Humanitext Reader

パウサニアス · ギリシア案内記 §4.29.7-4.29.13

アカイア同盟との抗争と苦難の歴史の結び

173 / 465 箇所 · ギリシア語

要旨

メッセニア人とアカイア同盟の関係、メガロポリス人の救済、スパルタの僭主ナビスとの戦い、そしてフィロポイメンの捕縛とメッセネのアカイア同盟への復帰が語られ、メッセニア人の苦難の歴史の記述を終えて土地の案内へと移行する。

§4.29.7ὃ δὲ οὐ λέληθεν ἐμέ, οὐδὲ Μεσσηνίους ἐλελήθει δήπου, καὶ μὴ συντελοῦσιν αὐτοῖς ἐς τὸ συνέδριον ὡς ἐπὶ Λακεδαιμονίους τὰ Ἀχαιῶν ὑπάρχοι·
しかし、私が見落としておらず、そしておそらくメッセニア人自身も見落としていなかったことは、彼らが同盟会議(シネドリオン)に分担金を支払っていなくても、ラケダイモン人に対抗するものとしてアカイア人の好意的な状況が彼らに備わっていたということである。
ἐν γὰρ δὴ τοῖς Ἀχαιοῖς καὶ Ἀργεῖοι καὶ τὸ Ἀρκαδικὸν οὐκ ἐλαχίστη μοῖρα ἦσαν.
というのも、アカイア人の中にはアルゴス人もアルカディアの勢力も決して小さからぬ割合を占めていたからである。
ἀνὰ χρόνον μέντοι προσεχώρησαν ἐς τὸ Ἀχαϊκόν.
しかしながら、やがて彼らはアカイア同盟(アカイコン)に加入した。
οὐ πολλῷ δὲ ὕστερον Κλεομένης ὁ Λεωνίδου τοῦ Κλεωνύμου Μεγάλην πόλιν εἷλεν Ἀρκάδων ἐν σπονδαῖς·
それから間もなく、クレオニュモスの子レオニダスの子クレオメネスが、休戦協定中であったアルカディアのメガロポリスを奪取した。
§4.29.8τῶν δὲ οἱ καταληφθέντες οἳ μὲν ἀπώλοντο ὑπὸ τὴν ἅλωσιν, Φιλοποίμενα δὲ τὸν Κραύγιδος καὶ ὅσοι μετὰ Φιλοποίμενος ἀπεχώρησαν—γενέσθαι δὲ τῶν Μεγαλοπολιτῶν τὸ διαφυγὸν καὶ ὑπὲρ τὰς δύο μοίρας λέγουσι—τούτους ὑπεδέξαντο οἱ Μεσσήνιοι τῶν τε ἀρχαίων ἔργων ἕνεκα ὁπόσα ἐπὶ Ἀριστομένους ὑπῆρκτο Ἀρκάσι καὶ ὕστερον ἐπὶ τοῦ οἰκισμοῦ τοῦ Μεσσήνης, ἀποδιδόντες σφίσι τὴν ὁμοίαν.
占領されたメガロポリス人のうち、ある人々は陥落の際に命を落としたが、クラウギスの子フィロポイメンと、彼とともに退避した人々――なお、逃れたメガロポリス人の割合は3分の2をも超えると言われているが――、彼らをメッセニア人たちは受け入れた。 それは、アリストメネスの時代にアルカディア人が彼らに対して施したすべての古い恩義や、その後のメッセネ再建の際の恩義のためであり、彼らに同様の恩返しをしたのである。
§4.29.9πέφυκε δὲ ἄρα ὡς ἐπίπαν μεταπίπτειν τὰ ἀνθρώπινα, εἰ δὴ Μεσσηνίοις Ἀρκάδας τε ἀντισῶσαι καὶ τὸ ἀδοκητότερον ἔτι ἑλεῖν Σπάρτην ὁ δαίμων ἔδωκεν·
まことに、人間の運命というものは概して逆転するもののようである。 なぜなら、神(運命)はメッセニア人に対して、アルカディア人を救い、さらにはより予期せぬことに、スパルタを攻略する機会さえ与えたからである。
Κλεομένει γὰρ περὶ Σελλασίαν ἐμαχέσαντο ἐναντία καὶ τὴν Σπάρτην Ἀράτῳ καὶ Ἀχαιοῖς συγκαθεῖλον.
というのも彼らは、セラシア近郊でクレオメネスに対して敵対して戦い、アラトスおよびアカイア人たちと共にスパルタを陥落させたからである。
§4.29.10Λακεδαιμονίοις δὲ ἀπηλλαγμένοις Κλεομένους ἐπανίσταται τύραννος Μαχανίδας, ἐκείνου δὲ ἀποθανόντος Νάβις ἀνέφυ σφίσιν αὖθις τύραννος·
クレオメネスから解放されたラケダイモン人に、僭主マカニダスが蜂起し、彼が死ぬと、今度はナビスが再び彼らに僭主として現れた。
ἅτε δὲ οὐ τὰ ἀνθρώπων ἀναρπάζοντι αὐτῷ μόνον, ἀλλὰ καὶ ἱερὰ συλῶντι, ἐν οὐ πολλῷ χρόνῳ χρήματά τε ἄφθονα καὶ ἀπʼ αὐτῶν στρατιὰ συνείλεκτο.
彼は人間の財産を略奪するだけでなく神殿をも略奪したので、まもなく莫大な資金と、それによって軍が集められた。
τούτου τοῦ Νάβιδος Μεσσήνην καταλαβόντος Φιλοποίμην καὶ οἱ Μεγαλοπολῖται νυκτὸς ἀφίκοντο τῆς αὐτῆς·
このナビスがメッセネを占拠したとき、フィロポイメンとメガロポリス人たちが同じ夜に到着した。
§4.29.11καὶ ὁ μὲν Σπαρτιάτης τύραννος ἀπῆλθεν ὑπόσπονδος, Ἀχαιοὶ δὲ ὕστερον τούτων μεμφόμενοί τι Μεσσηνίοις στρατεύουσιν ἐπʼ αὐτοὺς παρασκευῇ τῇ πάσῃ καὶ τὰ πολλὰ ἔτεμον τῆς χώρας.
そしてスパルタの僭主は協定を結んで撤退し、アカイア人はこの後、メッセニア人に対して何らかの不満を抱いて総力を挙げて彼らに対して遠征し、その領土の大部分を荒廃させた。
καὶ οἳ μὲν αὖθις περὶ ἀκμὴν σίτου συνελέγοντο ὡς ἐς τὴν Μεσσηνίαν ἐσβαλοῦντες·
そして彼らは再び、麦の収穫期にメッセニアに侵攻するつもりで集結した。
Δεινοκράτης δὲ δήμου τε προεστηκὼς καὶ Μεσσηνίων ἄρχειν ἐν τῷ τότε ᾑρημένος Λυκόρταν μὲν καὶ τὴν σὺν αὐτῷ στρατιὰν ἀναχωρῆσαι παρεσκεύασεν ἄπρακτον, τὰς ἐς τὴν Μεσσηνίαν ἐκ τῆς Ἀρκαδίας παρόδους προλαβὼν τοῖς τε ἐκ τῆς πόλεως Μεσσηνίοις καὶ ὅσοι τῶν περιοίκων σφίσιν ἤμυναν·
しかし、民衆の指導者であり、当時メッセニア人の将軍に選ばれていたデイノクラテスは、リュコルタスと彼の率いる軍勢を、何も達成できないまま撤退させた。 それは、都市のメッセニア人や彼らを援助した周辺住民(ペリオイコイ)の者たちと共に、アルカディアからメッセニアへの通路を先んじて占拠することによってであった。
§4.29.12Φιλοποίμενος δὲ σὺν ἱππεῦσιν ὀλίγοις ἀφικομένου πολὺ ὕστερον ἢ ὁ μετὰ Λυκόρτα στρατός, πυθέσθαι δὲ οὐδέν πω τῶν ἐς αὐτοὺς δεδυνημένου, νικῶσιν οἱ Μεσσήνιοι γινομένης σφίσιν ἐξ ὑπερδεξίων τῆς μάχης καὶ ζῶντα αἱροῦσι Φιλοποίμενα.
一方、フィロポイメンは、リュコルタス率いる軍よりはるかに遅れて、わずかな騎兵を伴って到着したが、彼らの状況についてまだ何も知ることができないうちに、戦闘がメッセニア人にとって有利な高い位置で行われたため、メッセニア人が勝利し、フィロポイメンを生け捕りにした。
τρόπον δὲ ὅντινα ὁ Φιλοποίμην ἑάλω καὶ ὡς ἐτελεύτησε, τάδε μὲν ἡμῖν καὶ ὕστερον ὁ Ἀρκαδικὸς λόγος ἐπέξεισι·
フィロポイメンがどのようにして捕らえられ、どのようにして亡くなったかについては、後に私の『アルカディア記』が詳細に語るであろう。
Μεσσηνίων δὲ οἵ τε Φιλοποίμενι αἴτιοι τῆς τελευτῆς ἔδοσαν δίκας καὶ ἡ Μεσσήνη συνετέλεσεν αὖθις ἐς τὸ Ἀχαϊκόν.
しかし、メッセニア人のうちフィロポイメンの死に責任のある者たちは処罰され、メッセネは再びアカイア同盟に加わった。
§4.29.13ἄχρι μὲν δὴ τοῦδε ὁ λόγος ἐπῆλθέ μοι Μεσσηνίων τὰ πολλὰ παθήματα, καὶ ὡς ὁ δαίμων σφᾶς ἐπί τε γῆς τὰ ἔσχατα καὶ ἐπὶ τὰ πορρώτατα Πελοποννήσου σκεδάσας ὕστερον χρόνῳ καὶ ἐς τὴν οἰκείαν ἀνέσωσε·
さて、私の記述はここまで、メッセニア人の多くの苦難に言及してきた。 また、神が彼らを大地の果てやペロポネソスから最も遠く離れた場所に分散させたものの、後になって彼らを自らの祖国へと救い出したことについても。
τὸ δὲ ἀπὸ τούτου τῆς χώρας καὶ πόλεων τραπώμεθα ἐς ἀφήγησιν.
しかし、これ以降は、この土地と都市についての説明へと移ることにしよう。

語釈・文法注

  1. 4.29.7ὃ δὲ οὐ λέληθεν ἐμέ — 関係代名詞 ὅ は、続く καὶ μὴ συντελοῦσιν... τὰ Ἀχαιῶν ὑπάρχο 節(彼らが同盟に加わっていなくてもアカイア人の資源が役立っていたこと)の内容を指す予期的(proleptic)な代名詞である。また、μὴ συντελοῦσιν αὐτοῖς(与格分詞)は譲歩的に解釈される。
  2. 4.29.8τῶν Μεγαλοπολιτῶν τὸ διαφυγὸν καὶ ὑπὲρ τὰς δύο μοίρας — tò διαφυγόν(逃れた部分・者たち)は中性単数分詞の名詞的用法で、メガロポリス人の逃亡者全体を集合的に表す。τὰς δύο μοίρας(2つの部分)は、全体を3等分したうちの2つ、すなわち「3分の2」を意味するギリシア語の慣用表現。
  3. 4.29.8ἀποδιδόντες σφίσι τὴν ὁμοίαν — τὴν ὁμοίαν は女性名詞 χάριν(恩義)または ἀμοιβήν(返礼)などの省略を伴う慣用表現で、「同様の報いを返す」「同じ恩を返す」という意味になる。
  4. 4.29.9εἰ δὴ — 条件を表す εἰ に小辞 δή が付いた形であるが、ここでは単なる仮定ではなく、既知の事実を前提として「〜であるとすれば」「〜だからこそ」と理由を提示する因果的な意味で用いられている。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §4.29.7-4.29.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.29.7-4.29.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。