§4.31.1ὀλίγον δὲ ἀπωτέρω Φαρῶν Ἀπόλλωνος ἄλσος ἐστὶ Καρνείου καὶ ὕδατος ἐν αὐτῷ πηγή·
ファライから少し離れたところにアポロン・カルネイオスの聖林があり、その中に水の泉がある。
θαλάσσης δὲ ἕξ που στάδια ἀπέχουσιν αἱ Φαραί.
ファライは海からおよそ6スタディオン離れている。
ἐντεῦθεν πρὸς μεσόγαιαν τῆς Μεσσηνίας σταδίους προελθόντι ὀγδοήκοντα, ἔστιν ἡ Θουριατῶν πόλις, Ἄνθειαν δὲ αὐτὴν ἐν τοῖς ἔπεσιν ὠνομάσθαι τοῖς Ὁμήρου λέγουσι·
そこからメッセニアの内陸へと80スタディオン進むと、トゥリアの人々の都市がある。 人々はこの都市がホメロスの詩の中でアンテイアと名づけられていると言う。
Λακεδαιμονίοις δὲ ἔχειν τοῖς ἐν Σπάρτῃ τὴν Θουρίαν ἔδωκεν Αὔγουστος.
アウグストゥスは、スパルタのラケダイモン人たちに、トゥリアを所有するために与えた。
Αὐγούστῳ γὰρ βασιλεύοντι Ῥωμαίων ἐπολέμησεν Ἀντώνιος, γένει καὶ οὗτος Ῥωμαῖος· καί οἱ τῶν ἐν τῇ Ἑλλάδι ἄλλοι τε καὶ οἱ Μεσσήνιοι προσέθεντο, ὅτι ἐφρόνουν Λακεδαιμόνιοι τὰ Αὐγούστου.
というのも、アウグストゥスがローマ人を支配していたときに、血統としては同じくローマ人であるアントニウスが戦争を仕掛け、ラケダイモン人たちがアウグストゥスの側を支持していたため、ギリシアの他の人々と同様にメッセニア人たちも彼(アントニウス)の側に付いたからである。
§4.31.2καὶ ὁ μὲν τούτων ἕνεκα Μεσσηνίοις καὶ τῶν ἄλλων τῶν ἀντιταξαμένων τοῖς μὲν αὐτῶν ἔλαττον, τοῖς δὲ καὶ ἐς πλέον ἐπεξῆλθε·
そして彼(アウグストゥス)はこれらのことのために、メッセニア人や敵対した他の人々に対して、ある者たちにはより寛大に、他の者たちにはより厳格に処罰を加えた。
Θουριᾶται δὲ ἐκ τῆς πόλεως ἐν μετεώρῳ τὸ ἀρχαῖον οἰκουμένης ἐς τὸ πεδίον κατελθόντες οἰκοῦσιν.
トゥリアの人々は、昔は高地に築かれていた都市から平野へと下ってきて住んでいる。
οὐ μὴν παντάπασί γε οὐδὲ τὴν ἄνω πόλιν ἐκλελοίπασιν, ἀλλὰ καὶ τείχους ἐρείπια καὶ ἱερόν ἐστιν αὐτόθι ὀνομαζόμενον θεοῦ Συρίας·
とはいえ、上の都市を完全に放棄したわけではなく、そこには城壁の遺跡や、シリアの女神と呼ばれるものの聖域もある。
τὴν δὲ ἐν τῷ πεδίῳ πόλιν ποταμὸς καλούμενος Ἄρις παρέξεισιν.
平野にある都市の傍らを、アリスと呼ばれる川が流れている。
§4.31.3ἔστι δὲ ἐν τῇ μεσογαίῳ κώμη Καλάμαι καὶ Λίμναι χωρίον·
内陸にはカラマイという村と、リムナイという場所がある。
ἐν δὲ αὐτῷ Λιμνάτιδος ἱερόν ἐστιν Ἀρτέμιδος, ἔνθα Τηλέκλῳ βασιλεύοντι ἐν Σπάρτῃ τὴν τελευτὴν συμβῆναι λέγουσιν.
その(リムナイの)地にはリムナティス(湿地の)アルテミスの聖域があり、そこでスパルタの王テレクロスに死が訪れたと言われている。
§4.31.4ἰόντι δὲ ἐκ Θουρίας ὡς ἐπὶ Ἀρκαδίας εἰσὶν αἱ πηγαὶ τοῦ Παμίσου·
トゥリアからアルカディアの方へ向かう者にとって、パミソス川の源流がある。
καὶ ἐπʼ αὐταῖς παισὶ μικροῖς ἀκέσματα γίνεται.
その源流のところでは、幼い子供たちの病が癒やされる。
ἰοῦσι δὲ ἀπὸ τῶν πηγῶν ἐν ἀριστερᾷ καὶ προελθόντι ὡς τεσσαράκοντα στάδια, ἔστι Μεσσηνίοις ἡ ὑπὸ τῇ Ἰθώμῃ πόλις·
源流から左手に進み、およそ40スタディオン進んだところに、メッセニア人たちのイトメ山麓の都市がある。
περιέχεται δὲ οὐ τῇ Ἰθώμῃ μόνον ἀλλὰ καὶ ἐπὶ τὸν Πάμισον τὰ τετραμμένα ὑπὸ τῆς Εὔας·
この都市はイトメ山だけでなく、パミソス川の方を向いたエウア山によっても囲まれている。
τὸ δὲ ὄνομα γενέσθαι τῷ ὄρει φασὶ Βακχικόν τι ἐπίφθεγμα εὐοῖ Διονύσου πρῶτον ἐνταῦθα αὐτοῦ τε εἰπόντος καὶ τῶν ὁμοῦ τῷ Διονύσῳ γυναικῶν.
この山の名前は、ディオニュソス自身と彼とともにいた女たちが、ここで初めてバッカスの叫びである「エウオイ」と叫んだことに由来すると言われている。
§4.31.5περὶ δὲ τὴν Μεσσήνην τεῖχος, κύκλος μὲν πᾶς λίθου πεποίηται, πύργοι δὲ καὶ ἐπάλξεις εἰσὶν ἐνῳκοδομημένοι.
メッセネを囲む城壁は、その全周が石で造られており、塔や胸壁が組み込まれている。
τὰ μὲν οὖν Βαβυλωνίων ἢ τὰ Μεμνόνεια τὰ ἐν Σούσοις τείχη τοῖς Περσικοῖς οὔτε εἶδον οὔτε ἄλλων περὶ αὐτῶν ἤκουσα αὐτοπτούντων·
さて、バビロンの城壁や、スサにあるペルシアのいわゆるメムノンの城壁については、私は見たこともないし、それらを目撃した他の人々から聞いたこともない。
τὰ δὲ ἐν Ἀμβρόςςῳ τῇ Φωκικῇ ἔν τε Βυζαντίῳ καὶ Ῥόδῳ—ταῦτα γὰρ δὴ τετείχισται τὰ χωρία ἄριστα—τούτων Μεσσηνίοις ἐστὶν ἐχυρώτερον.
しかし、フォキスのアンブロッソスや、ビュザンティオン、ロドスにある城壁――これらは最も強固に城壁が築かれた場所であるが――これらと比較しても、メッセニア人たちの城壁のほうがより堅固である。
§4.31.6Μεσσηνίοις δὲ ἐν τῇ ἀγορᾷ Διός ἐστιν ἄγαλμα Σωτῆρος καὶ Ἀρσινόη κρήνη·
メッセニア人たちの広場には、救い主ゼウスの像と、アルシノエの泉がある。
τὸ μὲν δὴ ὄνομα ἀπὸ τῆς Λευκίππου θυγατρὸς εἴληφεν, ὑπορρεῖ δὲ ἐς αὐτὴν ὕδωρ ἐκ πηγῆς καλουμένης Κλεψύδρας.
その泉はまぎれもなくレウキッポスの娘にちなんで名づけられており、そこにはクレプシュドラと呼ばれる源泉から水が地下を流れて注ぎ込んでいる。
θεῶν δὲ ἱερὰ Ποσειδῶνος, τὸ δὲ Ἀφροδίτης ἐστί·
神々の聖域としては、ポセイドンのものと、アプロディテのものがある。
καὶ οὗ μάλιστα ἄξιον ποιήσασθαι μνήμην, ἄγαλμα Μητρὸς θεῶν λίθου Παρίου, Δαμοφῶντος δὲ ἔργον, ὃς καὶ τὸν Δία ἐν Ὀλυμπίᾳ διεστηκότος ἤδη τοῦ ἐλέφαντος συνήρμοσεν ἐς τὸ ἀκριβέστατον· καί οἱ δεδομέναι τιμαὶ παρὰ Ἠλείων εἰσί.
そして最も言及に値するものは、パロス島の大理石でできた「神々の母」の像であり、これはダモポンの作品である。 このダモポンは、オリンピアのゼウス像の象牙がすでに離れて隙間ができていたのをきわめて正確に修復した人物であり、彼にはエリスの人々から栄誉が授けられた。