§4.19.1Λακεδαιμονίοις δὲ παραυτίκα μὲν ὑπὸ ἀνδρῶν ἀπηγγέλλετο αὐτομόλων, ὡς Ἀριστομένης ἐπανήκοι σῶς·
ラケダイモン人たちには、アリストメネスが無事に戻ってきたということが、すぐに亡命者たちによって報告された。
νομιζομένου δὲ ἀπίστου κατὰ ταὐτὰ ἢ εἴ τινα τεθνεῶτα ἐλέγετο ἀναβιῶναι, παρʼ αὐτοῦ τοιόνδε Ἀριστομένους ὑπῆρξεν ἐς πίστιν.
しかし、それが死んだ誰かが生き返ったと言われるのと同様に信じがたいこととみなされたため、信じさせるために、アリストメネス自身から次のようなことがもたらされた。
Κορίνθιοι Λακεδαιμονίοις δύναμιν ὡς συνεξαιρήσοντας τὴν Εἶραν ἀποστέλλουσι.
コリントス人たちは、アイラを共同で攻略するために、ラケダイモン人たちへ軍勢を派遣した。
§4.19.2τούτους παρὰ τῶν κατασκόπων πυνθανόμενος ὁ Ἀριστομένης τῇ πορείᾳ τε ἀτακτότερον χρῆσθαι καὶ ταῖς στρατοπεδείαις ἀφυλάκτως, ἐπιτίθεται νύκτωρ σφίσι·
アリストメネスは偵察者たちから、彼らが行軍において無秩序であり、宿営の際にも警戒を怠っていることを聞き知ると、夜間に彼らを襲撃した。
καὶ τῶν τε ἄλλων καθευδόντων ἔτι ἐφόνευσε τοὺς πολλοὺς καὶ τοὺς ἡγεμόνας Ὑπερμενίδην καὶ Ἀχλαδαῖον καὶ Λυσίστρατον καὶ Σίδεκτον ἀποκτίννυσι.
そして他の者たちがまだ眠っている間にその多くを殺害し、指導者であるヒュペルメニデス、アクラダイオス、リュシストラトス、シデクトスを殺した。
διαρπάσας δὲ καὶ τὴν σκηνὴν τὴν στρατηγίδα παρέστησεν εὖ εἰδέναι Σπαρτιάταις ὡς Ἀριστομένης καὶ οὐκ ἄλλος Μεσσηνίων ἐστὶν ὁ ταῦτα εἰργασμένος.
さらに、将軍の天幕を略奪することによって、これを行ったのが他のメッセニア人ではなくアリストメネス自身であることをスパルタ人に確信させた。
§4.19.3ἔθυσε δὲ καὶ τῷ Διὶ τῷ Ἰθωμάτᾳ τὴν θυσίαν ἣν ἑκατομφόνια ὀνομάζουσιν.
彼はまた、イトメのゼウスに対して「ヘカトンポニア」と呼ばれる犠牲を捧げた。
αὕτη δὲ καθεστήκει μὲν ἐκ παλαιοτάτου, θύειν δὲ αὐτὴν Μεσσηνίων ἐνομίζετο ὁπόσοι πολεμίους ἄνδρας κατεργάσαιντο ἑκατόν.
これは極めて古くから確立された慣習であり、メッセニア人のうち、敵を100人倒した者なら誰でもこれを捧げることになっていた。
Ἀριστομένει δέ, ὅτε ἐπὶ Κάπρου σήματι ἐμαχέσατο, θύσαντι ἑκατομφόνια πρῶτον, δεύτερα ἤδη θῦσαι καὶ ὁ ἐν τῇ νυκτὶ τῶν Κορινθίων παρέσχε φόνος.
アリストメネスにとっては、イノシシの墓での戦いの際に最初のヘカトンポニアを捧げていたが、今回のコリントス人に対する夜間の殺戮が、彼に二回目の犠牲を捧げる機会を今やもたらしたのである。
τοῦτον μὲν δὴ λέγουσι καὶ ἐπὶ ταῖς ὕστερον θῦσαι καταδρομαῖς θυσίαν τρίτην, Λακεδαιμόνιοι δὲ—ἐπῄει γὰρ
彼がその後の襲撃の際にも三回目の犠牲を捧げたとも言われている。
§4.19.4Ὑακίνθια—πρὸς τοὺς ἐν τῇ Εἴρᾳ τεσσαράκοντα ἐποιήσαντο ἡμερῶν σπονδάς·
一方、ラケダイモン人たちは――というのも、ヒュアキンティア祭が近づいていたので――アイラにいる者たちと40日間の休戦協定を結んだ。
καὶ αὐτοὶ μὲν ἀναχωρήσαντες οἴκαδε ἑώρταζον, Κρῆτες δὲ τοξόται— μετεπέμψαντο γὰρ ἔκ τε Λύκτου καὶ ἑτέρων πόλεων μισθωτούς—οὗτοί σφισιν ἀνὰ τὴν Μεσσηνίαν ἐπλανῶντο.
彼ら自身は帰国して祭りを祝っていたが、クレタ人の射手たち――彼らはリュクトスやその他の都市から雇い兵として招集されていたのだが――この者たちがメッセニアの地をうろついていた。
Ἀριστομένην οὖν, ἅτε ἐν σπονδαῖς ἀπωτέρω τῆς Εἴρας γενόμενον καὶ προϊόντα ἀδεέστερον, ἑπτὰ ἄνδρες ἀπὸ τῶν τοξοτῶν τούτων ἐλόχησαν, συλλαβόντες δὲ τοῖς ἱμᾶσιν οἷς εἶχον ἐπὶ ταῖς φαρέτραις δέουσιν·
そのため、休戦中であったのでアイラから遠く離れ、警戒を怠って進んでいたアリストメネスを、これら射手たちのうち7人が待ち伏せして捕らえ、彼らが矢筒につけていた革紐で縛り上げた。
§4.19.5ἑσπέρα γὰρ ἐπῄει.
すでに夕方が迫っていたからである。
δύο μὲν οὖν ἐς Σπάρτην ἀπʼ αὐτῶν ἐλθόντες Λακεδαιμονίοις Ἀριστομένην εὐηγγελίζοντο ἡλωκέναι·
彼らのうち二人はスパルタに行き、アリストメネスを捕らえたという吉報をラケダイモン人に伝えた。
οἱ λοιποὶ δὲ ἀποχωροῦσιν ἐς ἀγρὸν τῶν ἐν τῇ Μεσσηνίᾳ.
残りの者たちはメッセニアにある田舎の家へと引き返した。
ἐνταῦθα ᾤκει κόρη σὺν μητρὶ παρθένος, πατρὸς ὀρφανή.
そこには父親を亡くした一人の処女が母親と暮らしていた。
τῇ δὲ προτέρᾳ νυκτὶ εἶδεν ὄψιν ἡ παῖς·
その前夜、この娘は夢を見ていた。
λέοντα ἐς τὸν ἀγρὸν λύκοι σφίσιν ἤγαγον δεδεμένον καὶ οὐκ ἔχοντα ὄνυχας, αὐτὴ δὲ τοῦ δεσμοῦ τὸν λέοντα ἀπέλυσε καὶ ἀνευροῦσα ἔδωκε τοὺς ὄνυχας, οὕτω τε διασπασθῆναι τοὺς λύκους ἔδοξεν ὑπὸ τοῦ λέοντος.
狼たちが、縛られ爪を奪われた一頭のライオンを自分たちの農場に連れてきて、彼女自身がライオンを縛り目から解放し、爪を見つけて与え、そのようにして狼たちがライオンによって引き裂かれるという夢であった。
§4.19.6τότε δὲ ὡς τὸν Ἀριστομένην ἐσάγουσιν οἱ Κρῆτες, συνεφρόνησεν ἡ παρθένος ὕπαρ ἥκειν τὸ ἐν τῇ νυκτί οἱ πεφηνὸς καὶ ἀνηρώτα τὴν μητέρα ὅστις εἴη·
そしてその時、クレタ人たちがアリストメネスを連れ込んできたので、乙女は、夜に自分に現れた幻が現実となって訪れたのだと理解し、母親に彼が誰であるかを尋ねた。
μαθοῦσα δὲ ἐπερρώσθη τε καὶ ἀπιδοῦσα ἐς αὐτὸν τὸ προσταχθὲν συνῆκεν.
それを知ると彼女は勇気づけられ、彼を見つめて、自分がなすべきことを理解した。
οἶνον οὖν τοῖς Κρησὶν ἐγχέουσα ἀνέδην, ὡς σφᾶς ἡ μέθη κατελάμβανεν, ὑφαιρεῖται τοῦ μάλιστα ὑπνωμένου τὸ ἐγχειρίδιον·
そこで、彼女はクレタ人たちにワインを惜しみなく注ぎ、彼らが酔いつぶれて眠り込んでいくと、最も深く眠っている者から短剣をこっそり奪い取った。
τὰ μὲν δὴ δεσμὰ τοῦ Ἀριστομένους ἔτεμεν ἡ παρθένος, ὁ δὲ παραλαβὼν τὸ ξίφος ἐκείνους διειργάσατο.
そして、乙女がアリストメネスの縛り目を切ると、彼は剣を受け取って彼らを皆殺しにした。
ταύτην τὴν παρθένον λαμβάνει γυναῖκα Γόργος Ἀριστομένους·
この乙女をアリストメネスの息子ゴルゴスが妻として娶った。
ἐδίδου δὲ Ἀριστομένης τῇ παιδὶ ἐκτίνων σῶστρα, ἐπεὶ Γόργῳ οὐκ ἦν πω δέκατον καὶ ὄγδοον ἔτος, ὅτε ἔγημεν.
アリストメネスは救出の礼としてその娘を彼に与えたのである。 ゴルゴスが結婚したとき、彼はまだ18歳に達していなかった。