Humanitext Reader

パウサニアス · ギリシア案内記 §4.14.1-4.14.8

スパルタの過酷な支配とアリストメネスの蜂起の決意

154 / 465 箇所 · ギリシア語

要旨

メッセニア陥落後、住民は各地へ散り、スパルタによる過酷な支配と義務が課される。これに耐えかねたメッセニア人は、後に英雄となるアリストメネスら若者を中心に再び蜂起を決意する。

§4.14.1Μεσσηνίων δὲ ὅσοις μὲν ἔτυχον ἐν Σικυῶνι οὖσαι καὶ ἐν Ἄργει προξενίαι καὶ παρὰ τῶν Ἀρκάδων τισίν, οὗτοι μὲν ἐς ταύτας τὰς πόλεις ἀπεχώρησαν, ἐς Ἐλευσῖνα δὲ οἱ τοῦ γένους τῶν ἱερέων καὶ θεαῖς ταῖς Μεγάλαις τελοῦντες τὰ ὄργια·
メッセニア人のうち、シキュオーンやアルゴス、またアルカディア人の一部との間にたまたま客主関係を持っていた者たちは、これらの都市へと退去し、神官の家系に属する者たちおよび偉大なる女神たちの秘儀を執り行う者たちはエレウシスへと退去した。
ὁ δὲ ὄχλος ὁ πολὺς κατὰ τὰς πατρίδας ἕκαστοι τὰς ἀρχαίας ἐσκεδάσθησαν.
一方、一般の大衆は、各自それぞれの昔の故郷へと散っていった。
§4.14.2Λακεδαιμόνιοι δὲ πρῶτα μὲν τὴν Ἰθώμην καθεῖλον ἐς ἔδαφος, ἔπειτα καὶ τὰς λοιπὰς πόλεις ἐπιόντες ᾕρουν.
ラケダイモン人は、まずイトメを地平まで取り壊し、次いで残りの都市をも襲って奪取した。
ἀνέθεσαν δὲ καὶ ἀπὸ τῶν λαφύρων τῷ Ἀμυκλαίῳ τρίποδας χαλκοῦς·
また、彼らは戦利品からアミュクライのアポロンに青銅の三脚釜を奉納した。
Ἀφροδίτης ἄγαλμά ἐστιν ἑστηκὸς ὑπὸ τῷ τρίποδι τῷ πρώτῳ, Ἀρτέμιδος δὲ ὑπὸ τῷ δευτέρῳ, Κόρης δὲ ἢ Δήμητρος ὑπὸ τῷ τρίτῳ.
最初の三脚釜の下にはアプロディテの像が立っており、二番目の下にはアルテミスが、三番目の下にはコレまたはデメテルが立っている。
§4.14.3ταῦτα μὲν δὴ ἀνέθεσαν ἐνταῦθα, τῆς δὲ γῆς τῆς Μεσσηνίας Ἀσιναίοις μὲν ἀνεστηκόσιν ὑπὸ Ἀργείων διδόασιν ἐπὶ θαλάσσῃ ταύτην ἣν καὶ νῦν ἔτι οἱ Ἀσιναῖοι νέμονται·
彼らはこれらをそこに奉納したが、メッセニアの土地のうち、アルゴス人によって追放されたアシネ人に対しては、今日でもなおアシネ人が耕作している海辺のこの地を与える。
τοῖς δὲ Ἀνδροκλέους ἀπογόνοις—ἦν γὰρ δὴ καὶ θυγάτηρ Ἀνδροκλεῖ καὶ παῖδες τῆς θυγατρός, φεύγοντες δὲ ὑπὸ τὴν τελευτὴν τοῦ Ἀνδροκλέους ᾤχοντο ἐς Σπάρτην— τούτοις τὴν Ὑαμίαν καλουμένην ἀπονέμουσι.
また、アンドロクレスの末裔たち――というのも、アンドロクレスには娘がおり、その娘の子供たちもいて、彼らはアンドロクレスの死の際に逃れてスパルタへ去っていたのであるが―― 彼らにはヒュアメイアと呼ばれる地を割り当てる。
§4.14.4τὰ δὲ ἐς αὐτοὺς Μεσσηνίους παρὰ Λακεδαιμονίων ἔσχεν οὕτως.
ラケダイモン人からメッセニア人自身に対する処遇は以下のようであった。
πρῶτον μὲν αὐτοῖς ἐπάγουσιν ὅρκον μήτε ἀποστῆναί ποτε ἀπʼ αὐτῶν μήτε ἄλλο ἐργάσασθαι νεώτερον μηδέν·
まず、彼らに対して、決して自分たちから離反せず、他に何ら新しい企てをしないという誓いを立てさせた。
δεύτερα δὲ φόρον μὲν οὐδένα ἐπέταξαν εἰρημένον, οἳ δὲ τῶν γεωργουμένων τροφῶν σφισιν ἀπέφερον ἐς Σπάρτην πάντων τὰ ἡμίσεα.
第二に、定められた額の貢納金は一切課さなかったが、彼らは耕作された収穫物すべての半分を彼らのためにスパルタへと運んだ。
προείρητο δὲ καὶ ἐπὶ τὰς ἐκφορὰς τῶν βασιλέων καὶ ἄλλων τῶν ἐν τέλει καὶ ἄνδρας ἐκ τῆς Μεσσηνίας καὶ τὰς γυναῖκας ἐν ἐσθῆτι ἥκειν μελαίνῃ· καὶ τοῖς παραβᾶσιν ἐπέκειτο ποινή.
また、王たちやその他の役職者たちの葬儀には、メッセニアの男たちも女たちも黒い衣を着て参列するようあらかじめ命じられており、これに違反した者には罰が課された。
§4.14.5ἐς τιμωρίας δὲ ἃς ὕβριζον ἐς τοὺς Μεσσηνίους, Τυρταίῳ πεποιημένα ἐστὶν " ὥσπερ ὄνοι μεγάλοις ἄχθεσι τειρόμενοι, δεσποσύνοισι φέροντες ἀναγκαίης ὑπὸ λυγρῆς ἥμισυ πᾶν ὅσσων καρπὸν ἄρουρα φέρει.
彼らがメッセニア人に対してほしいままにした侮辱的な懲罰について、ティルタイオスは以下のように詩に作っている。 「大きな重荷に苦しめられるロバのように、悲惨な強制のもと、畑がもたらす全ての収穫の半分を主人たちへと運ぶ。
" ὅτι δὲ καὶ συμπενθεῖν ἔκειτο αὐτοῖς ἀνάγκη, δεδήλωκεν ἐν τῷδε·
」また、彼らに共に喪に服す義務が課されていたことについては、以下の詩で明らかにしている。
" δεσπότας οἰμώζοντες, ὁμῶς ἄλοχοί τε καὶ αὐτοί, εὖτέ τινʼ οὐλομένη μοῖρα κίχοι θανάτου. "
「主人たちを、妻たちも彼ら自身も同様に嘆き悲しむ、滅びをもたらす死の運命が誰かを捉えた時には。
§4.14.6τοιούτων οὖν οἱ Μεσσήνιοι κατειληφότων καὶ ἅμα ἐς τὰ μέλλοντα οὐδὲν ἐνορῶντες παρὰ τῶν Λακεδαιμονίων φιλάνθρωπον, πρό τε δὴ τῶν παρόντων τεθνάναι μαχομένους ἢ καὶ τὸ παράπαν ἐκ Πελοποννήσου φεύγοντας οἴχεσθαι νομίζοντες αἱρετώτερα, ἀφίστασθαι πάντως ἐγίνωσκον.
」このような悲惨な状況が彼らを襲い、同時に将来にわたってラケダイモン人から何の温情も期待できないのを見て取り、現在の状況に甘んじるよりは戦って死ぬこと、あるいは完全にペロポネソスから逃れ去ることの方が好ましいと考え、彼らは何としても反乱を起こすことを決意した。
ἐνῆγον δὲ οὐχ ἥκιστα ἐς τοῦτο καὶ οἱ νεώτεροι, πολέμου μὲν ἔτι ἀπείρως ἔχοντες, λαμπροὶ δὲ ὄντες τὰ φρονήματα καὶ ἀποθανεῖν προτιμῶντες ἐν ἐλευθέρᾳ τῇ πατρίδι, εἰ καὶ τὰ ἄλλα εὐδαιμόνως δουλεύειν παρείη.
そして若い者たちが彼らをこれへと特に強く駆り立てた。 彼らはまだ戦争を経験したことがなかったが、その気概は誇り高く、たとえ他に豊かに隷属することが可能であるとしても、自由な祖国において死ぬことを選んだのである。
§4.14.7ἐπετράφη δὲ νεότης καὶ ἀλλαχοῦ τῆς Μεσσηνίας, οἱ δὲ ἄριστοι καὶ ἀριθμὸν πλεῖστοι περὶ τὴν Ἀνδανίαν, ἐν δὲ αὐτοῖς καὶ Ἀριστομένης, ὃς καὶ νῦν ἔτι ὡς ἥρως ἔχει παρὰ Μεσσηνίοις τιμάς.
若い世代はメッセニアの他の場所でも育ったが、最も優秀で数も最も多い者たちはアンダニアの周辺に育ち、その中には、今日でもなおメッセニア人によって英雄として崇められているアリストメネスもいた。
καί οἱ καὶ τὰ τῆς γενέσεως ἐπιφανέστερα ὑπάρξαι νομίζουσι·
また、彼の誕生に関することも、彼らは極めて神秘的な出来事であったと考えている。
Νικοτελείᾳ γὰρ τῇ μητρὶ αὐτοῦ δαίμονα ἢ θεὸν δράκοντι εἰκασμένον συγγενέσθαι λέγουσι.
というのも、彼の母ニコテレイアに、蛇の姿をした精霊または神が交わったと言われているからである。
τοιαῦτα δὲ καὶ Μακεδόνας ἐπὶ Ὀλυμπιάδι καὶ ἐπὶ Ἀριστοδάμᾳ Σικυωνίους οἶδα εἰρηκότας, διάφορα δὲ τοσόνδε ἦν·
同様のことを、マケドニア人がオリュンピアスについて、またシキュオーン人がアリストダマについて語っているのを私は知っているが、以下の点だけが異なっていた。
§4.14.8Μεσσήνιοι γὰρ οὐκ ἐσποιοῦσιν Ἀριστομένην Ἡρακλεῖ παῖδα ἢ Διί, ὥσπερ Ἀλέξανδρον Ἄμμωνι οἱ Μακεδόνες καὶ Ἄρατον Ἀσκληπιῷ Σικυώνιοι·
すなわち、メッセニア人はアリストメネスをヘラクレスやゼウスの息子としては帰属させない。 マケドニア人がアレクサンドロスをアモンに、シキュオーン人がアラトスをアスクレピオスに帰属させたのとは異なって。
Ἀριστομένει δὲ πατέρα Ἑλλήνων μὲν οἱ πολλοὶ Πύρρον φασὶν εἶναι, Μεσσηνίους δὲ οἶδα αὐτὸς ἐπὶ ταῖς σπονδαῖς Ἀριστομένην Νικομήδους καλοῦντας.
ギリシア人の多くは、アリストメネスの父はピュロスであると言うが、私自身は、メッセニア人たちが儀式の際にアリストメネスを「ニコメデスの息子」と呼んでいるのを知っている。
οὗτος μὲν οὖν ἀκμάζων ἡλικίᾳ καὶ τόλμῃ καὶ ἄλλοι τῶν ἐν τέλει παρώξυνον ἐπὶ τὴν ἀπόστασιν·
そこで、年齢も若く気力も全盛期にあった彼と、他の指導者層の者たちが反乱を促した。
ἐπράσσετο δὲ ταῦτα οὐκ εὐθὺς ἐκ τοῦ φανεροῦ, κρύφα δὲ ἐς Ἄργος καὶ παρὰ τοὺς Ἀρκάδας ἀπέστελλον, εἴ σφισιν ἀπροφασίστως καὶ μηδὲν ἐνδεεστέρως ἢ ἐπὶ τοῦ πολέμου τοῦ προτέρου ἀμῦναι θελήσουσιν.
しかし、これらはすぐには公然とは行われず、彼らは秘密裏にアルゴスやアルカディア人のもとへ使者を送り、以前の戦争の時と全く劣らず躊躇なく自分たちを救援してくれる意思があるかどうかを打診した。

語釈・文法注

  1. 4.14.1ὅσοις μὲν ἔτυχον ἐν Σικυῶνι οὖσαι καὶ ἐν Ἄργει προξενίαι — 動詞 ἔτυχον(τυγχάνω の3人称複数過去)と、女性複数主格の現在分詞 οὖσαι、および主語である προξενίαι が結びつき、「〜がたまたま存在した」という構文を形成している。与格の ὅσοις は、そのプロクセニアー(宿主関係)を「持っていた者たち」を指示する(いわゆる所有の与格に類似する機能を持つ)。
  2. 4.14.4οἳ δὲ τῶν γεωργουμένων τροφῶν σφισιν ἀπέφερον ἐς Σπάρτην πάντων τὰ ἡμίσεα — ここでの οἳ δὲ は、関係詞ではなく、前文の Mεσσηνίους(メッセニア人)を指す指示代名詞として機能している。一方、与格の σφισιν(三人称複数再帰代名詞)は、文脈上支配者であるラケダイモン人(スパルタ人)を指しており、「彼らのために(または彼らに)」という意味になる。
  3. 4.14.6τοιούτων οὖν οἱ Μεσσήνιοι κατειληφότων — 分詞 κατειληφότων は自動詞的な完了活性として用いられている。ここでの属格表現は絶対属格(genitive absolute)であるが、主語(例えば「このような状況が」を表す中性複数の τὰ τοιαῦτα 等)が省略されている。あるいは、「状況が(彼らを)襲った」という客観的な事態を記述するための無主語の絶対属格として理解される。
  4. 4.14.7καί οἱ καὶ τὰ τῆς γενέσεως ἐπιφανέστερα ὑπάρξαι νομίζουσι — 間接目的語の οἱ(3人称単数与格、ここではアリストメネスを指す)が νομίζουσι(彼らは信じている)および不定詞 ὑπάρξαι(存在する、与えられる)と結びついている。「彼の誕生に関することもまた、彼(アリストメネス)にとってより神秘的に存在した(備わっていた)と彼らは考えている」という対格・与格を交えた不定詞構文の一部。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §4.14.1-4.14.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.14.1-4.14.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。