ὀνομαζόμενοι Κυψελίδαι τὴν λάρνακα ἐς Ὀλυμπίαν ἀνέθεσαν, τὰς δὲ λάρνακας οἱ τότε ἐκάλουν Κορίνθιοι κυψέλας·
このキュプセロスの救済のために、彼の子孫であるいわゆるキュプセロス家の人々が、この箱をオリンピアに奉納した。 当時のコリントス人たちは箱のことをキュプセラと呼んでいた。
ἀπὸ τούτου δὲ καὶ ὄνομα Κύψελον τῷ παιδὶ θέσθαι λέγουσι.
このことから、その子にキュプセロスという名を付けたと言われている。
§5.17.6τῶν δὲ ἐπὶ τῇ λάρνακι ἐπιγράμματα ἔπεστι τοῖς πλείοσι, γράμμασι τοῖς ἀρχαίοις γεγραμμένα·
箱の上のものの多くには、古代の文字で書かれた銘文が付されている。
καὶ τὰ μὲν ἐς εὐθὺ αὐτῶν ἔχει, σχήματα δὲ ἄλλα τῶν γραμμάτων βουστροφηδὸν καλοῦσιν Ἕλληνες.
そしてそれらのうちあるものはまっすぐに書かれているが、他の文字の配置はギリシア人がブーストロペドン(牛耕式)と呼ぶものである。
τὸ δέ ἐστι τοιόνδε·
それは次のようなものである。
ἀπὸ τοῦ πέρατος τοῦ ἔπους ἐπιστρέφει τῶν ἐπῶν τὸ δεύτερον ὥσπερ ἐν διαύλου δρόμῳ.
詩行の終わりから、二行目の詩行が、往復競走の走りのように折り返すのである。
γέγραπται δὲ ἐπὶ τῇ λάρνακι καὶ ἄλλως τὰ ἐπιγράμματα ἑλιγμοῖς συμβαλέσθαι χαλεποῖς.
さらに箱の上には、銘文が解読しにくい蛇行で別様にも書かれている。
ἀρξαμένῳ δὲ ἀνασκοπεῖσθαι κάτωθεν τοσάδε ἐπὶ τῆς λάρνακος ἡ πρώτη παρέχεται χώρα.
下から順に観察し始める者にとって、箱の最初の区画は次のようなものを提供している。