§4.18.1Μεσσήνιοι δὲ ὡς ἐς τὴν Εἶραν ἀνῳκίσθησαν, τῆς δὲ ἄλλης ἐξείργοντο πλὴν ὅσον σφίσιν οἱ Πύλιοι τὰ ἐπὶ θαλάσσῃ καὶ οἱ Μοθωναῖοι διέσωζον, ἐλῄστευον τήν τε Λακωνικὴν καὶ τὴν σφετέραν, πολεμίαν ἤδη καὶ ταύτην νομίζοντες·
メッセニア人たちはアイラへ移住すると、ピュロス人たちとモトネ人たちが彼らのために海岸沿いの地域を守り維持していたのを除いて、他の土地からは締め出されたため、ラコニア地方と、すでに敵地となったと見なしていた自分たちの土地の双方を略奪した。
ἄλλοι τε δὴ συνίσταντο ἐς τὰς καταδρομάς, ὡς ἕκαστοι τύχοιεν, καὶ Ἀριστομένης δὲ τοὺς περὶ αὑτὸν λογάδας ἐς τριακοσίων ἀριθμὸν προήγαγεν.
他の者たちもそれぞれなりゆきに任せて襲撃のために徒党を組んだが、アリストメネスも自身の周りの選抜隊を率いてその数を三百名にまで増やした。
§4.18.2ἦγον μὲν δὴ τὰ Λακεδαιμονίων καὶ ἔφερον ὅ τι καὶ δύναιτο αὐτῶν ἕκαστος, ἑλόντες δὲ σῖτον καὶ βοσκήματα καὶ οἶνον ἀνήλισκον, ἔπιπλα δὲ καὶ ἀνθρώπους ἀπεδίδοσαν χρημάτων·
彼らはラケダイモン人の財産を略奪し、それぞれができる限りのものを奪い去った。 穀物や家畜、ワインを奪っては消費し、家具や人間は身代金と引き換えに返還した。
ὥστε καὶ ἐποιήσαντο οἱ Λακεδαιμόνιοι δόγμα, ἅτε τοῖς ἐν τῇ Εἴρᾳ μᾶλλον ἢ σφίσιν αὐτοῖς γεωργοῦντες, τὴν Μεσσηνίαν καὶ τῆς Λακωνικῆς τὴν προσεχῆ, ἕως ἂν πολεμῶσιν, ἐᾶν ἄσπορον.
そのためラケダイモン人たちは、自分たち自身のためというよりはアイラにいる者たちのために農業をしているようなものであるとして、戦争が続く限りメッセニア地方とそれに隣接するラコニア地方の土地を耕作せず放置するという決議を下した。
§4.18.3καὶ ἀπὸ τούτου σιτοδεία ἐγένετο ἐν Σπάρτῃ καὶ ὁμοῦ τῇ σιτοδείᾳ στάσις·
これによってスパルタには食糧不足が生じ、食糧不足と同時に内紛が起こった。
οὐ γὰρ ἠνείχοντο οἱ ταύτῃ τὰ κτήματα ἔχοντες τὰ σφέτερα ἀργὰ εἶναι.
この地域に領地を持っていた者たちが、自分たちの土地が休耕地とされることに耐えかねたからである。
καὶ τούτοις μὲν τὰ διάφορα διέλυε Τυρταῖος·
彼らの対立を解消したのがティルタイオスであった。
Ἀριστομένης δὲ ἔχων τοὺς λογάδας τὴν μὲν ἔξοδον περὶ βαθεῖαν ἐποιήσατο ἑσπέραν, ἔφθη δὲ ὑπὸ τάχους τὴν ἐς Ἀμύκλας ἀνύσας πρὸ ἀνίσχοντος ἡλίου, καὶ Ἀμύκλας τὸ πόλισμα εἷλέ τε καὶ διήρπασε καὶ τὴν ἀποχώρησιν ἐποιήσατο πρὶν ἢ τοὺς ἐκ τῆς Σπάρτης προσβοηθῆσαι.
一方、アリストメネスは選抜隊を率いて夜が更けた頃に出発し、迅速な行軍によって日の出前にアミュクライに到達することに成功し、アミュクライの町を占領して略奪し、スパルタからの救援が到着する前に退却を完了した。
§4.18.4κατέτρεχε δὲ καὶ ὕστερον τὴν χώραν, ἐς ὃ Λακεδαιμονίων λόχοις πλέον ἢ τοῖς ἡμίσεσι καὶ τοῖς βασιλεῦσιν ἀμφοτέροις συμβαλὼν ἄλλα τε ἔσχεν ἀμυνόμενος τραύματα καὶ πληγέντι ὑπὸ λίθου τὴν κεφαλὴν αὐτῷ σκοτοδινιῶσιν οἱ ὀφθαλμοί.
彼はその後もその土地を荒らし回ったが、やがてラケダイモン人の守備隊の半分以上、および両王の双方と交戦し、防戦する中で他にも多くの傷を負い、さらに石で頭を打たれて視界が暗転して倒れた。
καὶ πεσόντα ἀθρόοι τῶν Λακεδαιμονίων ἐπιδραμόντες ζῶντα αἱροῦσιν·
彼が倒れると、ラケダイモン人たちが一斉に襲いかかり、彼を生け捕りにした。
ἥλωσαν δὲ καὶ τῶν περὶ αὐτὸν ἐς πεντήκοντα.
彼の周囲にいた者たちも約五十名が捕らえられた。
τούτους ἔγνωσαν οἱ Λακεδαιμόνιοι ῥῖψαι πάντας ἐς τὸν Κεάδαν·
ラケダイモン人たちはこれら全員をケアダスに投げ落とすことに決定した。
ἐμβάλλουσι δὲ ἐνταῦθα οὓς ἂν ἐπὶ μεγίστοις τιμωρῶνται.
彼らは最も重い罪で処罰する者をここに投げ込むのである。
§4.18.5οἱ μὲν δὴ ἄλλοι Μεσσηνίων ἐσπίπτοντες ἀπώλλυντο αὐτίκα, Ἀριστομένην δὲ ἔς τε τὰ ἄλλα θεῶν τις καὶ δὴ καὶ τότε ἐφύλασσεν·
他のメッセニア人たちは投げ込まれるとすぐに死んだが、ある神がアリストメネスを他の場合と同様に、まさにこの時も守護していた。
οἱ δὲ ἀποσεμνύνοντες τὰ κατʼ αὐτὸν Ἀριστομένει φασὶν ἐμβληθέντι ἐς τὸν Κεάδαν ὄρνιθα τὸν ἀετὸν ὑποπέτεσθαι καὶ ἀνέχειν ταῖς πτέρυξιν, ἐς ὃ κατήνεγκεν αὐτὸν ἐς τὸ πέρας οὔτε πηρωθέντα οὐδὲν τοῦ σώματος οὔτε τραῦμά τι λαβόντα.
アリストメネスの事績を神聖視する者たちは、彼がケアダスに投げ落とされたとき、鷲という鳥が下に滑り込んで翼で彼を支え、体のどの部分も損なわれず、いかなる傷も負わずに底まで連れて降りたと語っている。
ἔμελλε δὲ ἄρα καὶ αὐτόθεν ὁ δαίμων ἔξοδον ἀποφαίνειν αὐτῷ.
そしてやはり、神はそこからさえも彼に脱出の道を明かそうとしていたのである。
§4.18.6καὶ ὁ μὲν ὡς ἐς τὸ τέρμα ἦλθε τοῦ βαράθρου, κατεκλίθη τε καὶ ἐφελκυσάμενος τὴν χλαμύδα ἀνέμενεν ὡς πάντως οἱ ἀποθανεῖν πεπρωμένον·
さて、彼は奈落の底に達すると、横たわってマントを引き寄せ、どうあっても死ぬ運命にあるものとして待っていた。
τρίτῃ δὲ ὕστερον ἡμέρᾳ ψόφου τε αἰσθάνεται καὶ ἐκκαλυψάμενος—ἐδύνατο δὲ ἤδη διὰ τοῦ σκότους διορᾶν—ἀλώπεκα εἶδεν ἁπτομένην τῶν νεκρῶν.
しかし、三日後に物音がするのに気づき、顔を覆っていたものを取り払うと――すでに暗闇の中でも見通せるようになっていたが――一匹の狐が死体に群がっているのが見えた。
ὑπονοήσας δὲ ἔσοδον εἶναι τῷ θηρίῳ ποθέν, ἀνέμενεν ἐγγύς οἱ τὴν ἀλώπεκα γενέσθαι, γενομένης δὲ λαμβάνεται·
その獣にどこからか入り口があるに違いないと考えた彼は、狐が自分の近くに来るのを待ち、近づいたところで捕まえた。
τῇ δὲ ἑτέρᾳ χειρί, ὁπότε ἐς αὐτὸν ἐπιστρέφοιτο, τὴν χλαμύδα προὔβαλλέν οἱ καὶ δάκνειν παρεῖχε.
そして、狐が自分の方に振り向くたびに、もう一方の手でマントを突き出してそれを噛ませた。
τὰ μὲν δὴ πλείω θεούσῃ συνέθει, τὰ δὲ ἄγαν δυσέξοδα καὶ ἐφείλκετο ὑπʼ αὐτῆς·
走る狐に伴って彼も大部分は走って追ったが、通り抜けるのが非常に困難な場所では彼女に引っ張られるようにして進んだ。
ὀψὲ δέ ποτε ὀπήν τε εἶδεν ἀλώπεκι ἐς διάδυσιν ἱκανὴν καὶ φέγγος διʼ αὐτῆς.
やがてついに、彼は狐が通り抜けるのに十分な穴と、そこを通して差し込む光を見た。
§4.18.7καὶ τὴν μέν, ὡς ἀπὸ τοῦ Ἀριστομένους ἠλευθερώθη, τὸ φωλίον ἔμελλεν ὑποδέξεσθαι·
狐の方はアリストメネスから解放されると、自分の巣穴へと戻っていった。
Ἀριστομένης δὲ—οὐ γάρ τι ἡ ὀπὴ καὶ τούτῳ παρέχειν ἐδύνατο ἔξοδον—εὐρυτέραν τε ταῖς χερσὶν ἐποίησε καὶ οἴκαδε ἐς τὴν Εἶραν ἀποσώζεται, παραδόξῳ μὲν τῇ τύχῃ καὶ ἐς τὴν ἅλωσιν χρησάμενος, τὸ γάρ οἱ φρόνημα ἦν καὶ τὰ τολμήματα μείζονα ἢ ὡς ἐλπίσαι τινὰ Ἀριστομένην αἰχμάλωτον ἂν γενέσθαι, παραδοξοτέρα δέ ἐστι καὶ πάντων προδηλότατα οὐκ ἄνευ θεοῦ ἡ ἐκ τοῦ Κεάδα σωτηρία.
一方アリストメネスは――穴はそのままでは彼に脱出口を提供し得なかったため――手でそれを広げて、故郷のアイラへと無事生還した。 彼は捕らえられた際にも奇妙な運命をたどったが、それは彼が捕虜になるなどとは誰も予想しないほど、彼の精神と大胆な不敵さが並外れていたからである。 しかし、ケアダスからの生還はさらに奇妙であり、何よりも明白に神の助けなしにはあり得ないことであった。