§4.16.1ὡς δὲ ἀμφοτέροις προεθύσαντο οἱ μάντεις, Λακεδαιμονίοις μὲν Ἕκας ἀπόγονός τε καὶ ὁμώνυμος Ἕκα τοῦ σὺν τοῖς Ἀριστοδήμου παισὶν ἐλθόντος ἐς Σπάρτην, τοῖς δὲ Μεσσηνίοις Θέοκλος—ἐγεγόνει δὲ ὁ Θέοκλος οὗτος ἀπὸ Εὐμάντιδος, Εὔμαντιν δὲ ὄντα Ἠλεῖον τῶν Ἰαμιδῶν Κρεσφόντης ἐπηγάγετο ἐς Μεσσήνην—τότε δὲ παρόντων καὶ τῶν μάντεων σὺν φρονήματι ἀμφότεροι μᾶλλον ἠπείγοντο ἐς τὴν μάχην.
双方のために預言者たちが犠牲を捧げると、ラケダイモン人のためには、アリストデモスの息子たちと共にスパルタへ来たヘカスの末裔であり同名であるヘカスが、メッセニア人のためにはテオクロスが犠牲を捧げた。 このテオクロスはエウマンティスの末裔であり、エウマンティスはイアミダイ家出身のエリス人であったが、クレスポンテスがメッセネへと招いたのであった。 その時、預言者たちも同席し、双方は誇りを胸によりいっそう戦闘へと急いだ。
§4.16.2καὶ ἦν μὲν καὶ τὰ τῶν ἄλλων πρόθυμα, ὡς ἡλικίας ἕκαστος εἶχεν ἢ ῥώμης, μάλιστα δὲ Ἀνάξανδρός τε ὁ τῶν Λακεδαιμονίων βασιλεὺς καὶ οἱ περὶ αὐτὸν τῶν Σπαρτιατῶν·
そして、他の者たちの熱意も、各自の年齢や力に応じて高まっていたが、とりわけラケダイモン人の王アナクサンドロスと、彼の周囲のスパルタ人たちがそうであった。
παρὰ Μεσσηνίων δὲ οἱ Ἀνδροκλέους ἀπόγονοι Φίντας καὶ Ἀνδροκλῆς καὶ οἱ συντεταγμένοι σφίσιν ἐπειρῶντο ἄνδρες ἀγαθοὶ γίνεσθαι.
メッセニア人の方では、アンドロクレスの末裔であるピンタスとアンドロクレス、および彼らと同列に配置された者たちが、勇敢な戦士になろうと努めていた。
Τυρταῖος δὲ καὶ οἱ τῶν θεῶν ἱεροφάνται τῶν Μεγάλων ἔργου μὲν ἥπτοντο οὐδενός, τοὺς τελευταίους δὲ τῆς ἑαυτῶν ἑκάτεροι στρατιᾶς ἐπήγειρον.
ティルタイオスと「偉大なる女神たち」の祭司たちは、いかなる戦闘行為にも手を下さず、それぞれ自軍の最後尾の兵たちを鼓舞していた。
§4.16.3κατὰ δὲ αὐτὸν Ἀριστομένην εἶχεν οὕτω.
アリストメネス自身については次のようであった。
λογάδες περὶ αὐτὸν ὀγδοήκοντα ἦσαν Μεσσηνίων, ἡλικίαν τε γεγονότες ἐκείνῳ τὴν αὐτὴν καὶ ἕκαστος προτετιμῆσθαι μεγάλως νομίζων ὅτι ἠξίωτο Ἀριστομένει συντετάχθαι·
彼の周囲には、彼と同い年で、アリストメネスと共に配置されるにふさわしいと認められたことをそれぞれが大いに名誉と感じている、八十人のメッセニア人の選り抜きの戦士たちがいた。
ἦσαν δὲ καὶ αἰσθέσθαι διʼ ὀλίγου δεινοὶ τά τε παρʼ ἀλλήλων καὶ μάλιστα ἐκείνου καὶ ἀρχομένου τι δρᾶν καὶ ἔτι μέλλοντος.
彼らはまた、お互いの、そして特にアリストメネスが何か行動を起こし始め、あるいは起こそうとしている時に、それを即座に察知することに長けていた。
οὗτοι μὲν πρῶτον καὶ αὐτοὶ καὶ Ἀριστομένης πόνον εἶχον πολὺν κατʼ Ἀνάξανδρον καὶ τῶν Λακεδαιμονίων τεταγμένοι τοὺς ἀρίστους·
彼らはまず、アリストメネス自身とともに、アナクサンドロスおよびラケダイモン人の最精鋭の部隊が配置されている場所に対して激しい戦闘を繰り広げた。
λαμβάνοντες δὲ τραύματα ἀφειδῶς καὶ ἐς πᾶν προϊόντες ἀπονοίας τῷ τε χρόνῳ καὶ τοῖς τολμήμασιν ἐτρέψαντο τοὺς περὶ Ἀνάξανδρον.
彼らは容赦なく傷を負い、死に物狂いであらゆる危険に飛び込んでいき、時間とともに、その大胆な行動によってアナクサンドロスの周囲の者たちを敗走させた。
§4.16.4τούτοις μὲν δὴ φεύγουσι διώκειν ἐπέταξεν ὁ Ἀριστομένης ἕτερον τῶν Μεσσηνίων λόχον·
アリストメネスは、彼ら敗走する者たちを追撃することをメッセニア人の別の部隊に命じた。
αὐτὸς δὲ ὁρμήσας πρὸς τὸ μάλιστα ἀνθεστηκός, ὡς ἐβιάσατο καὶ τούτους, ἐπʼ ἄλλους ἐτράπετο αὖθις.
自身は最も激しく抵抗しているところへと突撃し、彼らを打ち破ると、再び他の者たちへと向かった。
ταχὺ δὲ καὶ τούτους ὠσάμενος ἑτοιμότερον ἤδη πρὸς τοὺς ὑπομένοντας ἐπεφέρετο, ἐς ὃ πᾶσαν τῶν Λακεδαιμονίων τὴν τάξιν καὶ αὐτῶν καὶ τῶν συμμάχων συνέχεε·
そして彼らも速やかに押し戻すと、今やさらに容易に踏みとどまっている者たちへと襲いかかり、ついにはラケダイモン人自身と同盟軍のすべての戦列を混乱に陥れた。
καὶ οὐχὶ σὺν αἰδοῖ φευγόντων οὐδὲ ἀναμένειν θελόντων ἔτι ἀλλήλους, ἐπέκειτό σφισι φοβερώτερος ἢ κατὰ ἀνδρὸς ἑνὸς εἶναι μανίαν.
彼らが恥を忘れて逃げ惑い、もはや互いを待つこともしなくなると、彼は一人の人間の狂気とは思えぬほどの恐ろしさで彼らに襲いかかった。
§4.16.5ἔνθα δὴ καὶ παρʼ ἀχράδα πεφυκυῖάν που τοῦ πεδίου, παρὰ ταύτην Ἀριστομένην οὐκ εἴα παραθεῖν ὁ μάντις Θέοκλος·
その時、平原のどこかに生えていた野生の梨の木のそばにおいて、預言者テオクロスはアリストメネスがその脇を通り抜けるのを許さなかった。
καθέζεσθαι γὰρ τοὺς Διοσκούρους ἔφασκεν ἐπὶ τῇ ἀχράδι.
なぜなら、ディオスクロイがその梨の木の上に座していると彼は言ったからである。
Ἀριστομένης δὲ εἴκων τῷ θυμῷ καὶ οὐκ ἀκροώμενος τὰ πάντα τοῦ μάντεως ὡς κατὰ τὴν ἀχράδα ἐγίνετο, ἀπόλλυσι τὴν ἀσπίδα, Λακεδαιμονίοις τε τὸ ἁμάρτημα τοῦ Ἀριστομένους παρέσχεν αὐτῶν ἀποσωθῆναί τινας ἐκ τῆς φυγῆς·
しかしアリストメネスは激情に流され、預言者の言うことにすべて従うことはせず、梨の木のそばに至ったとき、盾を失ってしまった。 アリストメネスのこの過ちは、敗走するラケダイモン人の一部が命を救われる機会を与えることとなった。
διέτριψε γὰρ τὴν ἀσπίδα ἀνευρεῖν πειρώμενος.
彼が盾を見つけ出そうとして時間を費やしたからである。
§4.16.6Λακεδαιμονίων δὲ ἐχόντων ἀθύμως μετὰ τὴν πληγὴν καὶ ὡρμημένων καταθέσθαι τὸν πόλεμον, Τυρταῖός τε ἐλεγεῖα ᾄδων μετέπειθεν αὐτοὺς καὶ ἐς τοὺς λόχους ἀντὶ τῶν τεθνεώτων κατέλεγεν ἄνδρας ἐκ τῶν εἱλώτων.
ラケダイモン人が敗北ののちに意気消沈し、戦争を終わらせようと傾いていた時、ティルタイオスがエレゲイアを歌って彼らの心を翻させ、また亡くなった者たちの代わりにヘイロテスの中から部隊へと兵を登録した。
Ἀριστομένει δέ, ὡς ἀνέστρεψεν ἐς τὴν Ἀνδανίαν, ταινίας αἱ γυναῖκες καὶ τὰ ὡραῖα ἐπιβάλλουσαι τῶν ἀνθῶν ἐπέλεγον ᾆσμα τὸ καὶ ἐς ἡμᾶς ἔτι ᾀδόμενον
"
ἔς τε μέσον πεδίον Στενυκλήριον ἔς τʼ ὄρος ἄκρον
εἵπετʼ Ἀριστομένης τοῖς Λακεδαιμονίοις.
一方アリストメネスがアンダニアへと帰還すると、女性たちはリボンや季節の美しい花々を彼に投げかけ、今日まで歌い継がれている次のような歌を口ずさんだ。 「ステニュクレロスの平原の中央までも、山々の頂までも、アリストメネスはラケダイモン人を追い詰めた。
"
ἀνεσώσατο δὲ καὶ τὴν ἀσπίδα ἐκείνην, ἔς τε Δελφοὺς
」そして彼はあの盾をも取り戻した。
§4.16.7ἀφικόμενος καὶ ὥς οἱ προσέταξεν ἡ Πυθία καταβὰς ἐς τὸ ἄδυτον ἱερὸν τοῦ Τροφωνίου τὸ ἐν Λεβαδείᾳ.
デルポイへと赴き、ピューティアが彼に命じた通りに、レバデイアにあるトロポニオスの地下神殿に下って行ったのである。
ὕστερον δὲ τὴν ἀσπίδα ἀνέθηκεν ἐς Λεβάδειαν φέρων, ᾗ δὴ καὶ αὐτὸς εἶδον ἀνακειμένην·
のちに彼はその盾をレバデイアへ運んで奉納し、まさにその場所で私自身もそれが奉納されているのを目にした。
ἐπίθημα δέ ἐστιν αὐτῆς ἀετὸς τὰ πτερὰ ἑκατέρωθεν ἐκτετακὼς ἐς ἄκραν τὴν ἴτυν.
その盾の装飾は、両翼を縁の端まで広げた鷲であった。
τότε δὲ Ἀριστομένης ὡς ἐπανῆκεν ἐκ Βοιωτίας εὑρών τε παρὰ τῷ Τροφωνίῳ καὶ κομισάμενος τὴν ἀσπίδα, αὐτίκα ἔργων μειζόνων ἥπτετο.
さて、その時アリストメネスはボイオティアから帰還し、トロポニオスのところで盾を見つけて持ち帰ると、直ちにより大きな事業に着手した。
§4.16.8συλλέξας δὲ ἄλλους τε τῶν Μεσσηνίων καὶ τοὺς περὶ ἑαυτὸν ἅμα ἔχων λογάδας, φυλάξας τὰ μετὰ ἑσπέραν ἦλθεν ἐπὶ πόλιν τῆς Λακωνικῆς, τὸ μὲν ἀρχαῖον ὄνομα καὶ ἐν Ὁμήρου καταλόγῳ Φᾶριν, ὑπὸ δὲ τῶν Σπαρτιατῶν καὶ προσοίκων καλουμένην Φαράς·
彼はメッセニア人の他の者たちを集め、また自身の周囲の選り抜きの戦士たちを率いて、日没後の時間を狙い、ラコニアの都市へと向かった。 その都市の古代の名はホメロスのカタログではパリスであるが、スパルタ人や近隣住民からはパライと呼ばれていた。
ἐπὶ ταύτην ἀφικόμενος τούς τε πειρωμένους ἀμύνεσθαι διέφθειρε καὶ λείαν περιβαλλόμενος ἀπήλαυνεν ἐς τὴν Μεσσήνην.
彼はここに至ると、防戦しようとした者たちを殺害し、略奪品を手に入れるとメッセネへと引き揚げた。
Λακεδαιμονίων δὲ ὁπλιτῶν καὶ Ἀναξάνδρου τοῦ βασιλέως ἐπιθεμένων καθʼ ὁδόν, ἐτρέψατό τε καὶ τούτους καὶ διώκειν τὸν Ἀνάξανδρον ὥρμητο·
しかし、途中でラケダイモン人の重装歩兵と王アナクサンドロスが襲いかかってきたが、彼はこれらをも敗走させ、アナクサンドロスを追撃しようとした。
βληθεὶς δὲ ἀκοντίῳ τὸν γλουτὸν τὴν δίωξιν ἐπέσχεν, οὐ μέντοι τὴν λείαν γε ἣν ἤλαυνεν ἀφῃρέθη.
しかし、投げ槍で臀部を射抜かれたため追撃を止めざるを得なかった。 それでも、彼が引いていった略奪品を奪い返されることはなかった。
§4.16.9διαλιπὼν δὲ ὅσον ἀκεσθῆναι τὸ τραῦμα, ἐς μὲν αὐτὴν Σπάρτην ἔξοδον ποιούμενος νύκτωρ ἀπετράπετο ὑπὸ φασμάτων Ἑλένης καὶ Διοσκούρων, τὰς δʼ ἐν Καρύαις παρθένους χορευούσας τῇ Ἀρτέμιδι.
傷が癒えるのをしばらく待ってから、彼は夜間にスパルタそのものへの進軍を企てたが、ヘレネとディオスクロイの亡霊によって阻まれた。
ἐλόχησε μεθʼ ἡμέραν καὶ συνέλαβεν ὅσαι χρήμασιν αὐτῶν καὶ ἀξιώματι πατέρων προεῖχον·
しかし、カリュアイにおいてアルテミスに捧げる踊りを踊っていた乙女たちに対しては、日中に待ち伏せをして、彼女たちのうち財産や父親の身分において抜きん出ていた者たちをすべて捕らえた。
ἀγαγὼν δὲ ἐς κώμην τῆς Μεσσηνίας τὴν νύκτα ἀνεπαύετο, ἀνδράσι τῶν ἐκ τοῦ λόχου τὴν φρουρὰν ἐπιτρέψας τῶν παρθένων.
そして彼女たちをメッセニアのある村へと連行し、夜を過ごすために休息を取った。 その際、部隊の男たちに乙女たちの警護を委ねた。
§4.16.10ἐνταῦθα ὑπὸ μέθης οἱ νεανίσκοι δοκεῖν ἐμοὶ καὶ ἄλλως ἀκρατῶς ἔχοντες λογισμοῦ πρὸς βίαν ἐτρέποντο τῶν παρθένων, Ἀριστομένους δὲ ἀπείργοντος οὐ νομιζόμενα Ἕλλησι δρῶντας οὐδένα ἐποιοῦντο λόγον, ὥστε ἠναγκάσθη καὶ ἀποκτεῖναι τοὺς παροινοῦντας μάλιστα ἐξ αὐτῶν.
その場所で、若者たちは酔いに任せ、また私の見るところ理性を失って、乙女たちを犯そうとした。 アリストメネスは彼らがギリシア人の慣習に反する行為を行うのを制止したが、彼らは全く耳を貸さなかった。 そのため、彼はその中で最も酔って乱暴を働いていた者たちを殺害せざるを得なくなった。
τὰς δὲ αἰχμαλώτους λαβὼν ἀπέλυσε χρημάτων πολλῶν, παρθένους ὥσπερ γε καὶ εἷλεν.
そして、捕らえた乙女たちを多額の身代金と引き換えに解放したが、彼女たちは捕らえられた時と全く同様に処女のままであった。