Humanitext Reader

保萨尼亚斯 · 希腊志 §4.17.7-4.17.11

大壕沟之战的惨败与退守艾拉山

第 158 段,共 465 段 · 希腊语

内容简介

阿里斯托克拉特斯的背叛导致阿卡迪亚军队撤退,使美塞尼亚人在“大壕沟之战”中遭遇惨败。阿里斯托梅内斯率领幸存者退守艾拉山,并在那里对拉刻代蒙人的围攻进行了长达十一年的抵抗。

§4.17.7ὡς δὲ οἱ Λακεδαιμόνιοι συνέμισγον καὶ ἦσαν ἐς τὸ κατʼ αὐτοὺς οἱ Μεσσήνιοι τετραμμένοι, ἐνταῦθα Ἀριστοκράτης ἀρχομένης τῆς μάχης ἀπῆγε τοὺς Ἀρκάδας, καὶ τοῖς Μεσσηνίοις τό τε ἀριστερὸν καὶ μέσον ἠρήμωτο·
当拉刻代蒙人交战、美塞尼亚人正迎击他们前方的敌人时,在战斗刚开始之际阿里斯托克拉特斯便带领阿卡迪亚人撤退,致使美塞尼亚人的左翼和中央都空虚无防。
οἱ γὰρ Ἀρκάδες σφίσιν εἶχον ἀμφότερα ἅτε ἀπόντων μὲν Ἠλείων τῆς μάχης, ἀπόντων δὲ Ἀργείων καὶ Σικυωνίων.
因为由于伊利斯人未参加战斗,阿耳戈斯人和西库翁人也未参加,阿卡迪亚人为他们把守着这两个位置。
προσεξειργάσθη δὲ καὶ ἄλλο τῷ Ἀριστοκράτει· διὰ γὰρ Μεσσηνίων ἐποιεῖτο τὴν φυγήν.
此外,阿里斯托克拉特斯还干了另一件恶劣的事:因为他是穿过美塞尼亚人的战线进行逃跑的。
§4.17.8οἱ δὲ πρὸς τὸ ἀνέλπιστον τῶν παρόντων ἐγένοντο ἔκφρονες καὶ ἅμα ὑπὸ τῆς διεξόδου τῆς κατὰ σφᾶς τῶν Ἀρκάδων ἐταράσσοντο, ὥστε αὐτῶν ἐδέησαν οἱ πολλοὶ καὶ ἐπιλαθέσθαι τῶν ἐν χερσίν·
面对这意想不到的事态,美塞尼亚人惊慌失措,同时因阿卡迪亚人穿过自己防线的撤退而陷入混乱,以至于他们中的许多人甚至忘记了眼前的战斗。
ἀντὶ γὰρ τῶν Λακεδαιμονίων ἐπιφερομένων ἤδη πρὸς τοὺς Ἀρκάδας ἀφεώρων φεύγοντας, καὶ οἱ μὲν παραμεῖναί σφισιν ἱκέτευον, οἱ δὲ καὶ λοιδορίαις ἐς αὐτοὺς ὡς ἐς ἄνδρας προδότας καὶ οὐ δικαίους ἐχρῶντο.
因为他们不再迎击已经冲杀过来的拉刻代蒙人,而是回过头看着逃跑的阿卡迪亚人,有的人恳求他们留下来,有的人则辱骂他们是叛徒和不义之徒。
§4.17.9Λακεδαιμονίοις δὲ ἥ τε κύκλωσις τῶν Μεσσηνίων μονωθέντων ἐγένετο οὐ χαλεπὴ καὶ νίκην ἑτοιμοτάτην πασῶν καὶ ἀπονώτατα ἀνείλοντο.
对于拉刻代蒙人而言,包围孤立无援的美塞尼亚人并非难事,他们赢得了所有胜利中最轻易、最不费力的一场。
Ἀριστομένης δὲ καὶ οἱ σὺν αὐτῷ συνέμειναν μὲν καὶ τῶν Λακεδαιμονίων τοὺς μάλιστα ἐγκειμένους ἀνείργειν ἐπειρῶντο, ὀλίγοι δὲ ὄντες οὐ μεγάλα ὠφέλουν.
阿里斯托梅内斯和他的部下固守原地,企图阻挡攻势最猛烈的对象,但因人数稀少,无济于事。
τῶν δὲ Μεσσηνίων τοῦ μὲν δήμου τοσοῦτον πλῆθος ἀνηλώθησαν, ὡς τὰ πρῶτα Λακεδαιμονίων δεσπότας ἀντὶ δούλων ἔσεσθαι νομίζοντας τότε μηδὲ ἐς τὴν σωτηρίαν αὐτὴν ἔτι ἔχειν ἐλπίδα·
美塞尼亚人中的普通士兵死伤惨重,以至于起初他们还以为自己将成为拉刻代蒙人的主人而非奴隶,此时却连保全性命本身都不再抱有希望。
ἀπέθανον δὲ καὶ τῶν πρωτευόντων ἄλλοι τε καὶ Ἀνδροκλῆς καὶ Φίντας καὶ λόγου μάλιστα ἀξίως ἀγωνισάμενος Φάνας, ὃς πρότερον τούτων ἔτι δολίχου νίκην Ὀλυμπίασιν ἦν ἀνῃρημένος.
在首领中死去的还有安德罗克勒斯、芬塔斯,以及战斗表现最值得称道的法纳斯,在此之前他曾获得过奥林匹亚长跑比赛的冠军。
§4.17.10Ἀριστομένης δὲ μετὰ τὴν μάχην τοὺς διαπεφευγότας τῶν Μεσσηνίων συνήθροιζε, καὶ Ἀνδανίαν μὲν καὶ εἴ τι ἄλλο ἐν μεσογαίᾳ πόλισμα ἔπεισε τὰ πολλὰ ἐκλείπειν, ἐς δὲ τὴν Εἶραν τὸ ὄρος ἀνοικίζεσθαι.
战后,阿里斯托梅内斯召集了逃脱的美塞尼亚人,说服他们放弃安达尼亚以及内陆的所有其他小城镇,搬迁到艾拉山。
συνεληλαμένοις δὲ ἐς τοῦτο τὸ χωρίον προσεκάθηντο οἱ Λακεδαιμόνιοι πολιορκίᾳ σφᾶς αὐτίκα ἐξαιρήσειν νομίζοντες· ἀντήρκεσαν δὲ ὅμως οἱ Μεσσήνιοι καὶ μετὰ τὴν ἐν τῇ τάφρῳ συμφορὰν ἑνί τε καὶ δέκα ἔτεσιν ἀμυνόμενοι.
当美塞尼亚人被驱赶并聚集到这个地方时,拉刻代蒙人对他们展开了围攻,以为能立即攻克他们;然而,美塞尼亚人即便在壕沟惨败之后,仍通过防守坚持了十一年之久。
§4.17.11τὸν δὲ χρόνον τῆς πολιορκίας γενέσθαι τοσοῦτον δηλοῖ καὶ τάδε ἔπη Ῥιανοῦ πεποιημένα ἐς τοὺς Λακεδαιμονίους· " οὔρεος ἀργεννοῖο περὶ πτύχας ἐστρατόωντο χείματά τε ποίας τε δύω καὶ εἴκοσι πάσας·
围困时间如此之长,里阿诺斯为拉刻代蒙人所作的以下诗句也说明了这一点:‘在洁白山峦的褶皱周围,他们安营扎寨,经历了整整二十二个冬天和草木的季节。
" χειμῶνας γὰρ καὶ θέρη κατέλεξε, πόας εἰπὼν τὸν χλωρὸν σῖτον ἢ ὀλίγον πρὸ ἀμητοῦ.
’因为里阿诺斯数算的是冬天和夏天,他用“草”来指代青绿的谷物,也就是收割前不久的状态。

词汇与语法注释

  1. 4.17.7τοῖς Μεσσηνίοις ... σφίσιν — τοῖς Μεσσηνίοις 是表示关系或利害的与格,其后的 σφίσιν 同样是指代美塞尼亚人的与格,表示阿卡迪亚人“为他们”(替代他们)占领了左翼和中央这两个位置。
  2. 4.17.8αὐτῶν ἐδέησαν οἱ πολλοὶ — αὐτῶν 是修饰 οἱ πολλοὶ 的部分属格(指美塞尼亚人中的大多数)。ἐδέησαν 并非无人称动词 δεῖ(需要)的过去式,而是动词 δέω/δέομαι(缺乏、需要、至于某状态)的第三人称复数主动不定过去式。整句意为“他们中的大多数人甚至到了忘却眼前战斗的地步”。
  3. 4.17.11χείματά τε ποίας τε — 诗人里阿诺斯用 ποία(草、青叶)来指代收割前的“青绿谷物”,帕萨尼亚斯解释说这代表“夏天”。因此,22个冬天与草的季节(夏天)指的是11个冬天和11个夏天,共计11年,这与前文提到的他们坚持了11年(ἑνί τε καὶ δέκα ἔτεσιν)完全一致。

引用这一段

保萨尼亚斯, 希腊志 §4.17.7-4.17.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.17.7-4.17.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。