§4.15.1ὡς δὲ τά τε ἄλλα ἐς τὸν πόλεμον ἕτοιμα ἦν αὐτοῖς καὶ τὰ ἀπὸ τῶν συμμάχων προθυμότερα ἢ προσεδόκων—καὶ γὰρ Ἀργείοις ἤδη καὶ Ἀρκάσι λαμπρῶς τὸ ἐς τοὺς Λακεδαιμονίους ἔχθος ἐξῆπτο—οὕτως ἀπέστησαν ἔτει τριακοστῷ μὲν καὶ ἐνάτῳ μετὰ Ἰθώμης ἅλωσιν, τετάρτῳ δὲ τῆς τρίτης Ὀλυμπιάδος καὶ εἰκοστῆς, ἣν Ἴκαρος Ὑπερησιεὺς ἐνίκα στάδιον·
彼らにとって戦争のための他の準備が整い、同盟国からの反応も予想以上に熱心であったので――というのも、アルゴス人とアルカディア人にとっては、すでにラケダイモン人に対する敵意が激しく燃え上がっていたからである――このようにして、彼らはイトメ陥落の三十九年後、第二十三回オリンピア期の第四年に反乱を起こした。 このオリンピア期には、ヒュペレシアのイカロスが短距離競走で優勝した。
Ἀθήνῃσι δὲ οἱ κατʼ ἐνιαυτὸν ἦσαν ἤδη τότε ἄρχοντες, καὶ Ἀθηναίοις Τλησίας ἦρχεν.
アテナイでは、すでにその頃には一年任期の執政官が置かれており、アテナイ人にとってはトレシアスが執政官を務めていた。
§4.15.2ἐν δὲ Λακεδαίμονι οἵ τινες τηνικαῦτα ἔτυχον βασιλεύοντες, Τυρταῖος μὲν τὰ ὀνόματα οὐκ ἔγραψε, Ῥιανὸς δʼ ἐποίησεν ἐν τοῖς ἔπεσι Λεωτυχίδην βασιλέα ἐπὶ τοῦδε εἶναι τοῦ πολέμου.
ラケダイモンにおいて、その時に誰がたまたま王であったかについて、ティルタイオスはその名を書いていないが、リアノスは叙事詩の中で、レオテュキデスがこの戦争の時の王であったと詠んでいる。
Ῥιανῷ μὲν οὖν ἔγωγε οὐδαμῶς κατά γε τοῦτο συνθήσομαι·
私としては、リアノスにはこの点において決して同意しない。
Τυρταῖον δὲ καὶ οὐ λέγοντα ὅμως εἰρηκέναι τις ἂν ἐν τῷδε ἡγοῖτο.
しかし、ティルタイオスについては、彼が名前を挙げていなくても、以下の歌において間接的に述べていると考えることができる。
ἐλεγεῖα γὰρ ἐς τὸν πρότερόν ἐστιν αὐτῷ πόλεμον·
というのも、彼には以前の戦争に関するエレゲイアがあり、そこにこうあるからである。
"
ἀμφʼ αὐτῇ δʼ ἐμάχοντʼ ἐννέα καὶ δέκʼ ἔτη
νωλεμέως, αἰεὶ ταλασίφρονα θυμὸν ἔχοντες,
αἰχμηταὶ πατέρων ἡμετέρων πατέρες. "
"それをめぐって、彼らは十九年間戦い続けた、絶え間なく、常に不屈の心を抱きながら、我らの父たちの父たる槍の戦士たちは。
§4.15.3δῆλα οὖν ἐστιν ὡς ὕστερον τρίτῃ γενεᾷ τὸν πόλεμον οἱ Μεσσήνιοι τόνδε ἐπολέμησαν, ἀποδείκνυσί τε τοῦ χρόνου τὸ συνεχὲς βασιλεύοντας τηνικαῦτα ἐν Σπάρτῃ Ἀνάξανδρον Εὐρυκράτους τοῦ Πολυδώρου, τῆς δὲ οἰκίας τῆς ἑτέρας Ἀναξίδαμον Ζευξιδάμου τοῦ Ἀρχιδάμου τοῦ Θεοπόμπου.
"したがって、メッセニア人がこの戦争を戦ったのは、三世代後であることは明らかである。 また、時間の連続性が示すところによれば、その時にスパルタで王位にあったのは、ポリュドロスの息子エウリュクラテスの子アナクサンドロスと、もう一方の王家からはテオポンポスの息子アルキダモスの子ゼウクシダモスの子アナクシダモスであった。
κατέβην δὲ ἐς ἀπόγονον Θεοπόμπου τέταρτον, ὅτι Ἀρχίδαμος ὁ Θεοπόμπου προαπέθανε τοῦ πατρὸς καὶ ἐς Ζευξίδαμον υἱιδοῦν ὄντα ἡ Θεοπόμπου περιῆλθεν ἀρχή.
私がテオポンポスの四代目の末裔まで下ったのは、テオポンポスの息子アルキダモスが父に先立って亡くなり、テオポンポスの支配権が孫であるゼウクシダモスに移行したからである。
Λεωτυχίδης δὲ μετὰ Δημάρατον βασιλεύσας φαίνεται τὸν Ἀρίστωνος· Θεοπόμπου δὲ Ἀρίστων ἀπόγονος ἕβδομος.
そして、レオテュキデスはアリストンの息子デマラトスの後に王となったことが明らかであるが、アリストンはテオポンポスの七代目の末裔である。
§4.15.4τότε δὲ οἱ Μεσσήνιοι Λακεδαιμονίοις συμβάλλουσιν ἐν Δέραις καλουμέναις τῆς σφετέρας, ἔτει πρώτῳ μετὰ τὴν ἀπόστασιν·
その時、メッセニア人は、反乱から最初の年に、彼らの土地のデライと呼ばれる場所でラケダイモン人と戦った。
ἀπῆσαν δὲ ἀμφοτέροις οἱ σύμμαχοι.
この時、双方とも同盟国は参戦していなかった。
καὶ νίκη μὲν ἐγένετο οὐδετέρων σαφής, Ἀριστομένην δὲ ἔργα φασὶν ἀποδείξασθαι πλέον τι ἢ ἄνδρα ἕνα εἰκὸς ἦν, ὥστε καὶ βασιλέα μετὰ τὴν μάχην ᾑροῦντο αὐτόν, ἦν γὰρ καὶ γένους τῶν Αἰπυτιδῶν·
勝利はどちらにとっても明白なものではなかったが、アリストメネスは一人の人間が成し遂げるとは思えないほどの偉業を示したと言われ、そのため戦後に彼らは彼を王に選ぼうとした。 彼はアイピュトス王家の出身でもあったからである。
§4.15.5παραιτουμένου τε, οὕτω στρατηγὸν αὐτοκράτορα εἵλοντο.
しかし、彼がそれを辞退したので、彼らは彼を全権を有する将軍に選出した。
Ἀριστομένει δὲ παρίστατο μηδʼ ἂν ἄλλον ἀπαξιῶσαι παθεῖν τι ἐν πολέμῳ δράσαντα ἄξια μνήμης·
アリストメネスの考えでは、戦争において記憶に値する功績を立てた者であれば、他の誰であってもそのような栄誉を受けるにふさわしいものであった。
αὑτῷ μέντοι καὶ πρὸ παντὸς ἐνόμιζεν εἶναι, ἔτι ἀρχομένου τοῦ πολέμου Λακεδαιμονίους καταπλήξαντα φαίνεσθαι καὶ ἐς τὰ μέλλοντά σφισι φοβερώτερον.
しかし、自分自身にとっては、戦争の始まりにあたってまずラケダイモン人を震撼させ、将来にわたって彼らにとってより恐るべき存在として現れることこそが、何よりも優先されるべきことだと考えていた。
ἅτε δὲ οὕτως ἔχων, ἀφικόμενος νύκτωρ ἐς τὴν Λακεδαίμονα ἀνατίθησιν ἀσπίδα πρὸς τὸν τῆς Χαλκιοίκου ναόν·
そのような考えから、彼は夜間にラケダイモンへと赴き、アテナ・ハルキオイコスの神殿に盾を奉納した。
ἐπεγέγραπτο δὲ Ἀριστομένην ἀπὸ Σπαρτιατῶν διδόναι τῇ θεῷ.
そこにはアリストメネスがスパルタ人から奪ったものを女神に捧げると刻まれていた。
§4.15.6ἐγένετο δὲ καὶ Λακεδαιμονίοις μάντευμα ἐκ Δελφῶν τὸν Ἀθηναῖον ἐπάγεσθαι σύμβουλον.
ラケダイモン人にもまた、デルポイからアテナイ人を指導者として招くようにという神託が下った。
ἀποστέλλουσιν οὖν παρὰ τοὺς Ἀθηναίους τόν τε χρησμὸν ἀπαγγελοῦντας καὶ ἄνδρα αἰτοῦντας παραινέσοντα ἃ χρή σφισιν.
そこで、彼らはアテナイ人のもとへ使者を送り、神託を伝えるとともに、自分たちに必要なことを助言してくれる者を求めた。
Ἀθηναῖοι δὲ οὐδέτερα θέλοντες, οὔτε Λακεδαιμονίους ἄνευ μεγάλων κινδύνων προσλαβεῖν μοῖραν τῶν ἐν Πελοποννήσῳ τὴν ἀρίστην οὔτε αὐτοὶ παρακοῦσαι τοῦ θεοῦ, πρὸς ταῦτα ἐξευρίσκουσι·
アテナイ人は、ラケダイモン人が大きな危険なしにペロポネソスで最良の土地を手に入れるのを助けることも望まず、かといって神の命令を無視することも望まなかったため、次のような対策を考え出した。
καὶ ἦν γὰρ Τυρταῖος διδάσκαλος γραμμάτων νοῦν τε ἥκιστα ἔχειν δοκῶν καὶ τὸν ἕτερον τῶν ποδῶν χωλός, τοῦτον ἀποστέλλουσιν ἐς Σπάρτην.
文字の教師であり、知恵が極めて乏しいと思われており、さらに片足が不自由であったティルタイオスという男がいたが、彼をスパルタへと送り出したのである。
ὁ δὲ ἀφικόμενος ἰδίᾳ τε τοῖς ἐν τέλει καὶ συνάγων ὁπόσους τύχοι καὶ τὰ ἐλεγεῖα καὶ τὰ ἔπη σφίσι τὰ ἀνάπαιστα ᾖδεν.
彼は現地に到着すると、指導者たちに個別に向き合ったり、集められるだけの者たちを集めたりして、彼らのためにエレゲイアやアナパイストス韻律の歌を歌い聞かせた。
§4.15.7ἐνιαυτῷ δὲ ὕστερον τοῦ περὶ τὰς Δέρας ἀγῶνος, ἡκόντων ἀμφοτέροις καὶ τῶν συμμάχων, παρεσκευάζοντο ὡς μάχην συνάψοντες ἐπὶ τῷ καλουμένῳ Κάπρου σήματι.
デライの戦いの一年後、双方に同盟国も合流したため、彼らは「野猪の墓」と呼ばれる場所で戦闘を開始しようと準備を整えた。
Μεσσηνίοις μὲν οὖν Ἠλεῖοι καὶ Ἀρκάδες, ἔτι δὲ ἐξ Ἄργους ἀφίκετο καὶ Σικυῶνος βοήθεια.
メッセニア人には、エレイオス人とアルカディア人、さらにはアルゴスとシキュオーンからも救援が到着した。
παρῆσαν δὲ καὶ ὅσοι πρότερον τῶν Μεσσηνίων ἔφευγον ἑκουσίως, ἐξ Ἐλευσῖνός τε, οἷς πάτριον δρᾶν τὰ ὄργια τῶν Μεγάλων θεῶν, καὶ οἱ Ἀνδροκλέους ἀπόγονοι·
また、以前に自発的に亡命していたメッセニア人たち、すなわち偉大なる女神たちの秘儀を執り行うことを父祖伝来の義務とするエレウシスからの人々や、アンドロクレスの末裔たちも参集した。
καὶ γὰρ οἱ συσπεύσαντες μάλιστά σφισιν ἦσαν οὗτοι.
というのも、彼らこそが最も熱心に救援に駆けつけた者たちであったからである。
§4.15.8Λακεδαιμονίοις δὲ ἦλθον Κορίνθιοι συμμαχήσοντες καὶ Λεπρεατῶν τινες κατὰ ἔχθος τὸ Ἠλείων·
ラケダイモン人には、コリントス人と、エレイオス人への敵意からレプレオン人の一部が同盟軍として馳せ参じた。
Ἀσιναίοις δὲ ὅρκοι πρὸς ἀμφοτέρους ἦσαν.
一方、アシネ人は双方に対して誓約を結んでいた。
τὸ δὲ χωρίον τοῦτο, Κάπρου σῆμα, ἔστι μὲν ἐν Στενυκλήρῳ τῆς Μεσσηνίας, Ἡρακλέα δὲ αὐτόθι ὅρκον ἐπὶ τομίων κάπρου τοῖς Νηλέως παισὶ δοῦναι καὶ λαβεῖν παρὰ ἐκείνων λέγουσιν.
「野猪の墓」と呼ばれるこの場所はメッセニアのステニュクレロスにあり、そこにおいてヘラクレスが切り裂いた野猪のいけにえの上でネレウスの息子たちに誓いを立て、また彼らから誓いを受け取ったと言われている。