§4.28.1κατελθοῦσι δὲ αὐτοῖς κατʼ ἀρχὰς μὲν ἀπὸ Λακεδαιμονίων δεινὸν ἦν οὐδέν·
帰還した彼らにとって、初めのうちはラケダイモン人から恐れるべきことは何もなかった。
κατεχόμενοι γὰρ οἱ Λακεδαιμόνιοι φόβῳ τῷ Θηβαίων Μεσσήνης τε ἠνείχοντο ἐποικιζομένης καὶ Ἀρκάδων ἐς μίαν ἠθροισμένων πόλιν.
というのも、ラケダイモン人はテバイ人に対する恐れに支配されており、メッセネが再建されることや、アルカディア人が一つの都市へと集められることを容認していたからである。
ὡς δὲ ὁ πόλεμος ὁ Φωκικός, καλούμενος δὲ ὁ αὐτὸς οὗτος καὶ ἱερός, ἀπήγαγεν ἐκ Πελοποννήσου Θηβαίους, ἀνεθάρρησάν τε οἱ Λακεδαιμόνιοι καὶ τῶν Μεσσηνίων οὐκέτι ἐδύναντο ἀπέχεσθαι.
しかし、フォキス戦争(同じこの戦争は神聖戦争とも呼ばれるが)がテバイ人をペロポネソスから去らせると、ラケダイモン人は再び勇気を得て、もはやメッセニア人への攻撃を控えることができなくなった。
§4.28.2Μεσσήνιοι δὲ αὐτοί τε μετὰ Ἀργείων καὶ Ἀρκάδων ἀντεῖχον τῷ πολέμῳ καὶ Ἀθηναίων ἀμῦναί σφισιν ἐδεήθησαν·
メッセニア人自身はアルゴス人やアルカディア人とともに戦争に持ちこたえ、アテナイ人に自分たちを救援してくれるよう求めた。
οἱ δὲ ἐς μὲν τὴν Λακωνικὴν οὔποτε μετὰ ἐκείνων ἐσβαλεῖν ἔφασαν, ἀρχόντων δὲ Λακεδαιμονίων πολέμου καὶ ἐπιστρατευόντων τῇ Μεσσηνίᾳ παρέσεσθαι καὶ αὐτοί σφισιν ἐπηγγέλλοντο.
アテナイ人は、ラコニケへは決して彼らとともに侵入することはないと答えたものの、ラケダイモン人が戦争を始め、メッセニアへと遠征してくるならば、自らも援助に馳せ参じると約束した。
τέλος δὲ οἱ Μεσσήνιοι Φιλίππῳ σύμμαχοι τῷ Ἀμύντου καὶ Μακεδόσιν ἐγένοντο, καὶ τοῦτο σφᾶς λέγουσιν ἀποκωλῦσαι τοῦ συμβάντος τοῖς Ἕλλησιν ἀγῶνος ἐν Χαιρωνείᾳ μὴ μετασχεῖν·
最後には、メッセニア人はアミュンタスの子フィリッポスおよびマケドニア人の同盟者となったが、このことが、カイロネイアでギリシア人に起こった戦いに彼らが参加することを阻んだと言われている。
οὐ μὴν οὐδὲ τοῖς Ἕλλησιν ἐναντία θέσθαι τὰ ὅπλα ἠθέλησαν.
とはいえ、ギリシア人に敵対して武器を取ることも望まなかった。
§4.28.3Ἀλεξάνδρου δὲ ἀποθανόντος καὶ τῶν Ἑλλήνων πόλεμον δεύτερον τότε ἀνῃρημένων πρὸς Μακεδόνας, μετέσχον καὶ οἱ Μεσσήνιοι τοῦ πολέμου, καθὰ καὶ πρότερον ἐδήλωσα ἐν τῇ Ἀτθίδι συγγραφῇ.
アレクサンドロスが亡くなり、ギリシア人がマケドニア人に対して当時の第二の戦争を開始すると、メッセニア人もその戦争に参加した。 私が先に『アッティカ記』で明らかにした通りである。
Γαλάταις δὲ μεθʼ Ἑλλήνων οὐκ ἐμαχέσαντο, Κλεωνύμου καὶ Λακεδαιμονίων σπείσασθαι σπονδάς σφισιν οὐ θελησάντων.
しかし、ガラティア人とはギリシア人とともに戦わなかった。 クレオニュモスとラケダイモン人が彼らと条約を結ぶことを望まなかったからである。
§4.28.4οὐ πολλῷ δὲ ὕστερον ἔσχον Ἦλιν Μεσσήνιοι, σοφίᾳ τε ὁμοῦ χρησάμενοι καὶ τολμήματι.
それからまもなく、メッセニア人は知略と大胆さを同時に用いてエリスを手に入れた。
Ἠλεῖοι γὰρ τὰ μὲν παλαιότατα εὐνομώτατοι Πελοποννησίων ἦσαν· Φιλίππου δὲ τοῦ Ἀμύντου τά τε ἄλλα ὁπόσα εἴρηται κακουργήσαντος τὴν Ἑλλάδα καὶ Ἠλείων τοὺς δυνατοὺς διαφθείραντος χρήμασι, στασιάζουσι πρῶτον τότε Ἠλεῖοι καὶ ἐς ὅπλα, ὡς λέγουσι, χωροῦσι.
というのも、エリス人は極めて古い時代にはペロポネソス人の中で最も優れた秩序を持っていたが、アミュンタスの子フィリッポスが、すでに述べた他のすべてのやり方でギリシアに害をなし、エリスの有力者たちを金で買収すると、エリス人は当時初めて内紛を起こし、人々が言うには、武器をとるに至ったからである。
§4.28.5τὸ δὲ ἀπὸ τούτου ῥᾷον ἔτι ἔμελλον ἀπεχθήσεσθαι πρὸς ἀλλήλους, οἷς γε καὶ Λακεδαιμονίων ἕνεκα διέστη τὰ βουλεύματα, καὶ ἐς ἔμφυλον προῆλθον πόλεμον.
その後、彼らは互いに対してさらに容易に憎しみ合うことになった。 彼らの意図はラケダイモン人の関与をめぐっても分裂し、内戦へと進んだからである。
πυνθανόμενοι δὲ ταῦτα οἱ Λακεδαιμόνιοι παρεσκευάζοντο ὡς Ἠλείων τοῖς φρονοῦσι τὰ σφέτερα ἀμυνοῦντες.
ラケダイモン人はこれを知ると、エリス人のうち自分たちの側を支持する者たちを援助しようと準備した。
καὶ οἱ μὲν κατὰ τέλη τε ἐτάσσοντο καὶ διενέμοντο ἐς τοὺς λόχους· τῶν δὲ Μεσσηνίων λογάδες χίλιοι φθάνουσιν ἀφικόμενοι πρὸς τὴν Ἦλιν, σημεῖα ἐπὶ ταῖς ἀσπίσι Λακωνικὰ ἔχοντες.
そして彼らは部隊ごとに整列し、各隊へと分かれて配属されていたが、メッセニア人の選り抜きの千人の兵が、盾にラコニアの紋章をつけて、エリスに先んじて到着した。
§4.28.6ὡς δὲ τὰς ἀσπίδας ἐθεάσαντο ὅσοι τοῖς Σπαρτιάταις εὖνοι τῶν Ἠλείων ἦσαν, συμμαχίαν τε ἀφῖχθαί σφισιν ἤλπισαν καὶ τοὺς ἄνδρας ἐδέχοντο ἐς τὸ τεῖχος·
エリス人のうちスパルタ人に好意を抱く者たちがその盾を目にすると、同盟軍が自分たちのもとに到着したと期待し、その男たちを城壁の内へと迎え入れた。
ἐσελθόντες δὲ τρόπον οἱ Μεσσήνιοι τὸν εἰρημένον τοὺς τὰ Λακεδαιμονίων φρονοῦντας ἐδίωξαν, καὶ ἐπιτρέπουσι τοῖς στασιώταις τοῖς αὑτῶν τὴν πόλιν.
しかし、前述の方法で進入したメッセニア人は、ラケダイモン人を支持する者たちを追放し、自らの側の党派にその都市を委ねた。
§4.28.7ἔστι μὲν δὴ τὸ σόφισμα Ὁμήρου, φαίνονται δὲ αὐτὸ ἐν δέοντι μιμησάμενοι καὶ οἱ Μεσσήνιοι, ἐπεὶ Πάτροκλόν γε ἐποίησεν ἐν Ἰλιάδι Ὅμηρος Ἀχιλλέως τὰ ὅπλα ἐνδύντα, καὶ ἐγγενέσθαι τε ἔφη τοῖς βαρβάροις δόξαν ὡς Ἀχιλλεὺς ἐπίοι καὶ τοὺς προτεταγμένους αὐτῶν ταραχθῆναι.
この策略はそもそもホメロスのものであるが、メッセニア人もそれを適時に模倣したように見える。 というのも、ホメロスは『イリアス』の中でパトロクロスがアキレウスの武具を身にまとうように描き、異民族の間にアキレウスが進撃してきたという思い込みが生じ、彼らの前衛部隊が混乱したと述べたからである。
εὕρηται δὲ καὶ ἄλλα Ὁμήρῳ στρατηγήματα, δύο τε παρὰ τῶν Ἑλλήνων κατασκόπους ἐν τῇ νυκτὶ ἀνθʼ ἑνὸς ἐς τοὺς Τρῶας ἀφικέσθαι καὶ ἄνδρα ὕστερον λόγῳ μὲν αὐτόμολον, ἔργῳ δὲ τὰ ἀπόρρητα πολυπραγμονήσοντα ἐς τὸ Ἴλιον ἐσελθεῖν.
また、ホメロスによって他の計略も考案されている。 ギリシア人の側から一人の代わりに二人の偵察者が夜間にトロイア人のもとへ赴くことや、後に口実としては脱走兵であるが、実際には秘密を探るためにイリオンへと入る一人の男のことなどである。
§4.28.8ἔτι δὲ τοὺς διὰ νεότητα ἐν τοῖς Τρωσὶν ἢ γῆρας οὐχ ὡραίους μάχεσθαι, τούτους μὲν τὸ τεῖχος φρουρεῖν ἔταξε, τῶν ἐν ἡλικίᾳ τοῖς Ἕλλησιν ἐπηυλισμένων· Ἑλλήνων δὲ οἱ τὰ τραύματα ἔχοντες ὁπλίζουσιν αὐτῷ τὸ μάχιμον, ἵνα μηδὲ αὐτοὶ παντάπασιν ἀργοῖεν.
さらに、トロイア人のうち若すぎるか、あるいは年老いていて戦うのに適した年齢にない者たちに、城壁を守るように命じ(これは、戦齢にある者たちがギリシア人の前で野営している間のことである)、また、ギリシア人の側で負傷している者たちが、彼の描写において戦闘可能な者を武装させ、彼ら自身も全く怠けていることのないようにした。
τὰ Ὁμήρου μὲν οὖν ὠφέλιμα ἐγένετο ἐς ἅπαντα ἀνθρώποις·
このように、ホメロスの作品は人間にとってあらゆる点で有益なものとなった。