Humanitext Reader

パウサニアス · ギリシア案内記 §4.4.1-4.4.8

スパルタとの初期の対立と第一次戦争の発端

143 / 465 箇所 · ギリシア語

要旨

メッセニア人とスパルタ人の間の初期の不和の原因(王テレクロスの死を巡る両国の主張の相違)と、第一次メッセニア戦争の直接の引き金となったポリュカレスの息子の殺害事件について語る。

§4.4.1ἐπὶ δὲ Φίντα τοῦ Συβότα πρῶτον Μεσσήνιοι τότε τῷ Ἀπόλλωνι ἐς Δῆλον θυσίαν καὶ ἀνδρῶν χορὸν ἀποστέλλουσι·
シュボタスの子ピンタスの時代に、この時初めてメッセニア人はデロス島のアポロンのために犠牲と男たちの合唱隊を派遣した。
τὸ δέ σφισιν ᾆσμα προσόδιον ἐς τὸν θεὸν ἐδίδαξεν Εὔμηλος, εἶναί τε ὡς ἀληθῶς Εὐμήλου νομίζεται μόνα τὰ ἔπη ταῦτα.
そして神へのその行列歌を彼らに教えたのはエウメロスであり、これらの詩だけが本当にエウメロスの作であると見なされている。
ἐγένετο δὲ καὶ πρὸς Λακεδαιμονίους ἐπὶ τῆς Φίντα βασιλείας διαφορὰ πρῶτον, ἀπὸ αἰτίας ἀμφισβητουμένης μὲν καὶ ταύτης, γενέσθαι δὲ οὕτω λεγομένης.
また、ピンタスの治世下に、ラケダイモン人との間に初めて不和が生じたが、これは原因自体も議論の余地があるものの、次のように起こったと言われている。
§4.4.2ἔστιν ἐπὶ τοῖς ὅροις τῆς Μεσσηνίας ἱερὸν Ἀρτέμιδος καλουμένης Λιμνάτιδος, μετεῖχον δὲ αὐτοῦ μόνοι Δωριέων οἵ τε Μεσσήνιοι καὶ οἱ Λακεδαιμόνιοι.
メッセニアの国境に、リムナティスと呼ばれるアルテミスの聖域があり、これにはドリス人のうちメッセニア人とラケダイモン人だけが関わっていた。
Λακεδαιμόνιοι μὲν δή φασιν ὡς παρθένους αὑτῶν παραγενομένας ἐς τὴν ἑορτὴν αὐτάς τε βιάσαιντο ἄνδρες τῶν Μεσσηνίων καὶ τὸν βασιλέα σφῶν ἀποκτείναιεν πειρώμενον κωλύειν, Τήλεκλον Ἀρχελάου τοῦ Ἀγησιλάου τοῦ Δορύσσου τοῦ Λαβώτα τοῦ Ἐχεστράτου τοῦ Ἄγιδος, πρός τε δὴ τούτοις τὰς βιασθείσας τῶν παρθένων διεργάσασθαι λέγουσιν αὑτὰς ὑπὸ αἰσχύνης·
ラケダイモン人はこう主張している。 彼らの処女たちが祭りにやって来たところを、メッセニア人の男たちが彼女らを襲って暴行し、それを阻止しようとした彼らの王テレクロス(アルケラオスの子、アゲシラオスの子、ドリュッソスの子、ラボタスの子、エケストラトスの子、アギスの子)を殺害した。 さらに、これに加えて、暴行された処女たちは恥辱のあまり自ら命を絶った、と彼らは言っている。
§4.4.3Μεσσήνιοι δὲ τοῖς ἐλθοῦσι σφῶν ἐς τὸ ἱερὸν πρωτεύουσιν ἐν Μεσσήνῃ κατὰ ἀξίωμα, τούτοις φασὶν ἐπιβουλεῦσαι Τήλεκλον, αἴτιον δὲ εἶναι τῆς χώρας τῆς Μεσσηνίας τὴν ἀρετήν, ἐπιβουλεύοντα δὲ ἐπιλέξαι Σπαρτιατῶν ὁπόσοι πω γένεια οὐκ εἶχον, τούτους δὲ ἐσθῆτι καὶ κόσμῳ τῷ λοιπῷ σκευάσαντα ὡς παρθένους ἀναπαυομένοις τοῖς Μεσσηνίοις ἐπεισαγαγεῖν, δόντα ἐγχειρίδια·
一方メッセニア人は、聖域にやって来た彼らのうち地位においてメッセニアで第一流の者たちに対してテレクロスが陰謀を企てたのだと主張している。 そして、その原因はメッセニアの土地の肥沃さにあり、テレクロスは陰謀を企てて、スパルタ人のうちまだ髭の生えていない若者たちを選び、彼らに衣服やその他の装飾を施して処女のように装わせ、休息しているメッセニア人たちの中へ短剣を持たせて送り込んだのだという。
καὶ τοὺς Μεσσηνίους ἀμυνομένους τούς τε ἀγενείους νεανίσκους καὶ αὐτὸν ἀποκτεῖναι Τήλεκλον, Λακεδαιμονίους δὲ—οὐ γὰρ ἄνευ τοῦ κοινοῦ ταῦτα βουλεῦσαι σφῶν τὸν βασιλέα—συνειδότας ὡς ἄρξαιεν ἀδικίας, τοῦ φόνου σφᾶς τοῦ Τηλέκλου δίκας οὐκ ἀπαιτῆσαι.
そしてメッセニア人たちは自衛して、その髭のない若者たちとテレクロス自身を殺害したのだと。 また、ラケダイモン人は――彼らの王が国全体の同意なしにこのようなことを企てたはずはなく、自分たちが不正を開始したことを自覚していたため――テレクロスの殺害に対して処罰を求めなかったのだという。
ταῦτα μὲν ἑκάτεροι λέγουσι, πειθέσθω δὲ ὡς ἔχει τις ἐς τοὺς ἑτέρους σπουδῆς.
両者はこのように語っている。 どちらかの側に対する好意の度合いに応じて、信じるがよい。
§4.4.4γενεᾷ δὲ ὕστερον βασιλεύοντος ἐν Λακεδαίμονι Ἀλκαμένους τοῦ Τηλέκλου, τῆς δὲ οἰκίας τῆς ἑτέρας Θεοπόμπου τοῦ Νικάνδρου τοῦ Χαρίλλου τοῦ Πολυδέκτου τοῦ Εὐνόμου τοῦ Πρυτάνιδος τοῦ Εὐρυπῶντος, Μεσσηνίων δὲ Ἀντιόχου καὶ Ἀνδροκλέους τῶν Φίντα, Λακεδαιμονίων καὶ Μεσσηνίων ἐξήρθη τὸ ἐς ἀλλήλους μῖσος·
一世代のちに、ラケダイモンではテレクロスの子アルカメネスが、もう一方の王家ではテオポンポス(ニカンドロスの子、カリロスの子、ポリュデクテスの子、エウノモスの子、プリュタニスの子、エウリュポンの子)が支配し、メッセニアではピンタスの子アンティオコスとアンドロクレスが支配していた時に、ラケダイモン人とメッセニア人の互いに対する憎悪が激しく燃え上がった。
καὶ ἦρξαν οἱ Λακεδαιμόνιοι πολέμου, ἐπιγενομένης ἀφορμῆς σφισιν ἐθελέχθρως μὲν ἔχουσι καὶ πολεμῆσαι πάντως ἐγνωκόσιν οὐ μόνον ἀποχρώσης ἀλλὰ καὶ τὰ μάλιστα εὐπροσώπου, μετὰ δὲ εἰρηνικωτέρας γνώμης κἂν διελύθη δικαστηρίου γνώσει.
そしてラケダイモン人が戦争を開始した。 彼らにはきっかけが生じていたが、それは憎悪を抱きどうしても戦争をしようと決意していた者たちにとっては十分であるばかりかこの上なくもっともらしい口実であったものの、もしより平和的な考えを持っていれば裁判の判決によって解決され得たであろう。
τὰ δὲ συμβάντα ἔσχεν οὕτω.
起こった事柄は次のようであった。
§4.4.5Πολυχάρης Μεσσήνιος τά τε ἄλλα οὐκ ἀφανὴς καὶ νίκην Ὀλυμπίασιν ἀνῃρημένος —τετάρτην Ὀλυμπιάδα ἦγον Ἠλεῖοι καὶ ἀγώνισμα ἦν σταδίου μόνον, ὅτε ὁ Πολυχάρης ἐνίκησεν—, τούτῳ τῷ ἀνδρὶ ἐγένοντο βοῦς·
メッセニア人のポリュカレスは、他の点でも無名ではなく、オリンピアでの勝利を収めていたが――エリス人たちが第4回オリンピアを開催し、競技はスタディオン走だけであった時に、ポリュカレスは勝利したのである――、この男には牛の群れがいた。
καὶ—οὐ γὰρ ἐκέκτητο ἰδίαν γῆν ὡς νομὰς ταῖς βουσὶν ἱκανὰς εἶναι—Σπαρτιάτῃ σφᾶς δίδωσιν Εὐαίφνῳ βόσκεσθαί τε ἐν ἐκείνου καὶ μοῖραν εἶναι καὶ Εὐαίφνῳ τοῦ καρποῦ τῶν βοῶν.
そして――彼は牛たちに十分な牧草地となる自身の土地を持っていなかったからであるが――スパルタ人のエウアイプノスに牛を引き渡し、彼の土地で放牧させる代わりに、エウアイプノスにも牛の生産物の分け前を与えることにした。
§4.4.6ἦν δὲ ἄρα τοιόσδε τις ὁ Εὔαιφνος, κέρδη τε ἄδικα ἐπίπροσθεν ἢ πιστὸς εἶναι ποιούμενος καὶ ἄλλως αἱμύλος·
しかしエウアイプノスというのは実際このような男であり、誠実であることよりも不義の利益を優先し、それ以外でも言葉巧みであった。
ὃς καὶ τότε καταπλεύσασιν ἐς τὴν Λακωνικὴν ἐμπόροις ἀποδόμενος βοῦς τὰς Πολυχάρους ἦλθεν αὐτὸς ὡς Πολυχάρην ἄγγελος, ἐλθὼν δὲ ἀποβάντας ἔλεγεν ἐς τὴν χώραν λῃστὰς καὶ βιασαμένους αὐτὸν λείαν βοῦς τε ἄγεσθαι καὶ βουκόλους.
彼はその時、ラコニアに寄港した商人たちにポリュカレスの牛を売却し、自らポリュカレスのもとに使者としてやって来た。 そしてやって来ると、海賊が土地に上陸し、彼に乱暴を働いて牛と牛飼いたちを略奪品として連れ去ったと言った。
ἕως δὲ οὗτος παρέπειθεν, ἐν τούτῳ τῶν τις βουκόλων ἀποδιδράσκει τοὺς ἐμπόρους, ἐπανήκων δὲ καταλαμβάνει τε αὐτοῦ παρὰ τῷ δεσπότῃ τὸν Εὔαιφνον καὶ Πολυχάρους ἐναντίον ἤλεγχεν.
彼がこのようにだましている間に、牛飼いの一人が商人たちから逃げ出し、戻ってくると、主人のところでエウアイプノスがそこにいるのを見つけ、ポリュカレスの目の前で彼の嘘を暴いた。
§4.4.7ἁλισκόμενος δὲ καὶ οὐκ ἔχων ἀπαρνήσασθαι πολλὰ μὲν αὐτὸν Πολυχάρην, πολλὰ δὲ καὶ τοῦ Πολυχάρους τὸν παῖδα ἱκέτευε νεῖμαί οἱ συγγνώμην·
悪事が発覚し、否定することができなくなると、彼はポリュカレス自身に何度も、またポリュカレスの息子にも何度も、自分を許してくれるよう嘆願した。
ἐν γὰρ τῇ ἀνθρωπίνῃ φύσει καὶ ἄλλων ἐνόντων, ἐφʼ οἷς βιαζόμεθα ἄδικοι γίνεσθαι, τὰ κέρδη μεγίστην ἀνάγκην ἔχειν·
人間性には私たちが不義を働く原因となる他の要因もある中で、利得こそが最も強力な強制力を持つのだ、と言い訳した。
τιμὴν δὲ ἥντινα εἰλήφει τῶν βοῶν, λόγῳ τε ἀπέφαινε καὶ τὸν παῖδα ἠξίου τὸν Πολυχάρους ἕπεσθαί οἱ κομιούμενον.
そして、牛の代金として自分が受け取った金額を示し、ポリュカレスの息子がそれを受け取りに自分について来るように求めた。
ὡς δὲ προϊόντες ἐγίνοντο ἐν τῇ Λακωνικῇ, ἔργον ἐτόλμησεν Εὔαιφνος ἀνοσιώτερον τοῦ προτέρου·
そして彼らが進んでラコニアに入ると、エウアイプノスは前のことよりもさらに不敬な行為をあえて行った。
§4.4.8φονεύει τοῦ Πολυχάρους τὸν υἱόν.
彼はポリュカレスの息子を殺害したのである。
ὁ δὲ ὡς καὶ ταῦτα ἔγνω πεπονθώς, φοιτῶν ἐς τὴν Λακεδαίμονα τοῖς βασιλεῦσιν ἦν καὶ τοῖς ἐφόροις διʼ ὄχλου, πολλὰ μὲν τὸν παῖδα ἀνακλαίων, καταριθμούμενος δὲ οἷα ὑπὸ Εὐαίφνου πεπονθὼς ἦν, ὃν αὐτὸς ξένον ἐποιήσατο καὶ πρὸ πάντων Λακεδαιμονίων ἐπίστευσεν.
彼がこのような目にも遭ったことを知ると、ラケダイモンへと度々赴き、王たちやエポロイにつきまとって、息子を大いに哀悼し、また、エウアイプノスによって自分がどのような目にあわされたかを数え立てた。 エウアイプノスを彼は自らの客友とし、すべてのラケダイモン人の中で最も信頼していたのである。
ὡς δέ οἱ συνεχῶς ἰόντι ἐπὶ τὰς ἀρχὰς οὐδεμία ἐγίνετο τιμωρία, ἐνταῦθα παρετράπη τε ὁ Πολυχάρης ἐκ τοῦ νοῦ καὶ τῷ θυμῷ χρώμενος, ἅτε ἔχων ἀφειδῶς ἤδη καὶ αὑτοῦ, πάντα τινὰ ὃν λάβοι Λακεδαιμονίων ἐτόλμα φονεύειν.
しかし、彼が何度も当局のもとへ赴いたにもかかわらず、何の処罰もなされなかったので、ここでポリュカレスは発狂し、すでに自身の命をも惜しまないほどであったため怒りに身を任せ、捕まえたラケダイモン人を誰かれ構わず殺害することをあえて行った。

語釈・文法注

  1. §4.4.1ἀπὸ αἰτίας ἀμφισβητουμένης μὲν καὶ ταύτης, γενέσθαι δὲ οὕτω λεγομένης — 前置詞 `ἀπό` が導く名詞 `αἰτίας` に対して、2つの分詞 `ἀμφισβητουμένης`(受け身)と `λεγομένης`(受動・属格)が並列で修飾している構造。`γενέσθαι δὲ οὕτω` は `λεγομένης` の補語となる不定法構文であり、「そのように起こったと言われている(原因)」を意味する。`ταύτης` は指示代名詞女性属格単数で、前文の「不和(διαφορά)」ではなく「原因(αἰτία)」を指し、「この原因自体も(不和と同様に)議論の余地があるが」という譲歩的な意味を表す。
  2. §4.4.4κἂν διελύθη — 接続詞 `καί` と小辞 `ἄν`、および動詞 `διελύθη`(直説法過去受動・三人称単数)の融合(crasis)。前置詞句 `μετὰ δὲ εἰρηνικωτέρας γνώμης`(しかし、より平和的な考えを持っていれば)を条件節の代わりとする、過去の反実仮想の帰結節を形成している。すなわち、「(もし平和的な態度であったなら)解決されたであろうに(実際はされなかった)」という文脈を表現する。
  3. §4.4.8τοῖς βασιλεῦσιν ἦν καὶ τοῖς ἐφόροις διʼ ὄχλου — 「〜にとって厄介な存在となる、しつこくつきまとう」を意味する慣用表現 `διʼ ὄχλου εἶναί τινι` の過去形。ここでは未完了過去 `ἦν` と名詞の与格 `τοῖς βασιλεῦσιν ... καὶ τοῖς ἐφόροις`(王たちとエポロイに対して)が組み合わさり、ポリュカレスが執拗にスパルタの当局者たちに直訴し続けて彼らを大いに悩ませた様子を生き生きと描いている。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §4.4.1-4.4.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.4.1-4.4.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。