§4.4.1ἐπὶ δὲ Φίντα τοῦ Συβότα πρῶτον Μεσσήνιοι τότε τῷ Ἀπόλλωνι ἐς Δῆλον θυσίαν καὶ ἀνδρῶν χορὸν ἀποστέλλουσι· τὸ δέ σφισιν ᾆσμα προσόδιον ἐς τὸν θεὸν ἐδίδαξεν Εὔμηλος, εἶναί τε ὡς ἀληθῶς Εὐμήλου νομίζεται μόνα τὰ ἔπη ταῦτα.
Under Phintas, the son of Sybotas, the Messenians then for the first time sent a sacrifice and a chorus of men to Apollo at Delos; Eumelus taught them the processional hymn to the god, and these verses alone are considered to be truly by Eumelus.
ἐγένετο δὲ καὶ πρὸς Λακεδαιμονίους ἐπὶ τῆς Φίντα βασιλείας διαφορὰ πρῶτον, ἀπὸ αἰτίας ἀμφισβητουμένης μὲν καὶ ταύτης, γενέσθαι δὲ οὕτω λεγομένης.
There also arose for the first time a dispute with the Lacedaemonians during the reign of Phintas, which, although its cause is also disputed, is said to have occurred as follows.
§4.4.2ἔστιν ἐπὶ τοῖς ὅροις τῆς Μεσσηνίας ἱερὸν Ἀρτέμιδος καλουμένης Λιμνάτιδος, μετεῖχον δὲ αὐτοῦ μόνοι Δωριέων οἵ τε Μεσσήνιοι καὶ οἱ Λακεδαιμόνιοι.
On the borders of Messenia is a sanctuary of Artemis called Limnatis, in which only the Messenians and the Lacedaemonians of the Dorians had a share.
Λακεδαιμόνιοι μὲν δή φασιν ὡς παρθένους αὑτῶν παραγενομένας ἐς τὴν ἑορτὴν αὐτάς τε βιάσαιντο ἄνδρες τῶν Μεσσηνίων καὶ τὸν βασιλέα σφῶν ἀποκτείναιεν πειρώμενον κωλύειν, Τήλεκλον Ἀρχελάου τοῦ Ἀγησιλάου τοῦ Δορύσσου τοῦ Λαβώτα τοῦ Ἐχεστράτου τοῦ Ἄγιδος, πρός τε δὴ τούτοις τὰς βιασθείσας τῶν παρθένων διεργάσασθαι λέγουσιν αὑτὰς ὑπὸ αἰσχύνης·
The Lacedaemonians indeed say that when their maidens came to the festival, men of the Messenians violated them and killed their king, Teleclus, who was trying to prevent it—Teleclus, the son of Archelaus, son of Agesilaus, son of Doryssus, son of Labotas, son of Echestratus, son of Agis—and in addition to this, they say that those of the maidens who had been violated made away with themselves out of shame.
§4.4.3Μεσσήνιοι δὲ τοῖς ἐλθοῦσι σφῶν ἐς τὸ ἱερὸν πρωτεύουσιν ἐν Μεσσήνῃ κατὰ ἀξίωμα, τούτοις φασὶν ἐπιβουλεῦσαι Τήλεκλον, αἴτιον δὲ εἶναι τῆς χώρας τῆς Μεσσηνίας τὴν ἀρετήν, ἐπιβουλεύοντα δὲ ἐπιλέξαι Σπαρτιατῶν ὁπόσοι πω γένεια οὐκ εἶχον, τούτους δὲ ἐσθῆτι καὶ κόσμῳ τῷ λοιπῷ σκευάσαντα ὡς παρθένους ἀναπαυομένοις τοῖς Μεσσηνίοις ἐπεισαγαγεῖν, δόντα ἐγχειρίδια·
But the Messenians say that Teleclus plotted against those of their people who had come to the sanctuary, who were the foremost in dignity in Messene; and that the cause was the fertility of the Messenian land, and that in plotting he selected as many of the Spartans as did not yet have beards, and having equipped them with clothing and other ornaments as maidens, he introduced them among the resting Messenians, having given them daggers; and the Messenians, defending themselves, killed both the beardless youths and Teleclus himself.
καὶ τοὺς Μεσσηνίους ἀμυνομένους τούς τε ἀγενείους νεανίσκους καὶ αὐτὸν ἀποκτεῖναι Τήλεκλον, Λακεδαιμονίους δὲ—οὐ γὰρ ἄνευ τοῦ κοινοῦ ταῦτα βουλεῦσαι σφῶν τὸν βασιλέα—συνειδότας ὡς ἄρξαιεν ἀδικίας, τοῦ φόνου σφᾶς τοῦ Τηλέκλου δίκας οὐκ ἀπαιτῆσαι.
They say that the Lacedaemonians—for their king would not have planned this without their common consent, and they were aware that they had started the injustice—did not demand satisfaction for the murder of Teleclus.
ταῦτα μὲν ἑκάτεροι λέγουσι, πειθέσθω δὲ ὡς ἔχει τις ἐς τοὺς ἑτέρους σπουδῆς.
Both sides say these things; let each person believe according to his inclination toward either party.
§4.4.4γενεᾷ δὲ ὕστερον βασιλεύοντος ἐν Λακεδαίμονι Ἀλκαμένους τοῦ Τηλέκλου, τῆς δὲ οἰκίας τῆς ἑτέρας Θεοπόμπου τοῦ Νικάνδρου τοῦ Χαρίλλου τοῦ Πολυδέκτου τοῦ Εὐνόμου τοῦ Πρυτάνιδος τοῦ Εὐρυπῶντος, Μεσσηνίων δὲ Ἀντιόχου καὶ Ἀνδροκλέους τῶν Φίντα, Λακεδαιμονίων καὶ Μεσσηνίων ἐξήρθη τὸ ἐς ἀλλήλους μῖσος·
A generation later, when Alcamenes, the son of Teleclus, was reigning in Lacedaemon, and of the other house, Theopompus, the son of Nicandrus, son of Charillus, son of Polydectes, son of Eunomus, son of Prytanis, son of Eurypon, and of the Messenians, Antiochus and Androcles, the sons of Phintas, the mutual hatred between the Lacedaemonians and the Messenians was aroused.
καὶ ἦρξαν οἱ Λακεδαιμόνιοι πολέμου, ἐπιγενομένης ἀφορμῆς σφισιν ἐθελέχθρως μὲν ἔχουσι καὶ πολεμῆσαι πάντως ἐγνωκόσιν οὐ μόνον ἀποχρώσης ἀλλὰ καὶ τὰ μάλιστα εὐπροσώπου, μετὰ δὲ εἰρηνικωτέρας γνώμης κἂν διελύθη δικαστηρίου γνώσει.
And the Lacedaemonians began the war, an occasion having arisen for them, who were hostilely disposed and had resolved by all means to wage war, which was not only sufficient but also highly specious, but with a more peaceful mind it could have been resolved by the decision of a court.
τὰ δὲ συμβάντα ἔσχεν οὕτω.
What happened was as follows.
§4.4.5Πολυχάρης Μεσσήνιος τά τε ἄλλα οὐκ ἀφανὴς καὶ νίκην Ὀλυμπίασιν ἀνῃρημένος —τετάρτην Ὀλυμπιάδα ἦγον Ἠλεῖοι καὶ ἀγώνισμα ἦν σταδίου μόνον, ὅτε ὁ Πολυχάρης ἐνίκησεν—, τούτῳ τῷ ἀνδρὶ ἐγένοντο βοῦς· καὶ—οὐ γὰρ ἐκέκτητο ἰδίαν γῆν ὡς νομὰς ταῖς βουσὶν ἱκανὰς εἶναι—Σπαρτιάτῃ σφᾶς δίδωσιν Εὐαίφνῳ βόσκεσθαί τε ἐν ἐκείνου καὶ μοῖραν εἶναι καὶ Εὐαίφνῳ τοῦ καρποῦ τῶν βοῶν.
Polychares, a Messenian, who in other respects was not obscure and had won a victory at Olympia—the Eleans were holding the fourth Olympiad, and the contest was of the stade only, when Polychares won—this man had cattle; and—for he did not possess private land sufficient to be pasture for the cattle—he gave them to a Spartan, Euaephnus, to be pastured on his land, on condition that there should be a share for Euaephnus also of the produce of the cattle.
§4.4.6ἦν δὲ ἄρα τοιόσδε τις ὁ Εὔαιφνος, κέρδη τε ἄδικα ἐπίπροσθεν ἢ πιστὸς εἶναι ποιούμενος καὶ ἄλλως αἱμύλος· ὃς καὶ τότε καταπλεύσασιν ἐς τὴν Λακωνικὴν ἐμπόροις ἀποδόμενος βοῦς τὰς Πολυχάρους ἦλθεν αὐτὸς ὡς Πολυχάρην ἄγγελος, ἐλθὼν δὲ ἀποβάντας ἔλεγεν ἐς τὴν χώραν λῃστὰς καὶ βιασαμένους αὐτὸν λείαν βοῦς τε ἄγεσθαι καὶ βουκόλους.
But Euaephnus was indeed such a man, placing unjust gains before being faithful, and otherwise crafty; who then, having sold Polychares' cattle to merchants who had put in to Laconia, came himself as a messenger to Polychares, and having come, he said that robbers had landed on the territory, and having overpowered him, they had driven off the cattle as plunder along with the herdsmen.
ἕως δὲ οὗτος παρέπειθεν, ἐν τούτῳ τῶν τις βουκόλων ἀποδιδράσκει τοὺς ἐμπόρους, ἐπανήκων δὲ καταλαμβάνει τε αὐτοῦ παρὰ τῷ δεσπότῃ τὸν Εὔαιφνον καὶ Πολυχάρους ἐναντίον ἤλεγχεν.
While he was trying to persuade him, in the meantime one of the herdsmen escaped from the merchants, and having returned, he found Euaephnus there with his master and exposed him in the presence of Polychares.
§4.4.7ἁλισκόμενος δὲ καὶ οὐκ ἔχων ἀπαρνήσασθαι πολλὰ μὲν αὐτὸν Πολυχάρην, πολλὰ δὲ καὶ τοῦ Πολυχάρους τὸν παῖδα ἱκέτευε νεῖμαί οἱ συγγνώμην· ἐν γὰρ τῇ ἀνθρωπίνῃ φύσει καὶ ἄλλων ἐνόντων, ἐφʼ οἷς βιαζόμεθα ἄδικοι γίνεσθαι, τὰ κέρδη μεγίστην ἀνάγκην ἔχειν· τιμὴν δὲ ἥντινα εἰλήφει τῶν βοῶν, λόγῳ τε ἀπέφαινε καὶ τὸν παῖδα ἠξίου τὸν Πολυχάρους ἕπεσθαί οἱ κομιούμενον.
Being caught and having no way to deny it, he begged Polychares himself many times, and also many times the son of Polychares, to grant him forgiveness; saying that while other things are in human nature by which we are forced to become unjust, gains hold the greatest necessity; and the price which he had received for the cattle, he showed in account, and requested the son of Polychares to follow him to receive it.
ὡς δὲ προϊόντες ἐγίνοντο ἐν τῇ Λακωνικῇ, ἔργον ἐτόλμησεν Εὔαιφνος ἀνοσιώτερον τοῦ προτέρου· §4.4.8φονεύει τοῦ Πολυχάρους τὸν υἱόν.
But as they went forward and came to Laconia, Euaephnus dared a deed more impious than the former; he murdered the son of Polychares.
ὁ δὲ ὡς καὶ ταῦτα ἔγνω πεπονθώς, φοιτῶν ἐς τὴν Λακεδαίμονα τοῖς βασιλεῦσιν ἦν καὶ τοῖς ἐφόροις διʼ ὄχλου, πολλὰ μὲν τὸν παῖδα ἀνακλαίων, καταριθμούμενος δὲ οἷα ὑπὸ Εὐαίφνου πεπονθὼς ἦν, ὃν αὐτὸς ξένον ἐποιήσατο καὶ πρὸ πάντων Λακεδαιμονίων ἐπίστευσεν.
When he learned that he had suffered this also, going repeatedly to Lacedaemon, he importuned the kings and the ephors, greatly bewailing his son, and recounting what he had suffered at the hands of Euaephnus, whom he himself had made his guest-friend and had trusted above all Lacedaemonians.
ὡς δέ οἱ συνεχῶς ἰόντι ἐπὶ τὰς ἀρχὰς οὐδεμία ἐγίνετο τιμωρία, ἐνταῦθα παρετράπη τε ὁ Πολυχάρης ἐκ τοῦ νοῦ καὶ τῷ θυμῷ χρώμενος, ἅτε ἔχων ἀφειδῶς ἤδη καὶ αὑτοῦ, πάντα τινὰ ὃν λάβοι Λακεδαιμονίων ἐτόλμα φονεύειν.
But since no vengeance was taken for him although he continually went to the authorities, then Polychares was driven out of his mind and, giving way to anger, since he already held even his own life of no account, he dared to murder every Lacedaemonian he could catch.