Humanitext Reader

パウサニアス · ギリシア案内記 §4.7.1-4.7.11

エウファエスの軍備強化と会戦前の両軍の対峙

146 / 465 箇所 · ギリシア語

要旨

エウファエスの指導のもと、メッセニア人は軍事訓練を重ねてラケダイモン人の襲撃を防ぎ、両軍は濠を挟んで最初の対峙を行う。その後、スパルタ王テオポンポスとポリュドロス率いるラケダイモン軍とメッセニア軍が再び対陣し、両指導者は戦いを前に兵士たちを鼓舞する。

§4.7.1τοιαῦτα ὁ Εὐφαὴς εἰπὼν διέλυσε τὸν σύλλογον, τὸ δὲ ἀπὸ τούτου πάντας ἔσχεν ἤδη τοὺς Μεσσηνίους ἐν ὅπλοις, τούς τε οὐκ εἰδότας ἐπαναγκάζων διδάσκεσθαι τὰ πολεμικὰ καὶ τοῖς ἐπισταμένοις ἐπιμελεστέραν ἢ πρότερον τὴν ἄσκησιν εἶναι.
エウファエスはこのように語って集会を解散させたが、この時以降、彼はすでにすべてのメッセニア人を武装させ、戦い方を知らない者には軍事を学ぶことを強制し、知っている者には以前よりも熱心に訓練を行わせた。
Λακεδαιμόνιοι δὲ καταδρομὰς ἐποιοῦντο ἐς τὴν Μεσσηνίαν, καὶ τὴν μὲν χώραν οὐκ ἐλυμαίνοντο ἅτε δὴ νομίζοντες οἰκείαν οὐδὲ δένδρα ἔκοπτον οὐδὲ οἰκήματα κατέβαλλον·
一方、ラケダイモン人はメッセニアへ略奪目的の侵入を繰り返したが、その地を自分のものと考えていたため、土地を荒らすことも、樹木を伐採することも、家屋を破壊することもしなかった。
οἱ δὲ λείαν εἰ περιτύχοιεν ἤλαυνον καὶ σῖτον καὶ τὸν ἄλλον καρπὸν ἀφῃροῦντο.
ただ、略奪品に出くわした場合にはそれを奪い去り、小麦やその他の作物を奪い取った。
§4.7.2πρὸς δὲ τὰς πόλεις ποιούμενοι προσβολὰς εἷλον μὲν οὐδεμίαν ἅτε καὶ τείχεσιν ὠχυρωμένας καὶ διʼ ἀκριβείας φρουρουμένας, λαμβάνοντες δὲ τραύματα ἀπεχώρουν ἄπρακτοι καὶ τελευτῶντες οὐκέτι ἀπεπειρῶντο τῶν πόλεων.
彼らは諸都市に対して攻撃を仕掛けたが、それらは城壁で強固にされ、厳重に守備されていたため、一つも占領することはできず、傷を負って成果なく撤退し、最後にはもはや都市を攻めようとはしなくなった。
ἐλῄστευον δὲ καὶ οἱ Μεσσήνιοι τά τε ἐπιθαλάσσια τῆς Λακωνικῆς καὶ ὅσαι γεωργίαι περὶ τὸ Ταΰγετον ἦσαν.
一方、メッセニア人もまた、ラコニアの沿岸地方や、タイゲトス山の周辺で耕作されている地域を略奪した。
§4.7.3τετάρτῳ δὲ ἔτει μετὰ τῆς Ἀμφείας τὴν ἅλωσιν Εὐφαὴς τῷ θυμῷ χρήσασθαι τῷ Μεσσηνίων προθυμούμενος ἀκμαζόντων ἐς τοὺς Λακεδαιμονίους ταῖς ὀργαῖς καὶ ἅμα τὴν ἄσκησιν ἤδη σφίσιν αὐτάρκη νομίζων εἶναι, προεῖπεν ἔξοδον·
アンフェイアの陥落から4年目、エウファエスは、ラケダイモン人に対する怒りで血気盛んになっているメッセニア人たちの意気を利用したいと望み、同時に彼らの訓練がすでに十分であると考えて、出征を布告した。
συνακολουθεῖν δὲ καὶ τοὺς οἰκέτας προσέτασσε φέροντας ξύλα καὶ ἄλλα ὅσα πρόσφορα ἐς ποίησιν χαρακώματος.
そして、奴隷たちにも、木材やその他防壁の構築に役立つすべてのものを携えて随行するよう命じた。
ἐπυνθάνοντο δὲ καὶ οἱ Λακεδαιμόνιοι παρὰ τῶν ἐν Ἀμφείᾳ φρουρῶν τοὺς Μεσσηνίους ἐξιόντας· ἐξεστρατεύοντο οὖν καὶ οὗτοι.
ラケダイモン人も、アンフェイアの守備兵からメッセニア人が出陣することを聞き、彼らもまた出征した。
§4.7.4καὶ ἦν γὰρ ἐν τῇ Μεσσηνίᾳ χωρίον ἄλλως μὲν ἐς ἀγῶνα ἐπιτήδειον, χαράδρα δὲ προεβέβλητο αὐτοῦ βαθεῖα·
さて、メッセニアには、戦いには適しているものの、その前面に深い濠が立ちはだかっている場所があった。
ἐνταῦθα τοὺς Μεσσηνίους παρέτασσεν ὁ Εὐφαής, ἀποδείξας στρατηγὸν Κλέοννιν·
エウファエスはそこにメッセニア人を配置し、クレオンニスを将軍に任命した。
τῆς δὲ ἵππου καὶ τῶν ψιλῶν, οἳ συναμφότεροι ἐλάσσους πεντακοσίων ἦσαν, τούτων Πυθάρατος καὶ Ἄντανδρος ἡγοῦντο.
また、合わせて500人未満であった騎兵と軽装兵は、ピタラトスとアンタンドロスが率いた。
§4.7.5ὡς δὲ συνῄει τὰ στρατόπεδα, τοῖς μὲν ὁπλίταις καὶ ἀφειδῶς ὅμως καὶ ἀκρατέστερον ὑπὸ τοῦ μίσους φερομένοις ἐπὶ ἀλλήλους οὐ παρέσχεν ἐλθεῖν ἐς χεῖρας ἡ χαράδρα διείργουσα·
両軍が衝突したとき、重装兵たちは憎しみから容赦なく、また猛烈に互いへと突進したものの、両者を隔てる濠が彼らの肉弾戦を許さなかった。
τὸ δʼ ἱππικὸν καὶ οἱ ψιλοὶ συμμίσγουσι μὲν κατὰ τὸ ὑπὲρ τὴν χαράδραν, ἦσαν δὲ οὔτε πλῆθος οὔτε ἐμπειρίᾳ διαφέροντες οὐδέτεροι, καὶ διὰ τοῦτο ἰσόρροπος ἡ μάχη σφίσιν ἐγένετο.
しかし、騎兵と軽装兵は濠の上方で交戦した。 どちらも数においても経験においても勝っていなかったため、このため彼らの戦いは互角となった。
§4.7.6ἐν ὅσῳ δὲ οὗτοι συνεστήκασιν, ἐν τοσούτῳ τοὺς οἰκέτας ἐκέλευεν ὁ Εὐφαὴς πρῶτα μὲν τὰ κατὰ νῶτον τοῦ στρατοπέδου φράξασθαι τοῖς σταυροῖς, μετὰ δὲ τὰ πλευρὰ ἀμφότερα.
彼らが戦っている間に、エウファエスは奴隷たちに、まず陣営の後方を杭で塞ぎ、次いで両側面を塞ぎよう命じた。
ἐπεὶ δὲ ἥ τε νύξ ἐπέλαβε καὶ ἡ μάχη διελέλυτο, τότε ἤδη καὶ τὰ πρὸ τοῦ στρατοπέδου κατὰ τὴν χαράδραν ἐφράξαντο, ὥστε ἐπισχούσης ἡμέρας τῆς τε προνοίας τοῦ Εὐφαοῦς τοῖς Λακεδαιμονίοις ἐπιπίπτει λογισμὸς εἶχόν τε οὔτε ὅπως μάχεσθαι χρὴ πρὸς τοὺς Μεσσηνίους μὴ προϊόντας ἐκ τοῦ χάρακος προσκαθῆσθαί τε ἀπεγίνωσκον ἀπαράσκευοι τοῖς πᾶσιν ὁμοίως ὄντες.
夜が訪れて戦闘が打ち切られると、そのときには陣営の前方の濠に面した部分も塞ぎ、その結果、翌日になると、エウファエスのこの先見の明についてラケダイモン人は考えに襲われ、防壁から出てこないメッセニア人とどのように戦うべきかも分からず、またあらゆる準備が同じように不足していたため、包囲を続けることも断念した。
§4.7.7καὶ τότε μὲν ἀποχωροῦσιν οἴκαδε, ἐνιαυτῷ δὲ ὕστερον κακιζόντων σφᾶς τῶν γεγηρακότων καὶ δειλίαν τε ὁμοῦ προφερόντων καὶ τοῦ ὅρκου τὴν ὑπεροψίαν, οὕτω δευτέραν ἐκ τοῦ προφανοῦς ἐπὶ Μεσσηνίους στρατείαν ἐποιοῦντο.
そしてその時は帰国したものの、1年後に、老人たちが彼らを非難し、臆病さと誓いの軽視を同時になじったため、このようにして公然とメッセニア人に対する2度目の遠征を行った。
ἡγοῦντο δὲ οἱ βασιλεῖς ἀμφότεροι, Θεόπομπός τε ὁ Νικάνδρου καὶ Πολύδωρος ὁ Ἀλκαμένους·
王は二人とも、すなわちニカンドロスの子テオポンポスと、アルカメネスの子ポリュドロスが率いた。
Ἀλκαμένης δὲ οὐκέτι περιῆν.
アルカメネスはすでに生存していなかった。
ἀντεστρατοπεδεύοντο δὲ καὶ οἱ Μεσσήνιοι καὶ πειρωμένων μάχης τῶν Σπαρτιατῶν ἄρχειν ἀντεπεξῄεσαν.
メッセニア人もまた対陣し、スパルタ人が戦闘を始めようとすると、応戦するために打って出た。
§4.7.8Λακεδαιμονίοις δὲ ἡγεῖτο Πολύδωρος μὲν κατὰ τὸ κέρας τὸ ἀριστερόν, Θεόπομπος δὲ ἐπὶ τῷ δεξιῷ, τὸ μέσον δὲ εἶχεν Εὐρυλέων, τὰ μὲν παρόντα Λακεδαιμόνιος, τὰ ἐξ ἀρχῆς δὲ ἀπὸ Κάδμου καὶ ἐκ Θηβῶν, Αἰγέως τοῦ Οἰολύκου τοῦ Θήρα τοῦ Αὐτεσίωνος ἀπόγονος πέμπτος.
ラケダイモン人側は、ポリュドロスが左翼を率い、テオポンポスが右翼に、中央はエウリュレオンが占めたが、彼は当時はラケダイモン人であったものの、元をたどればカドモスとテーバイの出身であり、アウテシオンの子テラスの子オイオリュコスの子アイゲウスの5代目の子孫であった。
τοῖς δὲ Μεσσηνίοις κατὰ μὲν τὸ δεξιὸν τῶν Λακεδαιμονίων ἀντετάσσοντο Ἄντανδρός τε καὶ Εὐφαής, τὸ δὲ ἕτερον κέρας τὸ κατὰ τὸν Πολύδωρον Πυθάρατος εἶχε, Κλέοννις δὲ τὸ μέσον.
一方、メッセニア人側は、ラケダイモン人の右翼に対してアンタンドロスとエウファエスが対峙し、ポリュドロスに対するもう一方の翼はピタラトスが占め、中央はクレオンニスが占めた。
§4.7.9συνιέναι δὲ ἤδη μελλόντων, ἐπεὶ παριόντες οἱ βασιλεῖς προέτρεπον τοὺς αὑτῶν, πρὸς μὲν δὴ τοὺς Λακεδαιμονίους βραχεῖαν κατὰ τὸ ἐπιχώριον τὴν παράκλησιν ἐποιεῖτο ὁ Θεόπομπος, τοῦ τε ὅρκου τοῦ κατὰ τῶν Μεσσηνίων ἀναμιμνήσκων καὶ ὡς καλόν σφισι τὸ φιλοτίμημα, τῶν πατέρων οἳ τοὺς περιοίκους κατεδουλώσαντο φανῆναι λαμπρότερα εἰργασμένους καὶ χώραν εὐδαιμονεστέραν προσκεκτημένους·
すでに激突しようとしていた時、両王が進み出て自軍を励ましたが、ラケダイモン人に対してテオポンポスは土地の慣習に従って短い勧告を行い、メッセニア人に対する誓いを思い起こさせ、周辺住民を奴隷とした先祖たちよりも輝かしい業績を上げ、より豊かな土地を手に入れることはいかに素晴らしい栄誉であるかを説いた。
Εὐφαὴς δὲ μακρότερα μὲν εἶπεν ἢ ὁ Σπαρτιάτης, οὐ πλείω δὲ οὐδʼ οὗτος ἢ ἐφιέντα ἑώρα τὸν καιρόν.
一方、エウファエスはスパルタの王よりも長く語ったが、彼もまたその時機が求めている以上のことは語らなかった。
§4.7.10οὐ γὰρ περὶ γῆς μόνον οὐδὲ κτημάτων τὸν ἀγῶνα ἀπέφαινε γενησόμενον, εἰδέναι δὲ ἔφη σαφῶς ἃ νικωμένους ἐπιλήψεται·
なぜなら、彼はこの戦いが土地や財産のためだけのものではないことを示し、敗北した者に何が降りかかるかを自分ははっきりと知っていると語ったからである。
γυναῖκας μὲν γὰρ ἀχθήσεσθαι καὶ τέκνα ἐν ἀνδραπόδων μέρει, τοῖς δὲ ἐν ἡλικίᾳ τὸ ἐλαφρότατον ἔσεσθαι.
すなわち、妻や子は奴隷として連れ去られ、兵役年齢の者たちにとっては、虐待を伴わないものであれば、死が最も軽い運命となるだろう、と。
θάνατον, ἢν μετʼ αἰκίας μὴ γένηται, συλήσεσθαι δέ σφισι καὶ τὰ ἱερὰ καὶ τὰς πατρίδας ἐμπρήσεσθαι·
また、聖所は略奪され、祖国は焼き払われるだろうとも語った。
λέγειν δὲ οὐκ εἰκάζων, μάρτυρα δὲ ἐναργῆ πᾶσιν εἶναι τῶν ἐγκαταληφθέντων ἐν Ἀμφείᾳ τὰ πάθη.
そして、自分が推測で言っているのではなく、アンフェイアで捕らえられた者たちの悲惨な運命が全員にとって明白な証人である、と。
§4.7.11πρό τε δὴ τηλικούτων κακῶν κέρδος εἶναι καλῶς τινα ἀποθανεῖν, πολὺ δὲ εἶναι ῥᾷον ἀηττήτοις οὖσιν ἔτι καὶ τὰς τόλμας καθεστηκόσιν ἐξ ἴσου προθυμίᾳ τοὺς ἀντιτεταγμένους ὑπερβαλεῖν ἢ προαποβαλόντας τὸ φρόνημα ἐπανορθοῦσθαι τὰ ἐπταισμένα.
そして、これほど大きな災厄を前にしては、美しく死ぬことこそが救いであり、まだ敗北しておらず闘志が確固としているうちに、同じほどの熱意をもって対峙する敵を圧倒することの方が、あらかじめ闘志を失ってしまった後で失敗を取り戻そうとするよりも、はるかに容易である、と。

語釈・文法注

  1. 4.7.1τοῖς ἐπισταμένοις — 分詞 `ἐπαναγκάζων`(強制しつつ)に係り、与格と不定詞(`εἶναι`)をとる構文を形成している。`τοὺς οὐκ εἰδότας`(対格)が「学ぶこと(`διδάσκεσθαι`)」を強いられるのに対し、すでに知っている者たち(`τοῖς ἐπισταμένοις`、与格)には「訓練がより綿密であること(`τὴν ἄσκησιν εἶναι`)」が課されている。
  2. 4.7.2τελευτῶντες — 分詞 `τελευτῶντες`(現在・能動態・複数・主格)は、ここでは「死ぬ」という本来の意味ではなく、「ついに、最終的には」という副詞的な慣用表現として機能している。
  3. 4.7.6ἐπισχούσης ἡμέρας — 属格絶対構文。自動詞 `ἐπέχω`(ここでは「(時が)至る、現れる」の意)の弱変化アオリスト分詞女性単数属格と `ἡμέρα`(日)からなり、「翌日になると」「朝が来ると」という意味を表す。
  4. 4.7.11πολύ δὲ εἶναι ῥᾷον — 比較級 `ῥᾷον`(より容易である)によって導かれる比較構文。対比されている不定詞句は、(A) `ἀηττήτοις οὖσιν ἔτι... τοὺς ἀντιτεταγμένους ὑπερβαλεῖν`(まだ敗北せず闘志が確固としているうちに敵を圧倒すること)と、(B) `προαποβαλόντας τὸ φρόνημα ἐπανορθοῦσθαι τὰ ἐπταισμένα`(あらかじめ闘志を失ってから失敗を取り戻そうとすること)である。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §4.7.1-4.7.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.7.1-4.7.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。