§4.30.1ἔστιν ἐφʼ ἡμῶν ἐν τῇ Μεσσηνίᾳ τῆς νάπης τῆς Χοιρίου στάδια εἴκοσι μάλιστα ἀπέχουσα Ἀβία ἐπὶ θαλάσσῃ πόλις.
私の時代において、メッセニアにはコイリオスの谷からおよそ20スタディオン離れた海沿いに、アビアという都市がある。
ταύτην Ἴρην καλεῖσθαι πάλαι καὶ τῶν ἑπτά φασιν εἶναι πόλεων, ἃς Ἀχιλλεῖ πεποίηκεν Ὅμηρος Ἀγαμέμνονα ὑπισχνούμενον.
この都市は昔、イレと呼ばれており、ホメロスが詩の中でアガメムノンがアキレウスに約束したものとして描いている7つの都市の一つであると言われている。
Ὕλλου δὲ καὶ Δωριέων μάχῃ κρατηθέντων ὑπὸ Ἀχαιῶν, ἐνταῦθα Ἀβίαν Γλήνου τοῦ Ἡρακλέους τροφὸν ἀποχωρῆσαι λέγουσιν ἐς τὴν Ἴρην καὶ οἰκῆσαί τε αὐτόθι καὶ Ἡρακλέους ἱερὸν ἱδρύσασθαι, καί οἱ διὰ ταῦτα ὕστερον Κρεσφόντην ἄλλα τε γέρα νεῖμαι καὶ τῇ πόλει μεταθέσθαι τὸ ὄνομα ἀπὸ τῆς Ἀβίας.
ヒュロスとドリス人たちがアカイア人たちに戦いで敗れたとき、ヘラクレスの子グレノスの乳母であったアビアがこのイレに退避し、そこに居住してヘラクレスの聖域を創建したと言われている。 そしてこのために、後にクレスポンテスが彼女に様々な特権を授け、都市の名前をアビアにちなんで改名したという。
Ἡρακλεῖον δὲ ἦν αὐτόθι ἐπιφανὲς καὶ Ἀσκληπιεῖον.
そこには、高名なヘラクレスの神殿とアスクレピオスの神殿があった。
§4.30.2Φαραὶ δὲ ἀφεστήκασιν Ἀβίας σταδίους ἑβδομήκοντα, καὶ ὕδωρ κατὰ τὴν ὁδόν ἐστιν ἁλμυρόν·
ファライはアビアから70スタディオン離れており、その道中には塩分を含んだ水がある。
βασιλεὺς δὲ Αὔγουστος τοὺς ἐν Φαραῖς Μεσσηνίους συντελεῖν ἀπέταξεν ἐς τὸ Λακωνικόν.
アウグストゥス皇帝は、ファライのメッセニア人たちをラコニアの管轄に属させるように命じた。
τὸν δὲ οἰκιστὴν Φᾶριν Ἑρμοῦ τε καὶ Φυλοδαμείας λέγουσιν εἶναι τῆς Δαναοῦ·
建国者ファリスは、ヘルメスとダナオスの娘ピュロダメイアの子であると言われている。
Φάρει δὲ ἄρρενας μὲν οὔ φασι γενέσθαι, θυγατέρα δὲ Τηλεγόνην.
ファリスには男子は生まれず、テレゴネという娘が生まれたという。
τοὺς δὲ ἐφεξῆς ἐγενεαλόγησεν Ὅμηρος ἐν Ἰλιάδι διδύμους Κρήθωνα καὶ Ὀρτίλοχον εἶναι Διοκλεῖ, Διοκλέα δὲ αὐτὸν Ὀρτιλόχου τοῦ Ἀλφειοῦ·
その次の世代について、ホメロスは『イリアス』の中で、ディオクレスに双子クレトンとオルティロコスが生まれ、ディオクレス自身はアルフェイオスの子オルティロコスの子であったと系譜を語っている。
τὰ δὲ ἐς Τηλεγόνην παρεῖδεν, αὕτη γὰρ λόγῳ τῷ Μεσσηνίων ἐστὶν ἡ τεκοῦσα Ἀλφειῷ τὸν Ὀρτίλοχον.
しかし彼はテレゴネに関する事柄を見落としていた。 というのも、メッセニア人の伝承によれば、彼女こそがアルフェイオスに対してオルティロコスを産んだ者だからである。
§4.30.3καὶ τάδε ἄλλα ἤκουσα ἐν Φαραῖς, Διοκλεῖ θυγατέρα ἐπὶ τοῖς διδύμοις παισὶν Ἀντίκλειαν γενέσθαι, τῆς δὲ Νικόμαχόν τε εἶναι καὶ Γόργασον, πατρὸς δὲ Μαχάονος τοῦ Ἀσκληπιοῦ·
また、ファライで私は次のような別のことも聞いた。 ディオクレスには双子の息子のほかに娘アンティクレイアが生まれ、彼女にはニコマコスとゴルガソスがおり、その父親はアスクレピオスの子マカオンであったということである。
τούτους καταμεῖναί τε αὐτοῦ καὶ ὡς ὁ Διοκλῆς ἐτελεύτησε τὴν βασιλείαν ἐκδέξασθαι.
彼らは現地にとどまり、ディオクレスが亡くなると王位を継承したという。
διαμεμένηκε δὲ αὐτοῖς καὶ ἐς τόδε ἔτι νοσήματά τε καὶ τοὺς πεπηρωμένους τῶν ἀνθρώπων ἰᾶσθαι·
そして彼らには、今日に至るまで、人間の病気や身体に障害のある人々を癒やす能力がとどまり続けている。
καί σφισιν ἀντὶ τούτων θυσίας ἐς τὸ ἱερὸν καὶ ἀναθήματα ἄγουσιν.
そのため、人々はその返礼として、彼らの聖域へ犠牲や奉納品を捧げている。
ἔστι δὲ καὶ Τύχης ναὸς Φαραιάταις καὶ ἄγαλμα ἀρχαῖον.
ファライの人々にはテュケの神殿と古い神像もある。
§4.30.4πρῶτος δὲ ὧν οἶδα ἐποιήσατο ἐν τοῖς ἔπεσιν Ὅμηρος Τύχης μνήμην·
私が知る限り、詩の中で最初にテュケへの言及を行ったのはホメロスである。
ἐποιήσατο δὲ ἐν ὕμνῳ τῷ ἐς τὴν Δήμητρα ἄλλας τε τῶν Ὠκεανοῦ θυγατέρας καταριθμούμενος, ὡς ὁμοῦ Κόρῃ τῇ Δήμητρος παίζοιεν, καὶ Τύχην ὡς Ὠκεανοῦ καὶ ταύτην παῖδα οὖσαν·
彼は『デメテルへの讃歌』の中で、デメテルの娘コレと一緒に遊んでいたオケアノスの他の娘たちを列挙する中で、テュケもまたオケアノスの娘であるとして言及している。
καὶ οὕτως ἔχει τὰ ἔπη·
その詩行は次のようである。
"
ἡμεῖς μὲν μάλα πᾶσαι ἀνʼ ἱμερτὸν λειμῶνα,
Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη
Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις. "
"私たちは皆、まことに愛らしき草地において、レイキッペ、パイノ、エレクトラ、イアンテ、メロボシス、テュケ、そして花のつぼみのごときオキュロエと。
§4.30.5πέρα δὲ ἐδήλωσεν οὐδὲν ἔτι, ὡς ἡ θεός ἐστιν αὕτη μεγίστη θεῶν ἐν τοῖς ἀνθρωπίνοις πράγμασι καὶ ἰσχὺν παρέχεται πλείστην, ὥσπερ γε ἐν Ἰλιάδι ἐποίησεν Ἀθηνᾶν μὲν καὶ Ἐνυὼ πολεμούντων ἡγεμονίαν ἔχειν, Ἄρτεμιν δὲ γυναικῶν ὠδῖσιν εἶναι φοβερὰν, Ἀφροδίτῃ δὲ τὰ ἔργα μέλειν τῶν γάμων.
"しかし、彼はそれ以上何も示さなかった。 つまり、この女神が人間の営みにおいて神々の中で最も偉大であり、最も大きな力を発揮するということなどは示さなかった。 あたかも『イリアス』において、アテナとエニュオが戦う者たちの指揮権を持ち、アルテミスは出産の苦しみにある女性たちに恐れられ、アプロディテは婚礼の務めを司るものとしたように。
ἀλλʼ οὗτος μὲν οὐδὲν ἄλλο ἐποίησεν ἐς τὴν Τύχην·
しかし、彼はテュケに関してはそれ以上の描写をしなかった。
§4.30.6Βούπαλος δέ, ναούς τε οἰκοδομήσασθαι καὶ ζῷα ἀνὴρ ἀγαθὸς πλάσαι, Σμυρναίοις ἄγαλμα ἐργαζόμενος Τύχης πρῶτος ἐποίησεν ὧν ἴσμεν πόλον τε ἔχουσαν ἐπὶ τῇ κεφαλῇ καὶ τῇ ἑτέρᾳ χειρὶ τὸ καλούμενον Ἀμαλθείας κέρας ὑπὸ Ἑλλήνων.
これに対して、神殿を建設し彫像を制作することに優れた人物であったブパロスは、スミュルナの人々のためにテュケの神像を制作した際、我々が知る限り初めて、彼女の頭上にポーロスを戴かせ、もう一方の手にはギリシア人に「アマルテイアの角」と呼ばれるものを持たせた姿で彼女を描いた。
οὗτος μὲν ἐπὶ τοσοῦτο ἐδήλωσε τῆς θεοῦ τὰ ἔργα·
彼はそのようにして女神の働きを示したのである。
ᾖσε δὲ καὶ ὕστερον Πίνδαρος ἄλλα τε ἐς τὴν Τύχην καὶ δὴ καὶ Φερέπολιν ἀνεκάλεσεν αὐτήν.
また、後にピンダロスもテュケに関して様々な詩を歌い、とりわけ彼女を「フェレポリス」と呼んだ。