§4.30.1ἔστιν ἐφʼ ἡμῶν ἐν τῇ Μεσσηνίᾳ τῆς νάπης τῆς Χοιρίου στάδια εἴκοσι μάλιστα ἀπέχουσα Ἀβία ἐπὶ θαλάσσῃ πόλις.
在我的时代,美塞尼亚有一座临海的城市阿比阿,距离霍里乌斯峡谷大约二十斯塔德。
ταύτην Ἴρην καλεῖσθαι πάλαι καὶ τῶν ἑπτά φασιν εἶναι πόλεων, ἃς Ἀχιλλεῖ πεποίηκεν Ὅμηρος Ἀγαμέμνονα ὑπισχνούμενον.
人们说这座城市古时候被称为伊雷,是荷马诗中所写的阿伽门农许诺给阿喀琉斯的七座城市之一。
Ὕλλου δὲ καὶ Δωριέων μάχῃ κρατηθέντων ὑπὸ Ἀχαιῶν, ἐνταῦθα Ἀβίαν Γλήνου τοῦ Ἡρακλέους τροφὸν ἀποχωρῆσαι λέγουσιν ἐς τὴν Ἴρην καὶ οἰκῆσαί τε αὐτόθι καὶ Ἡρακλέους ἱερὸν ἱδρύσασθαι, καί οἱ διὰ ταῦτα ὕστερον Κρεσφόντην ἄλλα τε γέρα νεῖμαι καὶ τῇ πόλει μεταθέσθαι τὸ ὄνομα ἀπὸ τῆς Ἀβίας.
当许罗斯和多利安人在战斗中被阿开亚人击败时,据说赫拉克勒斯之子格勒诺斯的乳母阿比阿撤退到了这里的伊雷,居住在当地并建立了一座赫拉克勒斯的神殿。 因为这些缘故,克雷斯丰特斯后来授予她其他的特权,并将城市的名字改为阿比阿。
Ἡρακλεῖον δὲ ἦν αὐτόθι ἐπιφανὲς καὶ Ἀσκληπιεῖον.
当地有一座著名的赫拉克勒斯神殿和一座阿斯克勒庇俄斯神殿。
§4.30.2Φαραὶ δὲ ἀφεστήκασιν Ἀβίας σταδίους ἑβδομήκοντα, καὶ ὕδωρ κατὰ τὴν ὁδόν ἐστιν ἁλμυρόν· βασιλεὺς δὲ Αὔγουστος τοὺς ἐν Φαραῖς Μεσσηνίους συντελεῖν ἀπέταξεν ἐς τὸ Λακωνικόν.
法赖距离阿比阿七十斯塔德,沿途有咸水;奥古斯都皇帝命令法赖的美塞尼亚人归并于拉科尼亚。
τὸν δὲ οἰκιστὴν Φᾶριν Ἑρμοῦ τε καὶ Φυλοδαμείας λέγουσιν εἶναι τῆς Δαναοῦ· Φάρει δὲ ἄρρενας μὲν οὔ φασι γενέσθαι, θυγατέρα δὲ Τηλεγόνην.
据说建城者法里斯是赫尔墨斯与达那奥斯之女菲洛达梅亚之子;据说法里斯没有生下男子,只有一个女儿特勒戈内。
τοὺς δὲ ἐφεξῆς ἐγενεαλόγησεν Ὅμηρος ἐν Ἰλιάδι διδύμους Κρήθωνα καὶ Ὀρτίλοχον εἶναι Διοκλεῖ, Διοκλέα δὲ αὐτὸν Ὀρτιλόχου τοῦ Ἀλφειοῦ· τὰ δὲ ἐς Τηλεγόνην παρεῖδεν, αὕτη γὰρ λόγῳ τῷ Μεσσηνίων ἐστὶν ἡ τεκοῦσα Ἀλφειῷ τὸν Ὀρτίλοχον.
荷马在《伊利亚特》中追溯了下一代的谱系,指出双胞胎克雷吞和奥尔提洛科斯是迪奥克莱斯的孩子,而迪奥克莱斯本人是阿尔斐俄斯之子奥尔提洛科斯之子;但他忽略了关于特勒戈内的事,因为根据美塞尼亚人的说法,正是她为阿尔斐俄斯生下了奥尔提洛科斯。
§4.30.3καὶ τάδε ἄλλα ἤκουσα ἐν Φαραῖς, Διοκλεῖ θυγατέρα ἐπὶ τοῖς διδύμοις παισὶν Ἀντίκλειαν γενέσθαι, τῆς δὲ Νικόμαχόν τε εἶναι καὶ Γόργασον, πατρὸς δὲ Μαχάονος τοῦ Ἀσκληπιοῦ· τούτους καταμεῖναί τε αὐτοῦ καὶ ὡς ὁ Διοκλῆς ἐτελεύτησε τὴν βασιλείαν ἐκδέξασθαι.
我在法赖还听到了以下其他事情:迪奥克莱斯在双胞胎儿子之外还有一个女儿安提克勒亚,她生了尼科马科斯和戈尔加索斯,其父亲是阿斯克勒庇俄斯之子马卡昂;据说这些人留在当地,并在迪奥克莱斯死后继承了王位。
διαμεμένηκε δὲ αὐτοῖς καὶ ἐς τόδε ἔτι νοσήματά τε καὶ τοὺς πεπηρωμένους τῶν ἀνθρώπων ἰᾶσθαι· καί σφισιν ἀντὶ τούτων θυσίας ἐς τὸ ἱερὸν καὶ ἀναθήματα ἄγουσιν.
直到今天,他们依然保留着为人们治愈疾病和残疾的能力;人们因此向他们的神殿送去祭品和奉纳物。
ἔστι δὲ καὶ Τύχης ναὸς Φαραιάταις καὶ ἄγαλμα ἀρχαῖον.
法赖人也有一座泰姬的神庙和一座古老的雕像。
§4.30.4πρῶτος δὲ ὧν οἶδα ἐποιήσατο ἐν τοῖς ἔπεσιν Ὅμηρος Τύχης μνήμην· ἐποιήσατο δὲ ἐν ὕμνῳ τῷ ἐς τὴν Δήμητρα ἄλλας τε τῶν Ὠκεανοῦ θυγατέρας καταριθμούμενος, ὡς ὁμοῦ Κόρῃ τῇ Δήμητρος παίζοιεν, καὶ Τύχην ὡς Ὠκεανοῦ καὶ ταύτην παῖδα οὖσαν· καὶ οὕτως ἔχει τὰ ἔπη· "
ἡμεῖς μὲν μάλα πᾶσαι ἀνʼ ἱμερτὸν λειμῶνα,
Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη
Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις. "
在我所知道的人中,荷马是第一个在诗中提及泰姬的人;他在《德墨忒尔颂歌》中列举了俄刻阿诺斯的其他女儿,叙述她们如何与德墨忒尔之美科瑞一同玩耍,并提及泰姬也是俄刻阿诺斯的女儿;诗句如下: “我们所有人都在那迷人的草地上,留基庇、法伊诺、伊莱克特拉和伊安忒,美洛波西斯、泰姬以及含苞待放的奥克罗厄。
§4.30.5πέρα δὲ ἐδήλωσεν οὐδὲν ἔτι, ὡς ἡ θεός ἐστιν αὕτη μεγίστη θεῶν ἐν τοῖς ἀνθρωπίνοις πράγμασι καὶ ἰσχὺν παρέχεται πλείστην, ὥσπερ γε ἐν Ἰλιάδι ἐποίησεν Ἀθηνᾶν μὲν καὶ Ἐνυὼ πολεμούντων ἡγεμονίαν ἔχειν, Ἄρτεμιν δὲ γυναικῶν ὠδῖσιν εἶναι φοβερὰν, Ἀφροδίτῃ δὲ τὰ ἔργα μέλειν τῶν γάμων.
” 但他没有进一步说明其他事情,例如这位女神在凡人事务中是神明中最为伟大的,并拥有最大的力量,就像他在《伊利亚特》中让雅典娜和厄倪俄掌管战争的领导权,让阿耳忒弥斯成为分娩妇女的敬畏对象,让阿佛洛狄忒操心婚姻的事务一样。
ἀλλʼ οὗτος μὲν οὐδὲν ἄλλο ἐποίησεν ἐς τὴν Τύχην·
总之,他关于泰姬没有做其他更多的描写。
§4.30.6Βούπαλος δέ, ναούς τε οἰκοδομήσασθαι καὶ ζῷα ἀνὴρ ἀγαθὸς πλάσαι, Σμυρναίοις ἄγαλμα ἐργαζόμενος Τύχης πρῶτος ἐποίησεν ὧν ἴσμεν πόλον τε ἔχουσαν ἐπὶ τῇ κεφαλῇ καὶ τῇ ἑτέρᾳ χειρὶ τὸ καλούμενον Ἀμαλθείας κέρας ὑπὸ Ἑλλήνων.
然而,布帕洛斯——一位擅长建造神庙和雕刻动物形象的能工巧匠——在为斯米那人制作泰姬雕像时,在我们所知道的人中,第一个将她雕刻成头上戴着极冠,另一只手里拿着被希腊人称为阿玛尔忒亚之角的形象。
οὗτος μὲν ἐπὶ τοσοῦτο ἐδήλωσε τῆς θεοῦ τὰ ἔργα· ᾖσε δὲ καὶ ὕστερον Πίνδαρος ἄλλα τε ἐς τὴν Τύχην καὶ δὴ καὶ Φερέπολιν ἀνεκάλεσεν αὐτήν.
他在这方面展现了这位女神的职能;后来品达也歌颂了关于泰姬的其他事情,并且特别称她为“护城女神”。