§4.17.7ὡς δὲ οἱ Λακεδαιμόνιοι συνέμισγον καὶ ἦσαν ἐς τὸ κατʼ αὐτοὺς οἱ Μεσσήνιοι τετραμμένοι, ἐνταῦθα Ἀριστοκράτης ἀρχομένης τῆς μάχης ἀπῆγε τοὺς Ἀρκάδας, καὶ τοῖς Μεσσηνίοις τό τε ἀριστερὸν καὶ μέσον ἠρήμωτο·
箸ラケダイモン人たちが衝突し、メッセニア人たちが自分たちの正面の敵に向き合っていたとき、そこでアリストクラテスは、戦いが始まるやいなやアルカディア人を退却させた。 そのため、メッセニア人にとっては左翼と中央が空っぽになった。
οἱ γὰρ Ἀρκάδες σφίσιν εἶχον ἀμφότερα ἅτε ἀπόντων μὲν Ἠλείων τῆς μάχης, ἀπόντων δὲ Ἀργείων καὶ Σικυωνίων.
というのも、エリス人が戦いに参加せず、アルゴス人とシキュオン人も不参加であったため、アルカディア人が彼らのためにその両方の位置を占めていたからである。
προσεξειργάσθη δὲ καὶ ἄλλο τῷ Ἀριστοκράτει·
さらに、アリストクラテスによってもう一つの不義が重ねられた。
διὰ γὰρ Μεσσηνίων ἐποιεῖτο τὴν φυγήν.
なぜなら、彼はメッセニア人の戦列を突き抜けて逃走したからである。
§4.17.8οἱ δὲ πρὸς τὸ ἀνέλπιστον τῶν παρόντων ἐγένοντο ἔκφρονες καὶ ἅμα ὑπὸ τῆς διεξόδου τῆς κατὰ σφᾶς τῶν Ἀρκάδων ἐταράσσοντο, ὥστε αὐτῶν ἐδέησαν οἱ πολλοὶ καὶ ἐπιλαθέσθαι τῶν ἐν χερσίν·
メッセニア人たちは、この思いがけない事態に我を忘れ、同時に、アルカディア人が自分たちの間を突き抜けて退却したことによって混乱させられた。 その結果、彼らの多くは目の前の戦いさえ忘れてしまうほどであった。
ἀντὶ γὰρ τῶν Λακεδαιμονίων ἐπιφερομένων ἤδη πρὸς τοὺς Ἀρκάδας ἀφεώρων φεύγοντας, καὶ οἱ μὲν παραμεῖναί σφισιν ἱκέτευον, οἱ δὲ καὶ λοιδορίαις ἐς αὐτοὺς ὡς ἐς ἄνδρας προδότας καὶ οὐ δικαίους ἐχρῶντο.
すでに襲いかかってきているラケダイモン人に立ち向かう代わりに、彼らは逃げていくアルカディア人を見つめていた。 そして、ある者たちは自分たちのもとにとどまるよう懇願し、他の者たちは彼らを裏切り者、不義な男たちとして罵倒した。
§4.17.9Λακεδαιμονίοις δὲ ἥ τε κύκλωσις τῶν Μεσσηνίων μονωθέντων ἐγένετο οὐ χαλεπὴ καὶ νίκην ἑτοιμοτάτην πασῶν καὶ ἀπονώτατα ἀνείλοντο.
ラケダイモン人にとって、孤立したメッセニア人を包囲することは困難ではなく、これまでにないほど極めて容易で、最も骨の折れない勝利を手にした。
Ἀριστομένης δὲ καὶ οἱ σὺν αὐτῷ συνέμειναν μὲν καὶ τῶν Λακεδαιμονίων τοὺς μάλιστα ἐγκειμένους ἀνείργειν ἐπειρῶντο, ὀλίγοι δὲ ὄντες οὐ μεγάλα ὠφέλουν.
アリストメンスと彼の部下たちはその場にとどまり、最も激しく迫ってくるラケダイモン人を押し止めようと努めたが、少数であったため、大きな助けにはならなかった。
τῶν δὲ Μεσσηνίων τοῦ μὲν δήμου τοσοῦτον πλῆθος ἀνηλώθησαν, ὡς τὰ πρῶτα Λακεδαιμονίων δεσπότας ἀντὶ δούλων ἔσεσθαι νομίζοντας τότε μηδὲ ἐς τὴν σωτηρίαν αὐτὴν ἔτι ἔχειν ἐλπίδα·
メッセニア人のうち、一般の兵士は非常に多くの数が討ち死にしたため、最初はラケダイモン人の奴隷ではなく主人になるだろうと思っていた彼らも、そのときにはもはや自らの生存そのものに対する希望さえ失ってしまった。
ἀπέθανον δὲ καὶ τῶν πρωτευόντων ἄλλοι τε καὶ Ἀνδροκλῆς καὶ Φίντας καὶ λόγου μάλιστα ἀξίως ἀγωνισάμενος Φάνας, ὃς πρότερον τούτων ἔτι δολίχου νίκην Ὀλυμπίασιν ἦν ἀνῃρημένος.
また、指導者たちの中でも、アンドロクレスやピンタス、そしてとりわけ特筆に値する戦いぶりを示したパナスが戦死した。 彼はこれらより以前に、オリンピアで長距離競走の勝利を収めたことがあった。
§4.17.10Ἀριστομένης δὲ μετὰ τὴν μάχην τοὺς διαπεφευγότας τῶν Μεσσηνίων συνήθροιζε, καὶ Ἀνδανίαν μὲν καὶ εἴ τι ἄλλο ἐν μεσογαίᾳ πόλισμα ἔπεισε τὰ πολλὰ ἐκλείπειν, ἐς δὲ τὴν Εἶραν τὸ ὄρος ἀνοικίζεσθαι.
アリストメネスは戦いの後、逃げ延びたメッセニア人たちを集め、ハンダニアや、内陸にある他のいかなる小さな町をもその大部分を放棄し、アイラ山へと移住するよう説得した。
συνεληλαμένοις δὲ ἐς τοῦτο τὸ χωρίον προσεκάθηντο οἱ Λακεδαιμόνιοι πολιορκίᾳ σφᾶς αὐτίκα ἐξαιρήσειν νομίζοντες·
この場所に追い詰められた彼らに対し、ラケダイモン人は包囲戦によって直ちに彼らを降伏させられると考え、包囲陣を敷いた。
ἀντήρκεσαν δὲ ὅμως οἱ Μεσσήνιοι καὶ μετὰ τὴν ἐν τῇ τάφρῳ συμφορὰν ἑνί τε καὶ δέκα ἔτεσιν ἀμυνόμενοι.
しかしながら、メッセニア人は堀での惨劇の後も、防戦を続けながら十一年間持ちこたえた。
§4.17.11τὸν δὲ χρόνον τῆς πολιορκίας γενέσθαι τοσοῦτον δηλοῖ καὶ τάδε ἔπη Ῥιανοῦ πεποιημένα ἐς τοὺς Λακεδαιμονίους·
包囲の期間がそれほど長かったことは、リアノスがラケダイモン人について作った次の詩行も示している。
"
οὔρεος ἀργεννοῖο περὶ πτύχας ἐστρατόωντο
χείματά τε ποίας τε δύω καὶ εἴκοσι πάσας·
「白き山のひだの周りに、彼らは陣を敷いた。 冬と草の季節を、合わせて実に二十二回もの間。
"
χειμῶνας γὰρ καὶ θέρη κατέλεξε, πόας εἰπὼν τὸν χλωρὸν σῖτον ἢ ὀλίγον πρὸ ἀμητοῦ.
」というのも、彼は冬と夏を数え上げており、「草」と言うことで、青い穀物、すなわち収穫の少し前の状態を指しているからである。