§4.13.1τὰ δὲ ἐντεῦθεν—ἔρρεπε γὰρ ἤδη τὸ χρεὼν ἐς ἅλωσιν τῶν Μεσσηνίων—προεσήμαινεν αὐτοῖς τὰ μέλλοντα ὁ θεός.
その後は――というのも、運命はすでにメッセニア人の陥落へと傾いていたからであるが――神が彼らに未来の出来事を前もって示した。
τό τε γὰρ τῆς Ἀρτέμιδος ἄγαλμα, ὂν χαλκοῦν καὶ αὐτὸ καὶ τὰ ὅπλα, παρῆκε τὴν ἀσπίδα· καὶ Ἀριστοδήμου τῷ Διὶ τῷ Ἰθωμάτᾳ θύειν μέλλοντος τὰ ἱερεῖα, οἱ κριοὶ ἐπὶ τὸν βωμὸν αὐτόματοι καὶ βίᾳ τὰ κέρατα ἐνράξαντες ἀποθνήσκουσιν ὑπὸ τῆς πληγῆς.
というのも、アルテミスの像は、それ自体もその武器も青銅製であったが、その盾を落とし、また、アリストデモスがイトマタスのゼウスに犠牲獣を捧げようとした時、雄羊たちが自ら祭壇に向かい、激しく角をぶつけてその衝撃で死んだからである。
τρίτον δὲ ἄλλο συνέβη σφίσιν·
第三の別の出来事が彼らに起こった。
οἱ κύνες συνιόντες ἐς τὸ αὐτὸ ἀνὰ πᾶσαν νύκτα ὠρύοντο, τέλος δὲ καὶ ἀπεχώρησαν ἀθρόοι πρὸς τὸ τῶν Λακεδαιμονίων στρατόπεδον.
犬たちが毎夜同じ場所に集まって吠え立て、最後には群れをなしてラケダイモン人の陣営へと去って行った。
§4.13.2ταῦτά τε δὴ τὸν Ἀριστόδημον ἐτάρασσε καὶ ὀνείρατος ὄψις ἐπιγενομένη τοιάδε.
これらのことがアリストデモスをかき乱し、さらに次のような夢の光景が彼に訪れた。
ἔδοξεν ἐξιέναι οἱ μέλλοντι ἐς μάχην καὶ ὡπλισμένῳ τῶν ἱερείων τὰ σπλάγχνα ἐπὶ τραπέζῃ προκεῖσθαι, τὴν δέ οἱ θυγατέρα ἐπιφανῆναι μέλαιναν ἐσθῆτα ἔχουσαν καὶ φαίνουσαν τό τε στέρνον καὶ τὴν γαστέρα ἀνατετμημένα, ἀναφανεῖσαν δὲ ἀπορρῖψαι μὲν τὰ ἀπὸ τῆς τραπέζης, ἀφελέσθαι δὲ αὐτοῦ τὰ ὅπλα, ἀντὶ τούτων δὲ στέφανον ἐπιθεῖναι χρυσοῦν καὶ ἱμάτιον ἐπιβαλεῖν λευκόν.
彼が武装して戦闘に出かけようとしている時に、犠牲獣の内臓がテーブルの上に置かれているように見え、彼の娘が黒い衣を身にまとい、胸と腹を切り裂かれた状態で見せながら現れ、現れるや、テーブルの上のものを投げ捨て、彼の武具を奪い去り、代わりに金色の冠を彼の頭に載せ、白い外套を羽織らせたように思われた。
§4.13.3ἔχοντος δὲ Ἀριστοδήμου τά τε ἄλλα ἀθύμως καὶ τὸν ὄνειρον ἡγουμένου προλέγειν οἱ τοῦ βίου τελευτήν, ὅτι οἱ Μεσσήνιοι τῶν ἐπιφανῶν τὰς ἐκφορὰς ἐποιοῦντο ἐστεφανωμένων καὶ ἱμάτια ἐπιβεβλημένων λευκά, ἀπαγγέλλει τις Ὀφιονέα τὸν μάντιν οὐχ ὁρᾶν ἔτι ἀλλʼ ἐξαίφνης γενέσθαι τυφλόν, ὥσπερ γε καὶ ἦν τὸ ἐξ ἀρχῆς.
アリストデモスが他のことでも落胆しており、この夢が自らの命の終わりを予言していると考えていたが――というのも、メッセニア人は高名な人々の葬儀を、冠を戴かせ白い外套を着せて執り行っていたからである――ある者が、預言者オピオネウスがもはや見えなくなり、最初と同じように突然盲目になったと報告した。
συνιᾶσι δὴ καὶ τοῦ χρησμοῦ τότε, ὡς τοὺς ἀναδύντας δύο ἐκ τοῦ λόχου καὶ ἐς τὸ χρεὼν αὖθις ἐλθόντας τοῦ Ὀφιονέως τοὺς ὀφθαλμοὺς εἶπεν ἡ Πυθία.
この時、彼らは神託をも理解した。 すなわち、ピューティアーが「伏兵から姿を現し、再び運命に帰した二つのもの」と言ったのは、オピオネウスの両目のことであったのだと。
§4.13.4ἐνταῦθα Ἀριστόδημος τά τε οἰκεῖα ἀναλογιζόμενος, ὡς οὐδὲν ὠφέλιμον γένοιτο φονεὺς θυγατρός, καὶ τῇ πατρίδι οὐχ ὁρῶν ἔτι ὑποῦσαν σωτηρίας ἐλπίδα, ἐπικατέσφαξεν ἑαυτὸν τῆς παιδὸς τῷ τάφῳ, τὰ μὲν ἐς ἀνθρώπου λογισμὸν ἥκοντα Μεσσηνίους σώσας, τῆς τύχης δὲ ἐς τὸ μηδὲν ἀγαγούσης τά τε ἔργα αὐτοῦ καὶ τὰ βουλεύματα.
そこでアリストデモスは、自らの家庭の出来事を振り返り、娘の殺害者となったことが何の役にも立たなかったこと、そして祖国に救済の希望がもはや残されていないことを見て取り、娘の墓の上で自らを屠って死んだ。 人間の思慮の及ぶ限りではメッセニア人を救ったものの、運命が彼の行いと計画を無に帰してしまったのである。
ἀπέθανε δὲ βασιλεύσας ἔτη τε ἓξ καὶ ἐκ τοῦ ἑβδόμου μῆνας ἐπιλαβὼν οὐ πολλούς.
彼は6年と、7年目の数ヶ月を支配したのちに死亡した。
§4.13.5τοῖς δὲ Μεσσηνίοις ἀπεγνωκέναι τὰ πράγματα παρίστατο, ὥστε καὶ ὥρμησαν ἱκεσίαν ἐς τοὺς Λακεδαιμονίους ἀποστέλλειν·
メッセニア人たちには自暴自棄になる思いが生じ、ラケダイモン人たちへ懇願の使節を送ろうとさえした。
οὕτω σφόδρα κατέπληξεν αὐτοὺς ἡ τοῦ Ἀριστοδήμου τελευτή.
アリストデモスの死は、それほどまでに彼らを落胆させたのである。
καὶ τοῦτο μὲν ὁ θυμὸς ἐπέσχεν αὐτοὺς μὴ ποιῆσαι·
しかし、彼らの気概がこれを実行することを思いとどまらせた。
συλλεγέντες δὲ ἐς ἐκκλησίαν βασιλέα μὲν οὐδένα, Δᾶμιν δὲ στρατηγὸν αὐτοκράτορα εἵλοντο.
そして彼らは民会に集まり、王は誰も選ばず、ダーミスを全権将軍に選出した。
ὁ δὲ Κλέοννίν τε αὑτῷ καὶ Φυλέα ἑλόμενος συνάρχοντας παρεσκευάζετο ὡς καὶ ἐκ τῶν παρόντων συνάψων μάχην·
彼はクレオンニスとピュレウスを自らの同僚として選び、現在の状況下でも戦いを交えようと準備した。
ἐπηνάγκαζε γὰρ ἥ τε πολιορκία καὶ οὐχ ἥκιστα ὁ λιμὸς καὶ ἀπʼ αὐτοῦ δέος, μὴ καὶ προδιαφθαρῶσιν ὑπὸ ἐνδείας.
というのも、包囲戦、そして何よりも飢饉と、それに伴う欠乏によって全滅してしまうのではないかという恐怖が、彼らにそれを強いたからである。
§4.13.6ἀρετῇ μὲν δὴ καὶ τολμήμασιν οὐδὲ τότε ἀπεδέησε τὰ τῶν Μεσσηνίων·
勇気と大胆な試みにおいて、メッセニア人の側は当時においても少しも劣ってはいなかった。
ἀπέθανον δὲ οἵ τε στρατηγοί σφισιν ἅπαντες καὶ τῶν ἄλλων οἱ λόγου μάλιστα ἄξιοι.
しかし、彼らの将軍たち全員と、他の者たちの中でも特に価値ある人々が戦死した。
τὸ δὲ ἀπὸ τούτου μῆνας μέν που πέντε μάλιστα ἀντέσχον, περὶ δὲ τὸν ἐνιαυτὸν λήγοντα ἐξέλιπον τὴν Ἰθώμην, πολεμήσαντες ἔτη τὰ πάντα εἴκοσι, καθὰ καὶ Τυρταίῳ πεποιημένα ἐστίν·
この後、彼らはせいぜい5ヶ月ほど持ちこたえたが、その年の終わり頃にイトメ山を去った。 計20年間にわたって戦争を戦い抜いたが、それはティルタイオスが次のように詩に詠んでいる通りである。
"
εἰκοστῷ δʼ οἱ μὲν κατὰ πίονα ἔργα λιπόντες
φεῦγον Ἰθωμαίων ἐκ μεγάλων ὀρέων.
"二十年目に、彼らは肥沃な耕作地を残して、イトメの巨大な山々から逃れ去った。
" §4.13.7ὁ δὲ πόλεμος ἔλαβεν οὗτος τέλος ἔτει πρώτῳ τῆς τετάρτης καὶ δεκάτης Ὀλυμπιάδος, ἣν Δάσμων Κορίνθιος ἐνίκα στάδιον, Ἀθήνῃσι Μεδοντιδῶν τὴν ἀρχὴν ἔτι ἐχόντων τὴν δεκέτιν καὶ ἔτους Ἱππομένει τετάρτου τῆς ἀρχῆς ἠνυσμένου.
"この戦争は、コリントスのダスモンがスタディオンで優勝した第14回オリンピア期の最初の年に終結した。 アテナイではメドンティダイがまだ10年期の支配権を握っており、ヒッポメネスの支配の第4年が完了した時であった。