Humanitext Reader

パウサニアス · ギリシア案内記 §4.5.1-4.5.10

アンフェイア奇襲と第一次メッセニア戦争の開戦

144 / 465 箇所 · ギリシア語

要旨

ラケダイモン人とメッセニア人が戦争の正当性や過去の歴史を巡って対立する中、ラケダイモン軍は宣戦布告なしに夜襲を仕掛け、メッセニアの要衝アンフェイアを占領して第一次メッセニア戦争を開始する。

§4.5.1Λακεδαιμόνιοι μὲν δὴ Πολυχάρους τε ἕνεκα οὐκ ἐκδοθέντος σφίσι καὶ διὰ τὸν Τηλέκλου φόνον, καὶ πρότερον ἔτι ὑπόπτως ἔχοντες διὰ τὸ Κρεσφόντου κακούργημα ἐς τὸν κλῆρον, πολεμῆσαι λέγουσι·
ラケダイモン人は、ポリュカレスが彼らに引き渡されなかったこと、またテレクロスの殺害、さらにはそれ以前からも、クレスポンテスが領地分配において行った悪事のために不信感を抱いていたことを理由に、戦争を始めたのだと主張している。
Μεσσήνιοι δὲ περὶ Τηλέκλου ἀντιλέγουσι τὰ εἰρημένα ἤδη μοι καὶ Αἴπυτον τὸν Κρεσφόντου συγκαταχθέντα ἀποφαίνουσιν ὑπὸ Ἀριστοδήμου τῶν παίδων, ὃ μήποτʼ ἂν ποιῆσαι σφᾶς Κρεσφόντῃ γε ὄντας διαφόρους.
一方メッセニア人は、テレクロスに関しては私がすでに述べたことを主張して反論しており、またクレスポンテスの子アイピュトスがアリストデモスの子供たちによって連れ戻されたことを指摘し、もし自分たちがクレスポンテスと対立していたのであれば、そのようなことを彼らがするはずがなかった、と主張している。
§4.5.2Πολυχάρην δὲ ἐκδοῦναι μὲν ἐπὶ τιμωρίᾳ Λακεδαιμονίοις οὔ φασιν, ὅτι μηδὲ ἐκεῖνοι σφίσιν Εὔαιφνον, ἐθέλειν μέντοι παρὰ Ἀργείοις συγγενέσιν οὖσιν ἀμφοτέρων ἐν Ἀμφικτυονίᾳ διδόναι δίκας, ἐπιτρέπειν δὲ καὶ τῷ Ἀθήνῃσι δικαστηρίῳ, καλουμένῳ δὲ Ἀρείῳ πάγῳ, ὅτι δίκας τὰς φονικὰς τὸ δικαστήριον τοῦτο ἐδόκει δικάζειν ἐκ παλαιοῦ.
また、ポリュカレスを引き渡してラケダイモン人に処罰させることは拒否したと彼らは言っている。 なぜなら、ラケダイモン人も彼らにエウアイプノスを引き渡さなかったからである。 しかし彼らは、両者の親戚であるアルゴス人のもとで、アンピクティオニアにおいて裁判を行うこと、あるいはアテナイの裁判所、いわゆるアレイオス・パゴスに委ねることを望んでいた。 この裁判所は古くから殺人事件を裁くものとされていたからである。
§4.5.3Λακεδαιμονίους δὲ οὐ διὰ ταῦτα πολεμῆσαί φασιν, ὑπὸ πλεονεξίας δὲ τῇ σφετέρᾳ τε ἐπιβουλεῦσαι καὶ ἄλλα ἐργάσασθαι, προφέροντες μέν σφισι τὰ Ἀρκάδων, προφέροντες δὲ καὶ τὰ Ἀργείων, ὡς οὔποτε ἐσχήκασι κόρον ἀποτεμνόμενοι τῆς χώρας αἰεί τι ἑκατέρων·
しかしラケダイモン人は、これらを理由に戦争を始めたのではなく、欲心から彼らの土地を侵略し、その他の悪事を行うために始めたのだとメッセニア人は主張している。 彼らはアルカディア人の事例やアルゴス人の事例を挙げ、ラケダイモン人が彼ら双方の土地を常に切り取っては、決して満足することがなかったことを指摘する。
Κροίσῳ τε αὐτοῖς δῶρα ἀποστείλαντι γενέσθαι φίλους βαρβάρῳ πρώτους, ἀφʼ οὗ γε τούς τε ἄλλους τοὺς ἐν τῇ Ἀσίᾳ κατεδουλώσατο Ἕλληνας καὶ ὅσοι Δωριεῖς ἐν τῇ Καρικῇ κατοικοῦσιν ἠπείρῳ.
また、異邦人であるクロイソスが彼らに贈り物を送ってきたとき、彼らは最初にその友となった。 それこそ、彼(クロイソス)がアジアの他のギリシア人や、カリカの大陸に住むすべてのドリス人を征服して以来のことであった。
§4.5.4ἀποφαίνουσι δὲ καὶ ἡνίκα οἱ Φωκέων δυνάσται τὸ ἱερὸν τὸ ἐν Δελφοῖς κατειλήφασιν, ἰδίᾳ τε κατὰ ἄνδρα τοὺς βασιλεύοντας ἐν Σπάρτῃ καὶ τῶν ἄλλων τοὺς ἐπʼ ἀξιώματος καὶ κοινῇ τῶν τε ἐφόρων τὴν ἀρχὴν καὶ τὴν γερουσίαν μετασχόντας τῶν τοῦ θεοῦ.
さらに彼らは、フォキスの有力者たちがデルポイの聖域を占拠した際、スパルタで王位にあった者たちやその他の地位ある者たちが個別に、また共同ではエポロイの官職や長老会が、神の財産を分け合ったことも指摘している。
πρό τε δὴ πάντων, ὡς οὐδὲν ἂν τοὺς Λακεδαιμονίους κέρδους ἕνεκα ὀκνήσαντας, τὴν συμμαχίαν ὀνειδίζουσί σφισι τὴν πρὸς Ἀπολλόδωρον τὸν ἐν Κασσανδρείᾳ τυραννήσαντα.
そして何よりも、ラケダイモン人が利益のためには何一つ躊躇しないことの証拠として、カッサンドレイアで僭主となったアポロドロスと彼らが結んだ同盟を非難している。
§4.5.5ἀνθʼ ὅτου δὲ Μεσσήνιοι τὸ ὄνειδος ἥγηνται τοῦτο οὕτω πικρόν, οὔ μοι τῷ λόγῳ τῷ παρόντι ἦν ἐπεισάγεσθαι·
しかし、なぜメッセニア人がこの非難をこれほど痛烈なものとみなしているのかを、現在の記述に挿入することは私の本意ではない。
ὅτι γὰρ μὴ τῶν Μεσσηνίων τὸ εὔψυχον καὶ χρόνου μῆκος ὃν ἐπολέμησαν διάφορα ἐγένετο τῆς Ἀπολλοδώρου τυραννίδος, ἔς γε τὰς συμφορὰς οὐ πολλῷ τινι ἀποδέοι ἂν ἃ οἱ Κασσανδρεῖς πεπόνθασι.
メッセニア人の勇敢さと彼らが戦った時間の長さがアポロドロスの僭主政治と異なっていたことを除けば、彼らが被った災厄においては、カッサンドレイアの人々が被ったものと比べてほとんど劣ることはないからである。
§4.5.6ταῦτα μὲν δὴ αἴτια ἑκάτεροι τοῦ πολέμου γενέσθαι λέγουσι·
両者は戦争の理由をこのように語っている。
τότε δὲ πρεσβεία Λακεδαιμονίων ἥκουσα ἐξῄτει Πολυχάρην.
その時、ラケダイモン人の使節がやって来てポリュカレスを要求した。
οἱ δὲ τῶν Μεσσηνίων βασιλεῖς τοῖς μὲν πρέσβεσιν ἀπεκρίναντο ὅτι βουλευσάμενοι μετὰ τοῦ δήμου τὰ δόξαντα ἐπιστελοῦσιν ἐς Σπάρτην, αὐτοὶ δὲ ἐκείνων ἀπελθόντων ἐς ἐκκλησίαν τοὺς πολίτας συνῆγον.
メッセニアの王たちは、民衆と協議した上で決定事項をスパルタに送ると使節たちに回答し、使節たちが去ると、自ら市民たちを民会に召集した。
αἱ δὲ γνῶμαι διάφοροι παρὰ πολὺ ἐγίνοντο, Ἀνδροκλέους μὲν ἐκδιδόναι Πολυχάρην ὡς ἀνόσιά τε καὶ πέρα δεινῶν εἰργασμένον·
しかし意見は大きく分かれ、アンドロクレスはポリュカレスを引き渡すべきだと主張した。 彼は神聖を汚す、恐るべき度を越した行為をしたからである。
Ἀντίοχος δὲ ἄλλα τε ἀντέλεγε καὶ τὸ ἁπάντων οἴκτιστον, εἰ Πολυχάρης ἐν ὀφθαλμοῖς πείσεται τοῖς Εὐαίφνου, καταριθμούμενος ὅσα καὶ οἷα ἦν ἀνάγκη παθεῖν.
しかし、アンドロクスは反対し、他の論点に加えて、ポリュカレスがエウアイプノスの目の前で処刑されることこそ何よりも哀れなことだと語り、彼が耐え忍ばねばならなかった多くの、そしてどのような苦難であったかを数え立てた。
§4.5.7τέλος δὲ ἐς τοσοῦτο προήχθησαν οἵ τε Ἀνδροκλεῖ καὶ οἱ τῷ Ἀντιόχῳ συσπεύδοντες ὥστε καὶ τὰ ὅπλα ἔλαβον.
ついにアンドロクレスの支持者たちとアンティオクスの支持者たちは激しく対立し、武器を手に取るにまで至った。
οὐ μὴν ἐς μακράν γε προῆλθέ σφισιν ἡ μάχη·
しかし、彼らの戦闘は長くは続かなかった。
περιόντες γὰρ ἀριθμῷ καὶ πολὺ οἱ σὺν Ἀντιόχῳ τόν τε Ἀνδροκλέα καὶ τῶν περὶ αὐτὸν τοὺς λόγου μάλιστα ἀξίους ἀποκτείνουσιν.
人数において遥かに勝るアンティオクスの側が、アンドロクレスと彼の周囲の最も有力な者たちを殺害したからである。
Ἀντίοχος δὲ βασιλεύων ἤδη μόνος ἔπεμπεν ἐς Σπάρτην ὡς ἐπιτρέπειν ἐθέλοι τοῖς δικαστηρίοις ἃ ἤδη λέλεκταί μοι·
こうしてアンティオクスはすでに唯一の王として支配していたが、スパルタに使者を送り、私がすでに述べた裁判所に委ねることを望むと伝えた。
Λακεδαιμόνιοι δὲ οὐ λέγονται τοῖς κομίσασι τὰ γράμματα ἀποκρίνασθαι.
しかし、ラケダイモン人は書状を持参した者たちに何の回答もしなかったと言われている。
§4.5.8μησὶ δὲ οὐ πολλοῖς ὕστερον Ἀντιόχου τελευτήσαντος Εὐφαὴς ὁ Ἀντιόχου παρέλαβε τὴν ἀρχήν.
それから数ヶ月も経たないうちにアンティオクスが死去し、アンティオクスの(子)エウパエスが王位を継承した。
Λακεδαιμόνιοι δὲ οὔτε κήρυκα ἀποστέλλουσι προεροῦντα Μεσσηνίοις πόλεμον οὔτε προαπειπάμενοι τὴν φιλίαν, κρύφα δὲ καὶ μάλιστα ὡς ἐδύναντο ἐν ἀπορρήτῳ παρασκευασάμενοι, προομνύουσιν ὅρκον μήτε τοῦ πολέμου μῆκος, ἢν μὴ διʼ ὀλίγου κριθῇ, μήτε τὰς συμφοράς, εἰ μεγάλαι πολεμοῦσι γένοιντο, ἀποστρέψειν σφᾶς πρὶν ἢ κτήσαιντο χώραν τὴν Μεσσηνίαν δοριάλωτον.
ラケダイモン人はメッセニア人に戦争を告げる宣誓使を派遣することも、あらかじめ友好関係の破棄を通告することもなく、秘密裏に、そして彼らにできる限り極秘のうちに準備を整え、戦争が長引こうとも(すぐに決着がつかなくとも)、あるいは戦争によって大きな災厄が彼らに降りかかろうとも、メッセニアの土地を武力で征服するまでは軍を退くことはないという誓いをあらかじめ立てた。
§4.5.9ταῦτα προομόσαντες ἔξοδον νύκτωρ ἐποιοῦντο ἐπὶ Ἄμφειαν, Ἀλκαμένην τὸν Τηλέκλου τῆς στρατιᾶς ἡγεμόνα ἀποδείξαντες.
この誓いをあらかじめ立てた上で、彼らは夜間にアンフェイアに向けて進軍を開始し、テレクロスの子アルカメネスを軍の指揮官に任命した。
ἡ δὲ Ἄμφεια πρὸς τῇ Λακωνικῇ πόλισμα ἦν ἐν τῇ Μεσσηνίᾳ, μεγέθει μὲν οὐ μέγα, ἐπὶ λόφου δὲ ὑψηλοῦ κείμενον, καὶ ὑδάτων πηγὰς εἶχεν ἀφθόνους·
アンフェイアはラコニアとの国境に近いメッセニアの町で、規模は大きくないものの、高い丘の上にあり、豊かな水源を持っていた。
ἐδόκει δὲ καὶ ἄλλως ἐς τὸν πάντα πόλεμον ὁρμητήριόν σφισιν ἐπιτήδειον ἡ Ἄμφεια εἶναι.
また、アンフェイアは他の点でも戦争全体において、彼らにとって好都合な拠点となると考えられていた。
καὶ τό τε πόλισμα αἱροῦσι πυλῶν ἀνεῳγμένων καὶ φυλακῆς οὐκ ἐνούσης καὶ τῶν Μεσσηνίων τοὺς ἐγκαταληφθέντας φονεύουσι, τοὺς μὲν ἔτι ἐν ταῖς εὐναῖς, τοὺς δὲ ὡς ᾔσθοντο πρός τε ἱερὰ θεῶν καὶ βωμοὺς καθημένους ἱκέτας·
そして彼らは、城門が開いており守備兵もいなかったその町を占領し、その場に取り残されたメッセニア人たちを殺害した。 ある者はまだ寝床におり、他の者は気づいて神々の神殿や祭壇に哀願者として座り込んでいたが、彼らをも殺害した。
ὀλίγοι δὲ καὶ οἱ διαφυγόντες ἐγένοντο.
逃げ延びた者はわずかであった。
§4.5.10ταύτην Λακεδαιμόνιοι πρώτην ἐπὶ Μεσσηνίους ἔξοδον ἐποιήσαντο ἔτει δευτέρῳ τῆς ἐνάτης Ὀλυμπιάδος, ἣν Ξενοδόκος Μεσσήνιος ἐνίκα στάδιον·
ラケダイモン人がメッセニア人に対して行ったこの最初の遠征は、メッセニア人のクセノドコスがスタディオン走で優勝した第9回オリンピアの第2年のことであった。
Ἀθήνῃσι δὲ οὐκ ἦσάν πω τότε οἱ τῷ κλήρῳ κατʼ ἐνιαυτὸν ἄρχοντες·
アテナイでは、当時まだ毎年抽選で選ばれる執政官は存在していなかった。
τοὺς γὰρ ἀπὸ Μελάνθου, καλουμένους δὲ Μεδοντίδας, κατʼ ἀρχὰς μὲν ἀφείλοντο ὁ δῆμος τῆς ἐξουσίας τὸ πολὺ καὶ ἀντὶ βασιλείας μετέστησαν ἐς ἀρχὴν ὑπεύθυνον, ὕστερον δὲ καὶ προθεσμίαν ἐτῶν δέκα ἐποίησαν αὐτοῖς τῆς ἀρχῆς.
というのも、民衆は最初に、メラントスの子孫でありメドン家と呼ばれる者たちから権力の大半を奪い、王政の代わりに責任を負う官職へと移行させ、のちに彼らの任期を10年としたからである。
τότε δὲ ὑπὸ τὴν κατάληψιν τῆς Ἀμφείας Αἰσιμίδης Ἀθηναίοις ἦρχεν ὁ Αἰσχύλου πέμπτον ἔτος.
アンフェイアが占領された当時は、アテナイではアイスキュロスの子アイシミデスが5年目の統治を行っていた。

語釈・文法注

  1. §4.5.1ὃ μήποτʼ ἂν ποιῆσαι σφᾶς — 関係代名詞 ὃ は「アイピュトスがアリストデモスの子供たちによって連れ戻されたこと」という前文の内容を指す。不定詞 ποιῆσαι は、主節の動詞 ἀποφαίνουσιν(彼らは指摘する)を導入部とする対格不定詞構文の一部であり、小辞 ἂν を伴って反実仮想(もし不和であったなら決して行わなかったであろうこと)を表している。また、σφᾶς はメッセニア人(主張している主体)を指し、分詞 ὄντας は条件(〜であったなら)のニュアンスを含んでいる。
  2. §4.5.5ὅτι γὰρ μὴ τῶν Μεσσηνίων τὸ εὔψυχον — ὅτι μὴ (〜を除けば)の二重否定的な構成。後続する文全体において「メッセニア人の勇気と、彼らが戦った時間の長さが(アポロドロスの僭主政治と)異なっていた点を除けば」という意味を形成する。この除外規定を踏まえた上で、主節の ἀποδέοι ἂν (〜に劣ることはないであろう)につながり、実質的にはメッセニア人の悲劇がカッサンドレイアのものと同等に悲惨であったことを強調している。
  3. §4.5.6Ἀνδροκλέους μὲν ἐκδιδόναι — 前文の αἱ δὲ γνῶμαι ... ἐγίνοντο (意見は分かれた)に続く箇所で、属格 Ἀνδροκλέους は、発言者の主体の属格、あるいは Ἀνδροκλέους ... γνώμην ἀποφαινομένου (アンドロクレスが意見を述べて〜)といった分詞の省略を伴う属格絶対構文と解釈される。不定詞 ἐκδιδόναι はその意見の内容(「引き渡すべきだ」)を表す。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §4.5.1-4.5.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.5.1-4.5.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。