§4.17.7ὡς δὲ οἱ Λακεδαιμόνιοι συνέμισγον καὶ ἦσαν ἐς τὸ κατʼ αὐτοὺς οἱ Μεσσήνιοι τετραμμένοι, ἐνταῦθα Ἀριστοκράτης ἀρχομένης τῆς μάχης ἀπῆγε τοὺς Ἀρκάδας, καὶ τοῖς Μεσσηνίοις τό τε ἀριστερὸν καὶ μέσον ἠρήμωτο·
When the Lacedaemonians were joining battle and the Messenians were turned towards those opposite them, there Aristocrates, as soon as the battle began, led the Arcadians away, and for the Messenians both their left wing and center were left empty.
οἱ γὰρ Ἀρκάδες σφίσιν εἶχον ἀμφότερα ἅτε ἀπόντων μὲν Ἠλείων τῆς μάχης, ἀπόντων δὲ Ἀργείων καὶ Σικυωνίων.
For the Arcadians held both positions for them, seeing that the Eleans were absent from the battle, and the Argives and Sicyonians were also absent.
προσεξειργάσθη δὲ καὶ ἄλλο τῷ Ἀριστοκράτει· διὰ γὰρ Μεσσηνίων ἐποιεῖτο τὴν φυγήν.
Moreover, another thing was done by Aristocrates; for he made his retreat right through the Messenians.
§4.17.8οἱ δὲ πρὸς τὸ ἀνέλπιστον τῶν παρόντων ἐγένοντο ἔκφρονες καὶ ἅμα ὑπὸ τῆς διεξόδου τῆς κατὰ σφᾶς τῶν Ἀρκάδων ἐταράσσοντο, ὥστε αὐτῶν ἐδέησαν οἱ πολλοὶ καὶ ἐπιλαθέσθαι τῶν ἐν χερσίν·
The Messenians became out of their minds at the unexpected turn of events, and at the same time they were thrown into confusion by the passage of the Arcadians through their ranks, so that many of them came even to forget the conflict at hand.
ἀντὶ γὰρ τῶν Λακεδαιμονίων ἐπιφερομένων ἤδη πρὸς τοὺς Ἀρκάδας ἀφεώρων φεύγοντας, καὶ οἱ μὲν παραμεῖναί σφισιν ἱκέτευον, οἱ δὲ καὶ λοιδορίαις ἐς αὐτοὺς ὡς ἐς ἄνδρας προδότας καὶ οὐ δικαίους ἐχρῶντο.
For instead of facing the Lacedaemonians who were already charging them, they kept looking away at the fleeing Arcadians, some entreating them to stay with them, while others treated them with insults as traitors and unjust men.
§4.17.9Λακεδαιμονίοις δὲ ἥ τε κύκλωσις τῶν Μεσσηνίων μονωθέντων ἐγένετο οὐ χαλεπὴ καὶ νίκην ἑτοιμοτάτην πασῶν καὶ ἀπονώτατα ἀνείλοντο.
For the Lacedaemonians, the surrounding of the isolated Messenians became not difficult, and they won the easiest victory of all and with the least trouble.
Ἀριστομένης δὲ καὶ οἱ σὺν αὐτῷ συνέμειναν μὲν καὶ τῶν Λακεδαιμονίων τοὺς μάλιστα ἐγκειμένους ἀνείργειν ἐπειρῶντο, ὀλίγοι δὲ ὄντες οὐ μεγάλα ὠφέλουν.
Aristomenes and his men remained together and tried to keep back those of the Lacedaemonians who pressed hardest, but being few, they were of no great help.
τῶν δὲ Μεσσηνίων τοῦ μὲν δήμου τοσοῦτον πλῆθος ἀνηλώθησαν, ὡς τὰ πρῶτα Λακεδαιμονίων δεσπότας ἀντὶ δούλων ἔσεσθαι νομίζοντας τότε μηδὲ ἐς τὴν σωτηρίαν αὐτὴν ἔτι ἔχειν ἐλπίδα·
Of the Messenians, such a great number of the common folk were destroyed that, whereas at first they thought they would be masters instead of slaves of the Lacedaemonians, they then no longer had hope even for their safety itself.
ἀπέθανον δὲ καὶ τῶν πρωτευόντων ἄλλοι τε καὶ Ἀνδροκλῆς καὶ Φίντας καὶ λόγου μάλιστα ἀξίως ἀγωνισάμενος Φάνας, ὃς πρότερον τούτων ἔτι δολίχου νίκην Ὀλυμπίασιν ἦν ἀνῃρημένος.
There died also others of the leading men, including Androcles and Phintas, and Phanas, who fought in a manner most worthy of mention, and who even before these events had won the victory in the long race at Olympia.
§4.17.10Ἀριστομένης δὲ μετὰ τὴν μάχην τοὺς διαπεφευγότας τῶν Μεσσηνίων συνήθροιζε, καὶ Ἀνδανίαν μὲν καὶ εἴ τι ἄλλο ἐν μεσογαίᾳ πόλισμα ἔπεισε τὰ πολλὰ ἐκλείπειν, ἐς δὲ τὴν Εἶραν τὸ ὄρος ἀνοικίζεσθαι.
After the battle, Aristomenes gathered those of the Messenians who had escaped, and persuaded them to abandon Andania and any other small town in the interior, and to migrate to Mount Eira.
συνεληλαμένοις δὲ ἐς τοῦτο τὸ χωρίον προσεκάθηντο οἱ Λακεδαιμόνιοι πολιορκίᾳ σφᾶς αὐτίκα ἐξαιρήσειν νομίζοντες· ἀντήρκεσαν δὲ ὅμως οἱ Μεσσήνιοι καὶ μετὰ τὴν ἐν τῇ τάφρῳ συμφορὰν ἑνί τε καὶ δέκα ἔτεσιν ἀμυνόμενοι.
When they were driven together into this place, the Lacedaemonians sat down before it, thinking they would immediately capture them by siege; nevertheless, the Messenians held out, defending themselves for eleven years even after the disaster at the Trench.
§4.17.11τὸν δὲ χρόνον τῆς πολιορκίας γενέσθαι τοσοῦτον δηλοῖ καὶ τάδε ἔπη Ῥιανοῦ πεποιημένα ἐς τοὺς Λακεδαιμονίους· "
οὔρεος ἀργεννοῖο περὶ πτύχας ἐστρατόωντο
χείματά τε ποίας τε δύω καὶ εἴκοσι πάσας· "
χειμῶνας γὰρ καὶ θέρη κατέλεξε, πόας εἰπὼν τὸν χλωρὸν σῖτον ἢ ὀλίγον πρὸ ἀμητοῦ.
That the time of the siege was so long is shown also by these verses of Rhianus composed concerning the Lacedaemonians: 'Around the folds of the white mountain they encamped, all the winters and grass-seasons, twenty-two in number.' For he counted winters and summers, meaning by 'grass' the green corn, or a little before harvest.