§4.29.1μετὰ δὲ οὐ πολὺν χρόνον τοῦ ἔργου τοῦ πρὸς Ἤλιδι Μακεδόνες καὶ Δημήτριος ὁ Φιλίππου τοῦ Δημητρίου Μεσσήνην καταλαμβάνουσι.
エリスでの出来事からそれほど経たないうちに、マケドニア人と、デメトリオスの子フィリッポスの子デメトリオスがメッセネを占拠した。
τὰ μὲν δὴ πολλὰ ἔς τε αὐτὸν Φίλιππον καὶ τὰ ἐς Δημήτριον τὸν Φιλίππου τολμηθέντα ἐκ Περσέως ἐν τοῖς Σικυωνίοις ἔγραψα ἤδη λόγοις·
フィリッポス自身に関することや、フィリッポスの子デメトリオスに対してペルセウスが企てた多くの悪行については、私はすでに『シキョン記』において書いた。
τὰ δὲ ἐς τὴν κατάληψιν τὴν Μεσσήνης ἔσχεν οὕτω.
しかし、メッセネ占領に関する経緯は以下のようであった。
§4.29.2χρημάτων ἐσπανίζετο Φίλιππος, καὶ—ἔδει γὰρ πάντως οἱ γενέσθαι χρήματα— ἀποστέλλει Δημήτριον ναυσὶν ἐς Πελοπόννησον.
フィリッポスは資金に窮しており――彼にとって何としても資金が手に入る必要があったので――デメトリオスを船でペロポネソスへと派遣する。
Δημήτριος δὲ κατήγετό που τῆς Ἀργείας ἐς λιμένα τῶν ἐρημοτέρων·
デメトリオスはアルゴリス地方の、比較的寂れた港のどこかに上陸した。
αὐτίκα δὲ ὡς εἶχε διὰ τῶν ἐπιτομωτάτων τῆς χώρας τὴν στρατιὰν ἦγεν ἐπὶ Μεσσήνης.
そして直ちに、その状態のままで、その地方の最も近道を通って軍をメッセネへと導いた。
προτάξας δὲ ὅσον ἦν τῶν τε ὅπλων τῇ σκευῇ κοῦφον καὶ τῆς ἐς τὴν Ἰθώμην εἶχεν ὁδοῦ οὐκ ἀπείρως, λανθάνει περὶ ὄρθρον μάλιστα ὑπερβὰς τὸ τεῖχος, καθὸ τῆς τε πόλεως μεταξὺ ἦν καὶ ἄκρας τῆς Ἰθώμης.
自身の軍勢のうち、武装の装備において軽装な者たちすべてと、イトメへの道に不案内でない者たちを前方に配置して、彼は夜明け頃、都市とイトメの砦の中間にあたる場所で、気づかれないうちに城壁を乗り越えた。
§4.29.3ὡς δὲ ἡμέρα τε ἐπέσχε καὶ ἤδη τοῖς ἔνδον αἴσθησις ἐγεγόνει τοῦ κατειληφότος κινδύνου, τὸ μὲν πρῶτον αὐτοὺς ἐσῆλθεν ὑπόνοια ὡς οἱ Λακεδαιμόνιοι σὺν ὅπλοις παρέλθοιεν αὐτῶν ἐς τὴν πόλιν, ὥστε καὶ ὥρμησαν ἐπʼ αὐτοὺς ἀφειδέστερον διὰ τὸ μῖσος τὸ ἐξ ἀρχῆς.
日が昇り、すでに市内の人々にとって、自分たちに降りかかっている危険の察知が生じたとき、最初、彼らにはラケダイモン人が武装して自分たちの都市に侵入したのではないかという疑念が生じた。 そのため、彼らは当初からの憎しみのために、容赦なく彼らに襲いかかった。
ἐπεὶ δὲ ἐκ τε τῶν ὅπλων καὶ τῆς φωνῆς Μακεδόνας καὶ Δημήτριον τὸν Φιλίππου γνωρίζουσιν ὄντας, δεῖμα ἰσχυρὸν παρέστη σφίσι λογιζομένοις τήν τε ἐς τὰ πολεμικὰ τῶν Μακεδόνων μελέτην καὶ τύχην ᾗ πρὸς ἅπαντα ἑώρων χρωμένους αὐτούς.
しかし、武具と話し言葉から、彼らがマケドニア人とフィリッポスの子デメトリオスであることを認識すると、マケドニア人の軍事に関する訓練と、彼らがあらゆることにおいて享受しているのを自分たちが目にしていた幸運とを考慮したために、強い恐怖が彼らに生じた。
§4.29.4ὅμως δὲ τοῦ τε παρόντος κακοῦ τὸ μέγεθος ἐδίδασκεν ἀνδρίαν τινὰ καὶ πέρα τοῦ δυνατοῦ γίνεσθαι καὶ ἅμα τὰ ἀμείνω παρίστατο αὐτοῖς ἐλπίζειν·
しかしながら、直面している災厄の大きさが、ある種の勇気をもたらして能力の限界を超えさせ、同時に、より良い結末を期待することを彼らに促した。
οὐ γὰρ δὴ ἄνευ θεοῦ διὰ τοσούτου σφίσιν ὑπάρξαι τὴν ἐς Πελοπόννησον κάθοδον.
というのも、これほど長い歳月を経てペロポネソスへの帰還が彼らに叶ったのは、神の意志なしではあり得なかったからである。
οἵ τε οὖν ἐκ τῆς πόλεως Μεσσήνιοι θυμῷ παντὶ ἐς τοὺς Μακεδόνας ἐχώρουν καὶ οἱ φρουροῦντες τὴν ἀκρόπολιν ἐπέκειντο ἐξ ὑπερδεξίων.
こうして、都市側のメッセニア人はありったけの闘志を抱いてマケドニア人に向かって進み、アクロポリスを警備していた者たちは、高い位置から彼らを攻め立てた。
§4.29.5ὡσαύτως δὲ καὶ οἱ Μακεδόνες ὑπό τε ἀρετῆς καὶ ἐμπειρίας τὸ κατʼ ἀρχὰς ἠμύνοντο ἐρρωμένως·
同様にマケドニア人の方も、その卓越性と経験によって、初めのうちは力強く防戦した。
ἅτε δὲ ὁδοιπορίᾳ προαπειρηκότες καὶ ὁμοῦ τῶν τε ἀνδρῶν σφισιν ἐγκειμένων καὶ ὑπὸ τῶν γυναικῶν κεράμῳ καὶ λίθοις βαλλόμενοι, σὺν οὐδενὶ ἔφευγον κόσμῳ.
しかし、強行軍で事前に疲れ果てており、かつ同時に男たちが彼らに押し迫り、また女性たちからは瓦や石を投げつけられて、無秩序に逃走した。
καὶ τὸ μὲν πολὺ αὐτῶν ἀπώλετο ὠθούμενοι κατὰ τῶν κρημνῶν, ἀπότομος γὰρ δὴ ταύτῃ μάλιστά ἐστιν ἡ Ἰθώμη·
そして彼らの大部分は、崖から押し落とされて命を落とした。 イトメ山はこの辺りが最も険しいからである。
ὀλίγοι δέ τινες καὶ ῥίψαντες τὰ ὅπλα ἀπεσώθησαν.
わずかな者たちだけが、武具を投げ捨てて命からがら逃げ延びた。
§4.29.6ἐς δὲ τὸ συνέδριον οἱ Μεσσήνιοι τὸ Ἀχαιῶν ἐπὶ τῷδε οὔ μοι δοκοῦσιν ἐσελθεῖν κατʼ ἀρχάς.
アカイア人の同盟会議に、メッセニア人が最初は以下の理由によって加入しなかったと私には思われる。
Λακεδαιμονίοις αὐτεπάγγελτοι βοηθήσοντες ἀφίκοντο ὑπὸ Πύρρου τοῦ Αἰακίδου πολεμουμένοις, καί σφισιν ἀπὸ τῆς εὐεργεσίας ταύτης ἤδη τὰ ἐκ τῆς Σπάρτης εἰρηνικώτερα ὑπῆρχεν.
彼らは、アイアキスの子ピュロスによって戦争を仕掛けられていたラケダイモン人を、自発的に支援するために到着した。 そして彼らに対して、この善行のおかげで、すでにスパルタ側の態度はより穏和なものとなっていた。
οὔκουν ἀνακινῆσαι τὸ ἔχθος ἐβούλοντο ἐς τὸ συνέδριον συγχωρήσαντες, οἳ Λακεδαιμονίων μάλιστα πολέμιοι ἐκ τοῦ φανεροῦ καθεστήκεσαν.
それゆえ彼らは、同盟会議に参加することによって敵意を再燃させることを望まなかった。 彼らはラケダイモン人の公然たる最大の敵となっていたからである。