Humanitext Reader

保萨尼亚斯 · 希腊志 §4.4.1-4.4.8

美塞尼亚与斯巴达的最初冲突与战争导火索

第 143 段,共 465 段 · 希腊语

内容简介

本章节叙述了美塞尼亚人与斯巴达人之间关于国王泰勒克洛斯之死的最初争端,以及直接引发第一次美塞尼亚战争的波吕卡雷斯之子被杀的悲剧事件。

§4.4.1ἐπὶ δὲ Φίντα τοῦ Συβότα πρῶτον Μεσσήνιοι τότε τῷ Ἀπόλλωνι ἐς Δῆλον θυσίαν καὶ ἀνδρῶν χορὸν ἀποστέλλουσι· τὸ δέ σφισιν ᾆσμα προσόδιον ἐς τὸν θεὸν ἐδίδαξεν Εὔμηλος, εἶναί τε ὡς ἀληθῶς Εὐμήλου νομίζεται μόνα τὰ ἔπη ταῦτα.
在叙博塔斯之子宾塔斯统治时期,美塞尼亚人这才首次向德洛斯岛的阿波罗派遣了祭礼和男子合唱队;埃乌梅洛斯教导了他们向神献唱的进堂赞歌,而这些诗句被认为是真正出自埃乌梅洛斯之手的唯一作品。
ἐγένετο δὲ καὶ πρὸς Λακεδαιμονίους ἐπὶ τῆς Φίντα βασιλείας διαφορὰ πρῶτον, ἀπὸ αἰτίας ἀμφισβητουμένης μὲν καὶ ταύτης, γενέσθαι δὲ οὕτω λεγομένης.
在宾塔斯统治期间,与拉刻代蒙人之间也首次发生了争端,虽然这争端的原因也存在争议,但据说过程如下。
§4.4.2ἔστιν ἐπὶ τοῖς ὅροις τῆς Μεσσηνίας ἱερὸν Ἀρτέμιδος καλουμένης Λιμνάτιδος, μετεῖχον δὲ αὐτοῦ μόνοι Δωριέων οἵ τε Μεσσήνιοι καὶ οἱ Λακεδαιμόνιοι.
在美塞尼亚的边界上,有一处被称为利姆纳提斯的阿耳忒弥斯圣域,在多利安人中,只有美塞尼亚人和拉刻代蒙人共同参与该圣域的祭典。
Λακεδαιμόνιοι μὲν δή φασιν ὡς παρθένους αὑτῶν παραγενομένας ἐς τὴν ἑορτὴν αὐτάς τε βιάσαιντο ἄνδρες τῶν Μεσσηνίων καὶ τὸν βασιλέα σφῶν ἀποκτείναιεν πειρώμενον κωλύειν, Τήλεκλον Ἀρχελάου τοῦ Ἀγησιλάου τοῦ Δορύσσου τοῦ Λαβώτα τοῦ Ἐχεστράτου τοῦ Ἄγιδος, πρός τε δὴ τούτοις τὰς βιασθείσας τῶν παρθένων διεργάσασθαι λέγουσιν αὑτὰς ὑπὸ αἰσχύνης·
拉刻代蒙人声称,当他们的处女们前来参加节日时,美塞尼亚的男子们强暴了她们,并杀害了试图阻止此事的拉刻代蒙国王泰勒克洛斯——他是阿尔克劳斯之子、阿格西劳斯之子、德里索斯之子、拉波塔斯之子、埃克斯特拉托斯之子、阿吉斯之子——此外,他们还说,那些被强暴的处女因羞耻而自尽。
§4.4.3Μεσσήνιοι δὲ τοῖς ἐλθοῦσι σφῶν ἐς τὸ ἱερὸν πρωτεύουσιν ἐν Μεσσήνῃ κατὰ ἀξίωμα, τούτοις φασὶν ἐπιβουλεῦσαι Τήλεκλον, αἴτιον δὲ εἶναι τῆς χώρας τῆς Μεσσηνίας τὴν ἀρετήν, ἐπιβουλεύοντα δὲ ἐπιλέξαι Σπαρτιατῶν ὁπόσοι πω γένεια οὐκ εἶχον, τούτους δὲ ἐσθῆτι καὶ κόσμῳ τῷ λοιπῷ σκευάσαντα ὡς παρθένους ἀναπαυομένοις τοῖς Μεσσηνίοις ἐπεισαγαγεῖν, δόντα ἐγχειρίδια· καὶ τοὺς Μεσσηνίους ἀμυνομένους τούς τε ἀγενείους νεανίσκους καὶ αὐτὸν ἀποκτεῖναι Τήλεκλον, Λακεδαιμονίους δὲ—οὐ γὰρ ἄνευ τοῦ κοινοῦ ταῦτα βουλεῦσαι σφῶν τὸν βασιλέα—συνειδότας ὡς ἄρξαιεν ἀδικίας, τοῦ φόνου σφᾶς τοῦ Τηλέκλου δίκας οὐκ ἀπαιτῆσαι.
而美塞尼亚人则声称,泰勒克洛斯企图加害他们当中来到圣域的美塞尼亚显贵(他们在美塞尼亚的地位最高);其原因在于美塞尼亚土地的肥沃。 泰勒克洛斯阴谋策划,挑选了还没有长胡须的斯巴达青年,让他们穿上女装并佩戴其他饰品伪装成处女,在美塞尼亚人休息时,让他们手持短剑潜入;而美塞尼亚人进行自卫,杀死了那些无须青年以及泰勒克洛斯本人。 他们还说,拉刻代蒙人——因为他们的国王若非经过城邦的同意,绝不会策划此事,且他们自知是自己先犯下了不义——因此并未就泰勒克洛斯的被杀要求惩罚或赔偿。
ταῦτα μὲν ἑκάτεροι λέγουσι, πειθέσθω δὲ ὡς ἔχει τις ἐς τοὺς ἑτέρους σπουδῆς.
双方各执一词,至于相信哪一方,则取决于各人对哪一方更为偏爱。
§4.4.4γενεᾷ δὲ ὕστερον βασιλεύοντος ἐν Λακεδαίμονι Ἀλκαμένους τοῦ Τηλέκλου, τῆς δὲ οἰκίας τῆς ἑτέρας Θεοπόμπου τοῦ Νικάνδρου τοῦ Χαρίλλου τοῦ Πολυδέκτου τοῦ Εὐνόμου τοῦ Πρυτάνιδος τοῦ Εὐρυπῶντος, Μεσσηνίων δὲ Ἀντιόχου καὶ Ἀνδροκλέους τῶν Φίντα, Λακεδαιμονίων καὶ Μεσσηνίων ἐξήρθη τὸ ἐς ἀλλήλους μῖσος·
一世代之后,在拉刻代蒙由泰勒克洛斯之子阿尔卡梅内斯统治,另一王家则由泰奥蓬波斯(尼坎德罗斯之子、卡里洛斯之子、波吕德克特斯之子、埃乌诺莫斯之子、普吕塔尼斯之子、埃乌里蓬之子)统治,而在美塞尼亚由宾塔斯之子安提奥科斯和安德罗克勒斯统治之时,拉刻代蒙人与美塞尼亚人之间对彼此的仇恨被彻底激发。
καὶ ἦρξαν οἱ Λακεδαιμόνιοι πολέμου, ἐπιγενομένης ἀφορμῆς σφισιν ἐθελέχθρως μὲν ἔχουσι καὶ πολεμῆσαι πάντως ἐγνωκόσιν οὐ μόνον ἀποχρώσης ἀλλὰ καὶ τὰ μάλιστα εὐπροσώπου, μετὰ δὲ εἰρηνικωτέρας γνώμης κἂν διελύθη δικαστηρίου γνώσει.
拉刻代蒙人发动了战争。 他们得到了一个起因,这对于那些怀有敌意、早已决意要发动战争的人来说,不仅充足,而且极其冠冕堂皇;然而若抱有较为和平的心态,这本可通过法庭的审判来解决。
τὰ δὲ συμβάντα ἔσχεν οὕτω.
发生的事情如下。
§4.4.5Πολυχάρης Μεσσήνιος τά τε ἄλλα οὐκ ἀφανὴς καὶ νίκην Ὀλυμπίασιν ἀνῃρημένος —τετάρτην Ὀλυμπιάδα ἦγον Ἠλεῖοι καὶ ἀγώνισμα ἦν σταδίου μόνον, ὅτε ὁ Πολυχάρης ἐνίκησεν—, τούτῳ τῷ ἀνδρὶ ἐγένοντο βοῦς· καὶ—οὐ γὰρ ἐκέκτητο ἰδίαν γῆν ὡς νομὰς ταῖς βουσὶν ἱκανὰς εἶναι—Σπαρτιάτῃ σφᾶς δίδωσιν Εὐαίφνῳ βόσκεσθαί τε ἐν ἐκείνου καὶ μοῖραν εἶναι καὶ Εὐαίφνῳ τοῦ καρποῦ τῶν βοῶν.
美塞尼亚人波吕卡雷斯在其他方面并非无名之辈,且曾在奥林匹亚获得过胜利——当时埃利斯人举办第四届奥林匹亚运动会,且竞技只有短跑一项,波吕卡雷斯获得了冠军——这个男子拥有一群牛;由于他没有足够的私人土地作为牛群的牧场,他将牛交给斯巴达人埃乌艾普诺斯,在后者的土地上放牧,条件是埃乌艾普诺斯也将获得牛群收益的一部分。
§4.4.6ἦν δὲ ἄρα τοιόσδε τις ὁ Εὔαιφνος, κέρδη τε ἄδικα ἐπίπροσθεν ἢ πιστὸς εἶναι ποιούμενος καὶ ἄλλως αἱμύλος·
然而,埃乌艾普诺斯实际上是这样一个人:他把不义之财置于诚信之上,而且在其他方面也十分狡诈。
ὃς καὶ τότε καταπλεύσασιν ἐς τὴν Λακωνικὴν ἐμπόροις ἀποδόμενος βοῦς τὰς Πολυχάρους ἦλθεν αὐτὸς ὡς Πολυχάρην ἄγγελος, ἐλθὼν δὲ ἀποβάντας ἔλεγεν ἐς τὴν χώραν λῃστὰς καὶ βιασαμένους αὐτὸν λείαν βοῦς τε ἄγεσθαι καὶ βουκόλους.
他当时将波吕卡雷斯的牛卖给了靠岸拉科尼亚的商人,然后自己作为送信人来到波吕卡雷斯那里。 他到来后声称,强盗登陆了该地区,用武力劫持了他,并将牛群和牧牛人作为掠夺品带走了。
ἕως δὲ οὗτος παρέπειθεν, ἐν τούτῳ τῶν τις βουκόλων ἀποδιδράσκει τοὺς ἐμπόρους, ἐπανήκων δὲ καταλαμβάνει τε αὐτοῦ παρὰ τῷ δεσπότῃ τὸν Εὔαιφνον καὶ Πολυχάρους ἐναντίον ἤλεγχεν.
正当他以此欺骗波吕卡雷斯时,其中一名牧牛人从商人那里逃了出来,返回并发现埃乌艾普诺斯就在其主人那里,于是在波吕卡雷斯面前揭穿了他的谎言。
§4.4.7ἁλισκόμενος δὲ καὶ οὐκ ἔχων ἀπαρνήσασθαι πολλὰ μὲν αὐτὸν Πολυχάρην, πολλὰ δὲ καὶ τοῦ Πολυχάρους τὸν παῖδα ἱκέτευε νεῖμαί οἱ συγγνώμην· ἐν γὰρ τῇ ἀνθρωπίνῃ φύσει καὶ ἄλλων ἐνόντων, ἐφʼ οἷς βιαζόμεθα ἄδικοι γίνεσθαι, τὰ κέρδη μεγίστην ἀνάγκην ἔχειν·
由于被当场揭穿且无法否认,他多次哀求波吕卡雷斯本人,也多次哀求波吕卡雷斯的儿子,请求宽恕;他辩解说,尽管在人类天性中还有其他驱使我们行不义的因素,但利益具有最强大的强迫力。
τιμὴν δὲ ἥντινα εἰλήφει τῶν βοῶν, λόγῳ τε ἀπέφαινε καὶ τὸν παῖδα ἠξίου τὸν Πολυχάρους ἕπεσθαί οἱ κομιούμενον.
他向波吕卡雷斯的儿子出示了他卖牛所得的账目,并请求其子跟随他前去取回这笔钱。
ὡς δὲ προϊόντες ἐγίνοντο ἐν τῇ Λακωνικῇ, ἔργον ἐτόλμησεν Εὔαιφνος ἀνοσιώτερον τοῦ προτέρου· §4.4.8φονεύει τοῦ Πολυχάρους τὸν υἱόν.
然而,当他们前行并进入拉科尼亚境内时,埃乌艾普诺斯竟敢做出了比之前更为大逆不道的勾当:他杀害了波吕卡雷斯的儿子。
ὁ δὲ ὡς καὶ ταῦτα ἔγνω πεπονθώς, φοιτῶν ἐς τὴν Λακεδαίμονα τοῖς βασιλεῦσιν ἦν καὶ τοῖς ἐφόροις διʼ ὄχλου, πολλὰ μὲν τὸν παῖδα ἀνακλαίων, καταριθμούμενος δὲ οἷα ὑπὸ Εὐαίφνου πεπονθὼς ἦν, ὃν αὐτὸς ξένον ἐποιήσατο καὶ πρὸ πάντων Λακεδαιμονίων ἐπίστευσεν.
当波吕卡雷斯得知自己竟遭受了这样的打击,他便频繁前往拉刻代蒙,纠缠国王和监察官们,痛哭他的儿子,并向他们数落在埃乌艾普诺斯手下所遭受的种种。 他曾将埃乌艾普诺斯待为客友,且在所有拉刻代蒙人中最信任他。
ὡς δέ οἱ συνεχῶς ἰόντι ἐπὶ τὰς ἀρχὰς οὐδεμία ἐγίνετο τιμωρία, ἐνταῦθα παρετράπη τε ὁ Πολυχάρης ἐκ τοῦ νοῦ καὶ τῷ θυμῷ χρώμενος, ἅτε ἔχων ἀφειδῶς ἤδη καὶ αὑτοῦ, πάντα τινὰ ὃν λάβοι Λακεδαιμονίων ἐτόλμα φονεύειν.
然而,尽管他不断前往当局那里,却没有得到任何惩罚凶手的交代。 于是,波吕卡雷斯彻底发了疯,在愤怒的驱使下,由于已经连自己的生命也不顾,他竟敢杀害他所遇到的每一个拉刻代蒙人。

词汇与语法注释

  1. §4.4.1ἀπὸ αἰτίας ἀμφισβητουμένης μὲν καὶ ταύτης, γενέσθαι δὲ οὕτω λεγομένης — 介词 `ἀπό` 支配名词 `αἰτίας`,该名词由两个并列分词 `ἀμφισβητουμένης` 和 `λεγομένης` 修饰。不定式短语 `γενέσθαι δὲ οὕτω` 作为 `λεγομένης` 的补足语,意为“据说以此种方式发生”。指示代词 `ταύτης`(阴性属格单数)指代 `αἰτίας` 而非前文的 `διαφορά`,带有让步语气,意为“尽管这一原因本身也存在争议”。
  2. §4.4.4κἂν διελύθη — 这是连词 `καί`、语气词 `ἄν` 与动词 `διελύθη`(直陈式 simple past 被动第三人称单数)的合音(crasis)。它构成了过去反事实条件句的结论部(apodosis),而条件部(protasis)则由介词短语 `μετὰ δὲ εἰρηνικωτέρας γνώμης`(“若怀有较温和的想法”)代替。整句表达“(若当时态度温和)本可以得到解决(而实际上并未解决)”的虚拟语气。
  3. §4.4.8τοῖς βασιλεῦσιν ἦν καὶ τοῖς ἐφόροις διʼ ὄχλου — 这是一个惯用表达 `διʼ ὄχλου εἶναί τινι`,意为“成为某人的麻烦、纠缠或打扰某人”。此处未完成过去式 `ἦν` 与与格名词 `τοῖς βασιλεῦσιν ... καὶ τοῖς ἐφόροις`(对国王们和监察官们)连用,生动地描绘了波吕卡雷斯不断向斯巴达当局申诉、令其不胜其烦的场景。

引用这一段

保萨尼亚斯, 希腊志 §4.4.1-4.4.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.4.1-4.4.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。