§4.29.1μετὰ δὲ οὐ πολὺν χρόνον τοῦ ἔργου τοῦ πρὸς Ἤλιδι Μακεδόνες καὶ Δημήτριος ὁ Φιλίππου τοῦ Δημητρίου Μεσσήνην καταλαμβάνουσι.
在埃利斯的事件后不久,马其顿人和德米特里乌斯(德米特里乌斯之子腓力之子)占领了美塞内。
τὰ μὲν δὴ πολλὰ ἔς τε αὐτὸν Φίλιππον καὶ τὰ ἐς Δημήτριον τὸν Φιλίππου τολμηθέντα ἐκ Περσέως ἐν τοῖς Σικυωνίοις ἔγραψα ἤδη λόγοις· τὰ δὲ ἐς τὴν κατάληψιν τὴν Μεσσήνης ἔσχεν οὕτω.
关于腓力本人所做的大多数事迹,以及珀尔修斯针对腓力之子德米特里乌斯所犯下的诸多恶行,我已经写在《西锡安记》中了;但占领美塞内的具体情况如下。
§4.29.2χρημάτων ἐσπανίζετο Φίλιππος, καὶ—ἔδει γὰρ πάντως οἱ γενέσθαι χρήματα— ἀποστέλλει Δημήτριον ναυσὶν ἐς Πελοπόννησον.
腓力当时资金匮乏——因为他无论如何都必须获得资金——于是他派德米特里乌斯率船队前往伯罗奔尼撒。
Δημήτριος δὲ κατήγετό που τῆς Ἀργείας ἐς λιμένα τῶν ἐρημοτέρων· αὐτίκα δὲ ὡς εἶχε διὰ τῶν ἐπιτομωτάτων τῆς χώρας τὴν στρατιὰν ἦγεν ἐπὶ Μεσσήνης.
德米特里乌斯在阿哥斯地区某处较为荒僻的港口登陆;他随即保持着原样,通过该地区最便捷的捷径率军向美塞内进发。
προτάξας δὲ ὅσον ἦν τῶν τε ὅπλων τῇ σκευῇ κοῦφον καὶ τῆς ἐς τὴν Ἰθώμην εἶχεν ὁδοῦ οὐκ ἀπείρως, λανθάνει περὶ ὄρθρον μάλιστα ὑπερβὰς τὸ τεῖχος, καθὸ τῆς τε πόλεως μεταξὺ ἦν καὶ ἄκρας τῆς Ἰθώμης.
他让那些武器装备轻便、且对前往伊托梅的道路并非不熟悉的人担任前锋,大约在黎明时分,在城墙介于城市与伊托梅要塞之间的地方,在未被发觉的情况下翻过了城墙。
§4.29.3ὡς δὲ ἡμέρα τε ἐπέσχε καὶ ἤδη τοῖς ἔνδον αἴσθησις ἐγεγόνει τοῦ κατειληφότος κινδύνου, τὸ μὲν πρῶτον αὐτοὺς ἐσῆλθεν ὑπόνοια ὡς οἱ Λακεδαιμόνιοι σὺν ὅπλοις παρέλθοιεν αὐτῶν ἐς τὴν πόλιν, ὥστε καὶ ὥρμησαν ἐπʼ αὐτοὺς ἀφειδέστερον διὰ τὸ μῖσος τὸ ἐξ ἀρχῆς.
当白昼降临,城内的人已经察觉到降临在他们身上的危险时,起初他们心中产生了一种怀疑,以为是拉刻代蒙人持械潜入了他们的城市,因而出于宿怨,极其不留情地向他们冲去。
ἐπεὶ δὲ ἐκ τε τῶν ὅπλων καὶ τῆς φωνῆς Μακεδόνας καὶ Δημήτριον τὸν Φιλίππου γνωρίζουσιν ὄντας, δεῖμα ἰσχυρὸν παρέστη σφίσι λογιζομένοις τήν τε ἐς τὰ πολεμικὰ τῶν Μακεδόνων μελέτην καὶ τύχην ᾗ πρὸς ἅπαντα ἑώρων χρωμένους αὐτούς.
但当他们从盔甲和语言中认出这些人是马其顿人和腓力之子德米特里乌斯时,心中便产生了极大的恐惧,因为他们想到了马其顿人在军事上的训练,以及他们目睹马其顿人在一切事物中所享有的好运。
§4.29.4ὅμως δὲ τοῦ τε παρόντος κακοῦ τὸ μέγεθος ἐδίδασκεν ἀνδρίαν τινὰ καὶ πέρα τοῦ δυνατοῦ γίνεσθαι καὶ ἅμα τὰ ἀμείνω παρίστατο αὐτοῖς ἐλπίζειν· οὐ γὰρ δὴ ἄνευ θεοῦ διὰ τοσούτου σφίσιν ὑπάρξαι τὴν ἐς Πελοπόννησον κάθοδον.
然而,眼前灾祸的严重性也赋予了他们某种勇气,使他们发挥出超乎自身能力的实力,同时也促使他们寄希望于更好的结局;因为,如果不是有神明相助,他们断不可能在阔别这么久之后得以重返伯罗奔尼撒。
οἵ τε οὖν ἐκ τῆς πόλεως Μεσσήνιοι θυμῷ παντὶ ἐς τοὺς Μακεδόνας ἐχώρουν καὶ οἱ φρουροῦντες τὴν ἀκρόπολιν ἐπέκειντο ἐξ ὑπερδεξίων.
因此,城里的美塞尼亚人竭尽全力向马其顿人冲去,而防守要塞的人则从高处俯攻他们。
§4.29.5ὡσαύτως δὲ καὶ οἱ Μακεδόνες ὑπό τε ἀρετῆς καὶ ἐμπειρίας τὸ κατʼ ἀρχὰς ἠμύνοντο ἐρρωμένως· ἅτε δὲ ὁδοιπορίᾳ προαπειρηκότες καὶ ὁμοῦ τῶν τε ἀνδρῶν σφισιν ἐγκειμένων καὶ ὑπὸ τῶν γυναικῶν κεράμῳ καὶ λίθοις βαλλόμενοι, σὺν οὐδενὶ ἔφευγον κόσμῳ.
同样,马其顿人也凭借其骁勇与经验,起初进行了有力的抵抗;但由于他们已被长途跋涉折磨得精疲力竭,加之男人们对他们步步紧逼,女人又用瓦片和石块投掷他们,他们便毫无秩序地狼狈逃窜。
καὶ τὸ μὲν πολὺ αὐτῶν ἀπώλετο ὠθούμενοι κατὰ τῶν κρημνῶν, ἀπότομος γὰρ δὴ ταύτῃ μάλιστά ἐστιν ἡ Ἰθώμη· ὀλίγοι δέ τινες καὶ ῥίψαντες τὰ ὅπλα ἀπεσώθησαν.
他们中的大多数人因被推下悬崖而丧命,因为伊托梅山在这一带确实最为险峻;只有少数人扔掉武器,保全了性命。
§4.29.6ἐς δὲ τὸ συνέδριον οἱ Μεσσήνιοι τὸ Ἀχαιῶν ἐπὶ τῷδε οὔ μοι δοκοῦσιν ἐσελθεῖν κατʼ ἀρχάς.
在我看来,美塞尼亚人起初并没有出于以下原因而加入阿开亚人的同盟会议。
Λακεδαιμονίοις αὐτεπάγγελτοι βοηθήσοντες ἀφίκοντο ὑπὸ Πύρρου τοῦ Αἰακίδου πολεμουμένοις, καί σφισιν ἀπὸ τῆς εὐεργεσίας ταύτης ἤδη τὰ ἐκ τῆς Σπάρτης εἰρηνικώτερα ὑπῆρχεν.
在拉刻代蒙人受到埃阿喀得斯之子皮鲁斯的攻击时,他们曾主动前去援助,由于这一恩惠,斯巴达方面对他们的态度已经变得较为温和。
οὔκουν ἀνακινῆσαι τὸ ἔχθος ἐβούλοντο ἐς τὸ συνέδριον συγχωρήσαντες, οἳ Λακεδαιμονίων μάλιστα πολέμιοι ἐκ τοῦ φανεροῦ καθεστήκεσαν.
因此,他们不愿通过同意加入同盟会议来重新激起敌意,因为他们曾是拉刻代蒙人最公然的死敌。