Humanitext Reader

保萨尼亚斯 · 希腊志 §4.18.1-4.18.7

阿里斯托梅内斯被俘与从深渊逃脱

第 159 段,共 465 段 · 希腊语

内容简介

阿里斯托梅内斯率领美塞尼亚人以艾拉山为据点进行掠夺,给斯巴达造成打击。阿里斯托梅内斯在战斗中被捕并被投进凯阿达斯深渊,但他奇迹般地生还并返回。

§4.18.1Μεσσήνιοι δὲ ὡς ἐς τὴν Εἶραν ἀνῳκίσθησαν, τῆς δὲ ἄλλης ἐξείργοντο πλὴν ὅσον σφίσιν οἱ Πύλιοι τὰ ἐπὶ θαλάσσῃ καὶ οἱ Μοθωναῖοι διέσωζον, ἐλῄστευον τήν τε Λακωνικὴν καὶ τὴν σφετέραν, πολεμίαν ἤδη καὶ ταύτην νομίζοντες·
美塞尼亚人移居到艾拉后,除了皮洛斯人和莫托奈人为他们守住的沿海地区之外,被排斥在其余土地之外,于是他们既掠夺拉科尼亚地区,也掠夺他们自己的土地(因为他们已将后者也视为敌国领土)。
ἄλλοι τε δὴ συνίσταντο ἐς τὰς καταδρομάς, ὡς ἕκαστοι τύχοιεν, καὶ Ἀριστομένης δὲ τοὺς περὶ αὑτὸν λογάδας ἐς τριακοσίων ἀριθμὸν προήγαγεν.
其他的人也因利乘便,各自结伙进行袭击,而阿里斯托梅内斯也率领身边的精兵,人数多达三百人。
§4.18.2ἦγον μὲν δὴ τὰ Λακεδαιμονίων καὶ ἔφερον ὅ τι καὶ δύναιτο αὐτῶν ἕκαστος, ἑλόντες δὲ σῖτον καὶ βοσκήματα καὶ οἶνον ἀνήλισκον, ἔπιπλα δὲ καὶ ἀνθρώπους ἀπεδίδοσαν χρημάτων·
他们掠夺并运走拉刻代蒙人的财产,每个人竭尽所能夺取所需;夺得谷物、牲畜和酒后便予以消费,而家具和俘虏则用来索取赎金。
ὥστε καὶ ἐποιήσαντο οἱ Λακεδαιμόνιοι δόγμα, ἅτε τοῖς ἐν τῇ Εἴρᾳ μᾶλλον ἢ σφίσιν αὐτοῖς γεωργοῦντες, τὴν Μεσσηνίαν καὶ τῆς Λακωνικῆς τὴν προσεχῆ, ἕως ἂν πολεμῶσιν, ἐᾶν ἄσπορον.
因此,由于感到自己是在为艾拉的人民而不是为自己耕作,拉刻代蒙人便通过了一项法令:只要战争还在继续,就让美塞尼亚以及邻近的拉科尼亚土地保持荒芜。
§4.18.3καὶ ἀπὸ τούτου σιτοδεία ἐγένετο ἐν Σπάρτῃ καὶ ὁμοῦ τῇ σιτοδείᾳ στάσις· οὐ γὰρ ἠνείχοντο οἱ ταύτῃ τὰ κτήματα ἔχοντες τὰ σφέτερα ἀργὰ εἶναι.
由此,斯巴达出现了粮食匮乏,并伴随着粮食匮乏发生了内讧;因为在该地区拥有地产的人无法容忍自己的土地闲置。
καὶ τούτοις μὲν τὰ διάφορα διέλυε Τυρταῖος·
泰尔泰乌斯平息了他们之间的纷争。
Ἀριστομένης δὲ ἔχων τοὺς λογάδας τὴν μὲν ἔξοδον περὶ βαθεῖαν ἐποιήσατο ἑσπέραν, ἔφθη δὲ ὑπὸ τάχους τὴν ἐς Ἀμύκλας ἀνύσας πρὸ ἀνίσχοντος ἡλίου, καὶ Ἀμύκλας τὸ πόλισμα εἷλέ τε καὶ διήρπασε καὶ τὴν ἀποχώρησιν ἐποιήσατο πρὶν ἢ τοὺς ἐκ τῆς Σπάρτης προσβοηθῆσαι.
与此同时,阿里斯托梅内斯率领精兵在深夜出发,凭着神速在日出前便抵达了阿米克莱,占领并洗劫了该城镇,并在斯巴达的援军赶到之前完成了撤退。
§4.18.4κατέτρεχε δὲ καὶ ὕστερον τὴν χώραν, ἐς ὃ Λακεδαιμονίων λόχοις πλέον ἢ τοῖς ἡμίσεσι καὶ τοῖς βασιλεῦσιν ἀμφοτέροις συμβαλὼν ἄλλα τε ἔσχεν ἀμυνόμενος τραύματα καὶ πληγέντι ὑπὸ λίθου τὴν κεφαλὴν αὐτῷ σκοτοδινιῶσιν οἱ ὀφθαλμοί.
此后他继续席卷该地区,直到有一次,他与超过半数的拉刻代蒙人守备队以及两位国王交战,在防卫过程中他多处受伤,且因头部被石块击中而眼花缭乱。
καὶ πεσόντα ἀθρόοι τῶν Λακεδαιμονίων ἐπιδραμόντες ζῶντα αἱροῦσιν· ἥλωσαν δὲ καὶ τῶν περὶ αὐτὸν ἐς πεντήκοντα.
他倒下后,拉刻代蒙人一拥而上,将他生擒;他身边的部下也有大约五十人被捕。
τούτους ἔγνωσαν οἱ Λακεδαιμόνιοι ῥῖψαι πάντας ἐς τὸν Κεάδαν· ἐμβάλλουσι δὲ ἐνταῦθα οὓς ἂν ἐπὶ μεγίστοις τιμωρῶνται.
拉刻代蒙人决定将他们全部投入凯阿达斯深渊;他们通常把犯有最严重罪行而被处以极刑的人投入此地。
§4.18.5οἱ μὲν δὴ ἄλλοι Μεσσηνίων ἐσπίπτοντες ἀπώλλυντο αὐτίκα, Ἀριστομένην δὲ ἔς τε τὰ ἄλλα θεῶν τις καὶ δὴ καὶ τότε ἐφύλασσεν·
其他被扔下去的美塞尼亚人登时毙命,但在其他时候保护着阿里斯托梅内斯的神,此时也同样守护着他。
οἱ δὲ ἀποσεμνύνοντες τὰ κατʼ αὐτὸν Ἀριστομένει φασὶν ἐμβληθέντι ἐς τὸν Κεάδαν ὄρνιθα τὸν ἀετὸν ὑποπέτεσθαι καὶ ἀνέχειν ταῖς πτέρυξιν, ἐς ὃ κατήνεγκεν αὐτὸν ἐς τὸ πέρας οὔτε πηρωθέντα οὐδὲν τοῦ σώματος οὔτε τραῦμά τι λαβόντα.
那些神化他事迹的人说,当阿里斯托梅内斯被投入凯阿达斯时,有一只鹰飞到他身下,用双翼托住了他,直到将他降落到底部,使他的身体毫无损伤,也未受任何伤。
ἔμελλε δὲ ἄρα καὶ αὐτόθεν ὁ δαίμων ἔξοδον ἀποφαίνειν αὐτῷ.
而神灵确实注定要从这个地方为他指明一条出路。
§4.18.6καὶ ὁ μὲν ὡς ἐς τὸ τέρμα ἦλθε τοῦ βαράθρου, κατεκλίθη τε καὶ ἐφελκυσάμενος τὴν χλαμύδα ἀνέμενεν ὡς πάντως οἱ ἀποθανεῖν πεπρωμένον·
他到达深渊底部后,便躺了下来,裹上斗篷,等待着他那命中注定的死亡。
τρίτῃ δὲ ὕστερον ἡμέρᾳ ψόφου τε αἰσθάνεται καὶ ἐκκαλυψάμενος—ἐδύνατο δὲ ἤδη διὰ τοῦ σκότους διορᾶν—ἀλώπεκα εἶδεν ἁπτομένην τῶν νεκρῶν.
但在第三天,他听到了声响,便揭开盖在身上的东西——此时他已经能够在黑暗中看清了——发现一只狐狸正在触碰尸体。
ὑπονοήσας δὲ ἔσοδον εἶναι τῷ θηρίῳ ποθέν, ἀνέμενεν ἐγγύς οἱ τὴν ἀλώπεκα γενέσθαι, γενομένης δὲ λαμβάνεται·
他推测这只野兽必定是从某个入口进来的,于是等待狐狸走近自己,并在它走近时抓住了它。
τῇ δὲ ἑτέρᾳ χειρί, ὁπότε ἐς αὐτὸν ἐπιστρέφοιτο, τὴν χλαμύδα προὔβαλλέν οἱ καὶ δάκνειν παρεῖχε.
每当它回头朝向他时,他就用另一只手把斗篷挡在它面前,任由它啃咬。
τὰ μὲν δὴ πλείω θεούσῃ συνέθει, τὰ δὲ ἄγαν δυσέξοδα καὶ ἐφείλκετο ὑπʼ αὐτῆς·
它跑的时候,他大部分时间也跟着跑;在极难通过的地方,他就被它拖着前进。
ὀψὲ δέ ποτε ὀπήν τε εἶδεν ἀλώπεκι ἐς διάδυσιν ἱκανὴν καὶ φέγγος διʼ αὐτῆς.
最终,他看到一个足以让狐狸钻过去的洞口,并有光线透进来。
§4.18.7καὶ τὴν μέν, ὡς ἀπὸ τοῦ Ἀριστομένους ἠλευθερώθη, τὸ φωλίον ἔμελλεν ὑποδέξεσθαι·
那只狐狸从阿里斯托梅内斯手中被释放后,便回到了它自己的巢穴。
Ἀριστομένης δὲ—οὐ γάρ τι ἡ ὀπὴ καὶ τούτῳ παρέχειν ἐδύνατο ἔξοδον—εὐρυτέραν τε ταῖς χερσὶν ἐποίησε καὶ οἴκαδε ἐς τὴν Εἶραν ἀποσώζεται, παραδόξῳ μὲν τῇ τύχῃ καὶ ἐς τὴν ἅλωσιν χρησάμενος, τὸ γάρ οἱ φρόνημα ἦν καὶ τὰ τολμήματα μείζονα ἢ ὡς ἐλπίσαι τινὰ Ἀριστομένην αἰχμάλωτον ἂν γενέσθαι, παραδοξοτέρα δέ ἐστι καὶ πάντων προδηλότατα οὐκ ἄνευ θεοῦ ἡ ἐκ τοῦ Κεάδα σωτηρία.
而阿里斯托梅内斯——因为这个洞口还无法为他也提供出路——用双手将它扒得更宽,从而安全返回了家乡艾拉。 他在被捕时也经历了奇特的命运,因为他的精神和胆识是如此之大,以至于没人会料到阿里斯托梅内斯竟会成为阶下囚;但他从凯阿达斯深渊的生还则更为奇特,并且最显然不过的是,这绝非没有神灵的帮助。

词汇与语法注释

  1. §4.18.1πλὴν ὅσον — πλὴν ὅσον 是一个连词性短语,意为“除了……之外”。σφίσιν 是利益与格,意为“为他们”。
  2. §4.18.2ἅτε ... γεωργοῦντες — ἅτε 与现在分词 γεωργοῦντες 连用,表示基于客观实际事实的原因(“因为他们是在耕作”)。τοῖς ἐν τῇ Εἴρᾳ 是利益与格。
  3. §4.18.3ἔφθη ... ἀνύσας — 动词 φθάνω 与分词 ἀνύσας 构成的句式,意为“比……更早完成”或“先于……做某事”。这里表示他成功在日出之前赶到了阿米克莱。
  4. §4.18.4πληγέντι ... αὐτῷ — 与格 αὐτῷ 是不利益与格,修饰动词 σκοτοδινιῶσιν,并与被动分词 πληγέντι 一致。τὴν κεφαλὴν 是关系宾格(表示“关于头部”)。
  5. §4.18.5ἔμελλε ... ἀποφαίνειν — μέλλω 连用不定式 ἀποφαίνειν 表示命运或意图(“注定要展示出”)。小词 ἄρα 表示对局面的重新认识或确认(“原来,果然”)。
  6. §4.18.7μείζονα ἢ ὡς ἐλπίσαι — 比较级 μείζονα 后面接 ἢ ὡς 和不定式 ἐλπίσαι,构成的句式意为“太伟大以至于没人能料到”或“超出了人们可以预期的程度”。

引用这一段

保萨尼亚斯, 希腊志 §4.18.1-4.18.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.18.1-4.18.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。