§4.6.1πρὶν δὲ ἢ συγγράφειν με τὸν πόλεμον καὶ ὁπόσα πολεμοῦσιν ἑκατέροις ὁ δαίμων παθεῖν ἢ δρᾶσαι παρεσκεύασε, διακρῖναί τι καὶ ἡλικίας πέρι ἠθέλησα ἀνδρὸς Μεσσηνίου.
在叙述这场战争以及神明在双方交战中使他们所遭受和做出的一切事情之前,我想先就一位美塞尼亚人的年代做一些厘清。
τὸν γὰρ πόλεμον τοῦτον γενόμενον μὲν Λακεδαιμονίων καὶ τῶν συμμάχων πρὸς Μεσσηνίους καὶ τοὺς ἐπικούρους, ὀνομασθέντα δὲ οὐκ ἀπὸ τῶν ἐπιστρατευσάντων ὥσπερ γε ὁ Μηδικὸς καὶ ὁ Πελοποννήσιος, Μεσσήνιον δὲ ἀπὸ τῶν συμφορῶν, καθὰ δὴ καὶ τὸν ἐπὶ Ἰλίῳ κληθῆναι Τρωικὸν καὶ οὐχ Ἑλληνικὸν ἐξενίκησεν, τοῦτον τῶν Μεσσηνίων τὸν πόλεμον Ῥιανός τε ἐν τοῖς ἔπεσιν ἐποίησεν ὁ Βηναῖος καὶ ὁ Πριηνεὺς Μύρων· λόγοι δὲ πεζοὶ Μύρωνός ἐστιν ἡ συγγραφή.
因为这场战争虽然是由拉刻代蒙人及其盟友针对美塞尼亚人及其援军展开的,但它并没有像波斯战争和伯罗奔尼撒战争那样,以发动远征者的名字命名,而是由于遭受灾祸者而被命名为美塞尼亚战争(正如针对伊利翁的战争最终被称为特洛伊战争而非希腊战争一样),这一美塞尼亚人的战争,由贝纳的里亚诺斯用史诗写成,并由普里埃内的缪伦记叙;而缪伦的著作是散文体的历史。
§4.6.2συνεχῶς μὲν δὴ τὰ πάντα ἐξ ἀρχῆς ἐς τοῦ πολέμου τὴν τελευτὴν οὐδετέρῳ διήνυσται·
然而,他们两个人都未能将从始至终的整场战争连续完整地写下来;而是各自记叙了自己感兴趣的部分。
μέρος δὲ ᾧ ἑκάτερος ἠρέσκετο, ὁ μὲν τῆς τε Ἀμφείας τὴν ἅλωσιν καὶ τὰ ἐφεξῆς συνέθηκεν οὐ πρόσω τῆς Ἀριστοδήμου τελευτῆς, Ῥιανὸς δὲ τοῦδε μὲν τοῦ πρώτου τῶν πολέμων οὐδὲ ἥψατο ἀρχήν· ὁπόσα δὲ χρόνῳ συνέβη τοῖς Μεσσηνίοις ἀποστᾶσιν ἀπὸ Λακεδαιμονίων, ὁ δὲ καὶ ταῦτα μὲν οὐ τὰ πάντα ἔγραψε, τῆς μάχης δὲ τὰ ὕστερα ἣν ἐμαχέσαντο ἐπὶ τῇ τάφρῳ τῇ καλουμένῃ Μεγάλῃ.
其中一人撰写了安费亚的失陷以及接下来的事件,直到离阿里斯托德莫斯之死不远的地方,而里亚诺斯则根本没有触及这第一次战争;至于后来美塞尼亚人反叛拉刻代蒙人时所发生的事情,他也没有全部写下来,而只是写了他们在被称为大壕沟的地方交战之后的那些事。
§4.6.3ἄνδρα οὖν Μεσσήνιον—τούτου γὰρ δὴ ἕνεκα τὸν πάντα ἐποιησάμην Ῥιανοῦ καὶ Μύρωνος λόγον—Ἀριστομένην, ὃς καὶ πρῶτος καὶ μάλιστα τὸ Μεσσήνης ὄνομα ἐς ἀξίωμα προήγαγε, τοῦτον τὸν ἄνδρα ἐπεισήγαγε μὲν ὁ Πριηνεὺς ἐς τὴν συγγραφήν, Ῥιανῷ δὲ ἐν τοῖς ἔπεσιν οὐδὲν Ἀριστομένης ἐστὶν ἀφανέστερος ἢ Ἀχιλλεὺς ἐν Ἰλιάδι Ὁμήρῳ.
因此,关于一位美塞尼亚人——因为正是为了他的缘故,我才对里亚诺斯和缪伦的著作进行这番讨论——阿里斯托梅内斯,他是最初且最大程度地将美塞涅之名提升至荣耀地位的人,普里埃内的人将此人引入了他的历史,而在里亚诺斯的史诗中,阿里斯托梅内斯的光芒绝不亚于荷马《伊利亚特》中的阿基琉斯。
διάφορα οὖν ἐπὶ τοσοῦτον εἰρηκότων, προσέσθαι μὲν τὸν ἕτερόν μοι τῶν λόγων καὶ οὐχ ἅμα ἀμφοτέρους ὑπελείπετο, Ῥιανὸς δέ μοι ποιῆσαι μᾶλλον ἐφαίνετο εἰκότα ἐς τὴν Ἀριστομένους ἡλικίαν·
既然他们所言有如此大的分歧,我便只能接受其中一种说法,而不能同时采信两者;而在我看来,里亚诺斯在关于阿里斯托梅内斯的年代上,似乎做出了更为可信的描述。
§4.6.4Μύρωνα δὲ ἐπί τε ἄλλοις καταμαθεῖν ἔστιν οὐ προορώμενον εἰ ψευδῆ τε καὶ οὐ πιθανὰ δόξει λέγειν καὶ οὐχ ἥκιστα ἐν τῇδε τῇ Μεσσηνίᾳ συγγραφῇ.
因为在其他事情上也可以看出,缪伦并不在乎自己说的话是否会被视作虚假和不可信,在这一部《美塞尼亚史》中尤为如此。
πεποίηκε γὰρ ὡς ἀποκτείνειε Θεόπομπον τῶν Λακεδαιμονίων τὸν βασιλέα Ἀριστομένης ὀλίγον πρὸ τῆς Ἀριστοδήμου τελευτῆς· Θεόπομπον δὲ οὔτε μάχης γινομένης οὔτε ἄλλως προαποθανόντα ἴσμεν πρὶν ἢ διαπολεμηθῆναι τὸν πόλεμον.
因为他写道,阿里斯托梅内斯在阿里斯托德莫斯死前不久杀死了拉刻代蒙人的国王狄奥蓬波斯;然而,我们知道狄奥蓬波斯既没有在战斗中被杀,也没有在战争彻底结束之前提前死去。
§4.6.5οὗτος δὲ ὁ Θεόπομπος· ἦν καὶ ὁ πέρας ἐπιθεὶς τῷ πολέμῳ· μαρτυρεῖ δέ μοι καὶ τὰ ἐλεγεῖα τῶν Τυρταίου λέγοντα
"
ἡμετέρῳ βασιλῆι θεοῖσι φίλῳ Θεοπόμπῳ,
ὃν διὰ Μεσσήνην εἵλομεν εὐρύχορον.
而正是这位狄奥蓬波斯给战争画上了句号;泰尔泰乌斯的哀歌诗句也为我作证,诗中写道: “致我们蒙神喜爱的国王狄奥蓬波斯,通过他,我们攻占了辽阔的美塞涅。
"
ὁ τοίνυν Ἀριστομένης δόξῃ γε ἐμῇ γέγονεν ἐπὶ τοῦ πολέμου τοῦ ὑστέρου· καὶ τὰ ἐς αὐτόν, ἐπειδὰν ἐς τοῦτο ὁ λόγος ἀφίκηται, τηνικαῦτα ἐπέξειμι.
” 因此,依我之见,阿里斯托梅内斯生活在后来的那场战争时期;至于他的事迹,当叙述进行到该处时,我将在那时详细阐述。
§4.6.6οἱ δὲ Μεσσήνιοι τότε, ὡς τὰ περὶ τὴν Ἄμφειαν ἤκουον παρʼ αὐτῶν τῶν ἀποσωθέντων ἐκ τῆς ἁλώσεως, συνελέγοντο ἐς Στενύκληρον ἀπὸ τῶν πόλεων.
当时,美塞尼亚人从那些从沦陷中逃脱的人口中听到关于安费亚的消息,便从各个城镇聚集到斯泰尼克莱罗斯。
ἀθροισθέντος δὲ ἐς ἐκκλησίαν τοῦ δήμου καὶ ἄλλοι τῶν ἐν τέλει καὶ τελευταῖος ὁ βασιλεὺς παρεκελεύετο μήτε τῆς Ἀμφείας καταπεπλῆχθαι τὴν πόρθησιν, ὡς τὸν πάντα ἤδη κεκριμένον διʼ αὐτῆς πόλεμον, μήτε ὡς τῆς σφετέρας κρείσσονα τῶν Λακεδαιμονίων δεδοικέναι τὴν παρασκευήν· μελέτην μὲν γὰρ ἐκείνοις τῶν πολεμικῶν ἐκ χρόνου πλείονος, σφίσι δὲ εἶναι τήν τε ἀνάγκην ἰσχυροτέραν ἀνδράσιν ἀγαθοῖς γίνεσθαι καὶ τὸ εὐμενέστερον ἔσεσθαι παρὰ τῶν θεῶν ἀμύνουσι τῇ οἰκείᾳ καὶ οὐκ ἀδικίας ἄρχουσιν.
当民众在公民大会中集结时,其他官员以及最后的国王都劝勉他们,既不要因安费亚的毁灭而惊慌失措,仿佛整场战争已因此成定局,也不要因畏惧拉刻代蒙人的军事准备而认为其强于己方;因为,虽然对方在军事事务上有更长期的训练,但他们自己有着更强烈的必要性去成为勇敢的人,并且,作为保卫祖国而非不义之始作者的人,他们将从神明那里获得更多的眷顾。