§4.6.1πρὶν δὲ ἢ συγγράφειν με τὸν πόλεμον καὶ ὁπόσα πολεμοῦσιν ἑκατέροις ὁ δαίμων παθεῖν ἢ δρᾶσαι παρεσκεύασε, διακρῖναί τι καὶ ἡλικίας πέρι ἠθέλησα ἀνδρὸς Μεσσηνίου.
私がこの戦争と、彼らが戦うなかで神が双方に被らせ、また行わせるよう仕向けたすべてのことを記述する前に、あるメッセニア人の年代についてもいくらか見定めておきたいと思った。
τὸν γὰρ πόλεμον τοῦτον γενόμενον μὲν Λακεδαιμονίων καὶ τῶν συμμάχων πρὸς Μεσσηνίους καὶ τοὺς ἐπικούρους, ὀνομασθέντα δὲ οὐκ ἀπὸ τῶν ἐπιστρατευσάντων ὥσπερ γε ὁ Μηδικὸς καὶ ὁ Πελοποννήσιος, Μεσσήνιον δὲ ἀπὸ τῶν συμφορῶν, καθὰ δὴ καὶ τὸν ἐπὶ Ἰλίῳ κληθῆναι Τρωικὸν καὶ οὐχ Ἑλληνικὸν ἐξενίκησεν, τοῦτον τῶν Μεσσηνίων τὸν πόλεμον Ῥιανός τε ἐν τοῖς ἔπεσιν ἐποίησεν ὁ Βηναῖος καὶ ὁ Πριηνεὺς Μύρων·
というのも、この戦争は、ラケダイモン人とその同盟者たちがメッセニア人およびその同盟軍に対して行ったものであり、ペルシア戦争やペロポネソス戦争のように遠征した側の名をとって命名されたのではなく、その被った災厄から「メッセニア(戦争)」と名付けられたものであり(ちょうど、イリオスに対する戦争が「ギリシア戦争」ではなく「トロイア戦争」と呼ばれるようになったのと同じように)、このメッセニア人の戦争について、ベナ出身のリアノスが叙事詩で歌い、プリーエーネー出身のミュロンが記述した。
λόγοι δὲ πεζοὶ Μύρωνός ἐστιν ἡ συγγραφή.
ミュロンの著作は散文によるものである。
§4.6.2συνεχῶς μὲν δὴ τὰ πάντα ἐξ ἀρχῆς ἐς τοῦ πολέμου τὴν τελευτὴν οὐδετέρῳ διήνυσται·
しかし、最初から戦争の終結にいたるまでのすべてを連続して書き尽くした者は、どちらにもいない。
μέρος δὲ ᾧ ἑκάτερος ἠρέσκετο, ὁ μὲν τῆς τε Ἀμφείας τὴν ἅλωσιν καὶ τὰ ἐφεξῆς συνέθηκεν οὐ πρόσω τῆς Ἀριστοδήμου τελευτῆς, Ῥιανὸς δὲ τοῦδε μὲν τοῦ πρώτου τῶν πολέμων οὐδὲ ἥψατο ἀρχήν· ὁπόσα δὲ χρόνῳ συνέβη τοῖς Μεσσηνίοις ἀποστᾶσιν ἀπὸ Λακεδαιμονίων, ὁ δὲ καὶ ταῦτα μὲν οὐ τὰ πάντα ἔγραψε, τῆς μάχης δὲ τὰ ὕστερα ἣν ἐμαχέσαντο ἐπὶ τῇ τάφρῳ τῇ καλουμένῃ Μεγάλῃ.
それぞれが気に入った一部分を記述したのである。 一方は、アンフェイアの陥落とそれに続く出来事を、アリストデモスの死からそう遠くない時期まで書き、リアノスはといえば、この最初の戦争には全く手をつけず、後になってメッセニア人がラケダイモン人から離反した際に起こった様々な出来事について書いたが、これもすべてを書いたわけではなく、「大いなる濠」と呼ばれる場所で彼らが戦った戦いの後の出来事を書いたのである。
§4.6.3ἄνδρα οὖν Μεσσήνιον—τούτου γὰρ δὴ ἕνεκα τὸν πάντα ἐποιησάμην Ῥιανοῦ καὶ Μύρωνος λόγον—Ἀριστομένην, ὃς καὶ πρῶτος καὶ μάλιστα τὸ Μεσσήνης ὄνομα ἐς ἀξίωμα προήγαγε, τοῦτον τὸν ἄνδρα ἐπεισήγαγε μὲν ὁ Πριηνεὺς ἐς τὴν συγγραφήν, Ῥιανῷ δὲ ἐν τοῖς ἔπεσιν οὐδὲν Ἀριστομένης ἐστὶν ἀφανέστερος ἢ Ἀχιλλεὺς ἐν Ἰλιάδι Ὁμήρῳ.
さて、一人のメッセニアの人物――まさにこの人のために、私はリアノスとミュロンのこれらすべての議論を持ち出したのだが――すなわち、メッセネの名を最初に、そして最も大きく名声へと高めた人物であるアリストメネスについて。 この男を、プリーエーネーの者はその記述に導入しており、またリアノスの叙事詩においては、アリストメネスはホメロスの『イリアス』におけるアキレウスに劣らぬ主役として描かれている。
διάφορα οὖν ἐπὶ τοσοῦτον εἰρηκότων, προσέσθαι μὲν τὸν ἕτερόν μοι τῶν λόγων καὶ οὐχ ἅμα ἀμφοτέρους ὑπελείπετο, Ῥιανὸς δέ μοι ποιῆσαι μᾶλλον ἐφαίνετο εἰκότα ἐς τὴν Ἀριστομένους ἡλικίαν·
彼らがこれほど異なったことを言っているので、私としてはどちらか一方の説を受け入れ、両方を同時には受け入れないという選択肢しか残されていなかったが、リアノスの方がアリストメネスの年代に関してより確からしい描き方をしているように私には思われた。
§4.6.4Μύρωνα δὲ ἐπί τε ἄλλοις καταμαθεῖν ἔστιν οὐ προορώμενον εἰ ψευδῆ τε καὶ οὐ πιθανὰ δόξει λέγειν καὶ οὐχ ἥκιστα ἐν τῇδε τῇ Μεσσηνίᾳ συγγραφῇ.
というのも、ミュロンは、自分の言うことが嘘で、信憑性がないと思われるかもしれないということを顧みない人物であることが、他の事柄においても、そしてとりわけこの『メッセニア史』において見て取れるからである。
πεποίηκε γὰρ ὡς ἀποκτείνειε Θεόπομπον τῶν Λακεδαιμονίων τὸν βασιλέα Ἀριστομένης ὀλίγον πρὸ τῆς Ἀριστοδήμου τελευτῆς·
なぜなら、彼はアリストメネスがアリストデモスの死の少し前にラケダイモン人の王テオポンポスを殺害したと書いているからである。
Θεόπομπον δὲ οὔτε μάχης γινομένης οὔτε ἄλλως προαποθανόντα ἴσμεν πρὶν ἢ διαπολεμηθῆναι τὸν πόλεμον.
しかし、テオポンポスが戦闘においても、あるいはその他の状況においても、戦争が終結する前に先に没したということを私たちは知っていない。
§4.6.5οὗτος δὲ ὁ Θεόπομπος· ἦν καὶ ὁ πέρας ἐπιθεὶς τῷ πολέμῳ·
このテオポンポスこそが、戦争に終止符を打った人物であった。
μαρτυρεῖ δέ μοι καὶ τὰ ἐλεγεῖα τῶν Τυρταίου λέγοντα
"
ἡμετέρῳ βασιλῆι θεοῖσι φίλῳ Θεοπόμπῳ,
ὃν διὰ Μεσσήνην εἵλομεν εὐρύχορον.
そして、ティルタイオスのエレゲイア詩の次のような言葉も私の証人となってくれる。 「神々に愛されし我らが王テオポンポス、彼のおかげで我らは広々としたメッセネを奪った。
"
ὁ τοίνυν Ἀριστομένης δόξῃ γε ἐμῇ γέγονεν ἐπὶ τοῦ πολέμου τοῦ ὑστέρου·
」したがって、私の考えでは、アリストメネスは後の戦争の時代に活動した人物である。
καὶ τὰ ἐς αὐτόν, ἐπειδὰν ἐς τοῦτο ὁ λόγος ἀφίκηται, τηνικαῦτα ἐπέξειμι.
彼に関する事柄は、記述がそこに至ったときに詳しく述べることにする。
§4.6.6οἱ δὲ Μεσσήνιοι τότε, ὡς τὰ περὶ τὴν Ἄμφειαν ἤκουον παρʼ αὐτῶν τῶν ἀποσωθέντων ἐκ τῆς ἁλώσεως, συνελέγοντο ἐς Στενύκληρον ἀπὸ τῶν πόλεων.
一方、その時メッセニア人たちは、陥落から生き延びた者たち自身からアンフェイアに関する知らせを聞くと、各地の町からステニュクレロスへと集まった。
ἀθροισθέντος δὲ ἐς ἐκκλησίαν τοῦ δήμου καὶ ἄλλοι τῶν ἐν τέλει καὶ τελευταῖος ὁ βασιλεὺς παρεκελεύετο μήτε τῆς Ἀμφείας καταπεπλῆχθαι τὴν πόρθησιν, ὡς τὸν πάντα ἤδη κεκριμένον διʼ αὐτῆς πόλεμον, μήτε ὡς τῆς σφετέρας κρείσσονα τῶν Λακεδαιμονίων δεδοικέναι τὴν παρασκευήν·
民衆が民会に集められると、他の役職者たち、そして最後に王が、アンフェイアの略奪に驚愕して、これによって戦争全体がすでに決定されてしまったかのように思うべきではない、また、ラケダイモン人の戦備が自分たちのものより勝っているとして恐れるべきではない、と励ました。
μελέτην μὲν γὰρ ἐκείνοις τῶν πολεμικῶν ἐκ χρόνου πλείονος, σφίσι δὲ εἶναι τήν τε ἀνάγκην ἰσχυροτέραν ἀνδράσιν ἀγαθοῖς γίνεσθαι καὶ τὸ εὐμενέστερον ἔσεσθαι παρὰ τῶν θεῶν ἀμύνουσι τῇ οἰκείᾳ καὶ οὐκ ἀδικίας ἄρχουσιν.
というのも、あちらにはより長い時間からの軍事の訓練があるが、自分たちには、勇敢な男たちとなるべきより強い必然性があり、また、不正を開始したのではなく自らの祖国を守る者として、神々からより大きな恩恵を得られるはずだからである。