§4.12.1Λακεδαιμονίους δὲ ἐλύπει μὲν καὶ τὸ γεγονὸς πταῖσμα, τεθνεώτων ἐν τῇ μάχῃ πολλῶν τε καὶ ἀξίων λόγου, παρίστατο δὲ καὶ ἐς τὴν πᾶσαν ἐλπίδα τοῦ πολέμου σφίσιν ἀθύμως ἔχειν·
ラケダイモン人たちは、戦闘で多くの、それも有能な者たちが戦死したという、起こってしまった敗北に苦しんでおり、彼らには戦争の全体の展望に対しても落胆が生じていた。
καὶ διὰ τοῦτο θεωροὺς ἀποστέλλουσιν ἐς Δελφούς.
そのため、彼らはデルポイに使節を派遣した。
τούτοις ἐλθοῦσιν ἡ Πυθία χρᾷ τάδε·
彼らが到着すると、ピューティアーは次のように告げた。
"
οὔ σε μάχης μόνον ἔργʼ ἐφέπειν χερὶ Φοῖβος ἄνωγεν,
ἀλλʼ ἀπάτῃ μὲν ἔχει γαῖαν Μεσσηνίδα λαός,
ταῖς δʼ αὐταῖς τέχναισιν ἁλώσεται αἷσπερ ὑπῆρξεν.
"ポイボスは汝に、手でもって戦いの業のみを遂行せよと命じているのではない。 むしろ策略によって人々はメッセニアの地を領有しているのであり、それは始まったときと同じ策略によって攻略されるであろう。
" §4.12.2πρὸς ταῦτα τοῖς βασιλεῦσι καὶ τοῖς ἐφόροις τέχνας μὲν προθυμουμένοις οὐκ ἐγίνετο ἀνευρεῖν·
"これに対して、王たちやエポロス(監督官)たちは策略を考案しようと熱心であったが、見つけ出すことができなかった。
οἱ δὲ Ὀδυσσέως τῶν ἔργων ἀπομιμούμενοι τὸ ἐπὶ Ἰλίῳ πέμπουσιν ἄνδρας ἑκατὸν ἐς Ἰθώμην συνήσοντας ἃ μηχανῶνται, λόγῳ δὲ αὐτομόλους·
しかし、彼らはイリオンでのオデュッセウスの行いを真似て、何を企てているかを探るために、名目上は亡命者として百人の男たちをイトメ山へと送り込んだ。
ἦν δὲ καὶ φυγὴ τῶν ἀνδρῶν ἐκ τοῦ φανεροῦ κατεγνωσμένη.
しかし、この男たちの亡命は公に有罪宣告されたものであった。
τούτους ἥκοντας ἀπέπεμπεν αὐτίκα Ἀριστόδημος, Λακεδαιμονίων φήσας τὰ ἀδικήματα καινὰ εἶναι, τὰ δὲ σοφίσματα ἀρχαῖα.
到着した彼らを、アリストデモスは即座に送り返し、ラケダイモン人の悪行は目新しいものだが、その企みは古くさいものであると言い放った。
§4.12.3ἁμαρτόντες δὲ οἱ Λακεδαιμόνιοι τοῦ ἐγχειρήματος δεύτερα ἐπειρῶντο τῶν Μεσσηνίων διαλῦσαι τὸ συμμαχικόν·
ラケダイモン人たちはこの試みに失敗すると、第二の策として、メッセニア人の同盟関係を離間させようとした。
ἀντειπόντων δὲ τῶν Ἀρκάδων —παρὰ γὰρ τούτους πρότερον ἀφίκοντο οἱ πρέσβεις —οὕτω τὴν ἐπʼ Ἄργος ἐπέσχον πορείαν.
しかし、アルカディア人たちが反対したため――というのも、使節たちはまず彼らのもとを訪れたからである――彼らはこのようにしてアルゴスへの行軍を思いとどまった。
Ἀριστόδημος δὲ πυνθανόμενος τὰ πρασσόμενα ὑπὸ τῶν Λακεδαιμονίων πέμπει καὶ αὐτὸς ἐρησομένους τὸν θεόν, ἡ δὲ Πυθία σφίσιν ἔχρησε·
アリストデモスはラケダイモン人たちの画策していることを知ると、彼自身も神に尋ねるために使節を送った。 するとピューティアーは彼らに次のように告げた。
§4.12.4"
κῦδός σοι πολέμοιο διδοῖ θεός·
"神は汝に戦争の栄光を授ける。
ἀλλʼ ἀπάταισι
φράζεο μὴ Σπάρτης δόλιος λόχος ἐχθρὸς ἀνέλθῃ
κρείσσων·
しかし策略によって、スパルタの欺瞞に満ちた敵の伏兵が、より優勢となって現れることのないよう警戒せよ。
ἦ γὰρ Ἄρης κείνων εὐήρεα τεύχη
καί τὸ χορῶν στεφάνωμα πικροὺς οἰκήτορας ἕξει,
τῶν δύο συντυχίαις κρυπτὸν λόχον ἐξαναδύντων.
まことにアレースは彼らの心地よい武具と、舞踊の王冠を、辛酸をなめる居住者たちとして所有することになるだろう。 その時、二つの出来事によって、隠された伏兵が姿を現す。
οὐ πρόσθεν δὲ τέλος τόδʼ ἐπόψεται ἱερὸν ἦμαρ,
πρὶν τὰ παραλλάξαντα φύσιν τὸ χρεὼν ἀφίκηται.
だが、この神聖な日はその終わりを見届けることはないだろう、自然の性質を異にしたものたちがその運命に達するまでは。
"
τότε μὲν δὴ Ἀριστόδημος καὶ οἱ μάντεις ἀπείρως εἶχον συμβαλέσθαι τὸ εἰρημένον·
"その時、アリストデモスと占い師たちは告げられたことを解釈する術を持たなかった。
ἔτεσι δὲ ὕστερον οὐ πολλοῖς ἀναφαίνειν τε καὶ ἐς τέλος ἄξειν ἔμελλεν ὁ θεός.
しかし、それから数年を経ずして、神はそれを明らかにし、実現に導くことになるのであった。
§4.12.5ἕτερα δὲ ἐν τῷ τότε τοῖς Μεσσηνίοις συνέβαινε τοιαῦτα.
その当時、メッセニア人には他にも次のようなことが起きていた。
Λυκίσκου μετοικοῦντος ἐν Σπάρτῃ τὴν θυγατέρα ἐπέλαβεν ἀποθανεῖν, ἣν ἅμα ἀγόμενος ἔφυγεν ἐκ Μεσσήνης.
リュキスコスがスパルタに居留していた際、彼がメッセネから逃れるときに一緒に連れて行った娘が急死した。
πολλάκις δὲ αὐτὸν φοιτῶντα ἐπὶ τὸ μνῆμα τῆς παιδὸς λοχήσαντες ἱππεῖς τῶν Ἀρκάδων αἱροῦσιν·
彼が娘の墓にしばしば通っていたところを、アルカディア人の騎兵たちが待ち伏せして捕らえた。
ἀναχθεὶς δὲ ἐς τὴν Ἰθώμην καὶ ἐς ἐκκλησίαν καταστὰς ἀπελογεῖτο ὡς οὐ προδιδοὺς τὴν πατρίδα ἀποχωρήσαι, πειθόμενος δὲ τοῖς ῥηθεῖσιν ὑπὸ τοῦ μάντεως ἐς τὴν παῖδα ὡς οὖσαν οὐ γνησίαν.
彼はイトメ山に連行され、民会に引き出されて、祖国を裏切って退去したのではなく、娘が実子ではないという占い師の言葉を信じたがために身を引いたのだと弁明した。
§4.12.6ταῦτα ἀπολογούμενος οὐ πρότερον ἔδοξεν ἀληθῆ λέγειν πρὶν ἢ παρῆλθεν ἐς τὸ θέατρον ἡ τὴν ἱερωσύνην τότε τῆς Ἥρας ἔχουσα.
この弁明を行っている間、当時のヘーラーの女祭司が劇場に現れるまでは、彼が真実を語っているとは信じられなかった。
αὕτη δὲ τεκεῖν τε τὴν παῖδα ὡμολόγει καὶ τῇ Λυκίσκου γυναικὶ ὑποβαλέσθαι δοῦναι·
彼女は、自分がその娘を産み、リュキスコスの妻に養子として渡したことを認めた。
“νῦν δὲ” ἔφη “τό τε ἀπόρρητον ἐκφαίνουσα ἥκω καὶ παύσουσα ἐμαυτὴν ἱερωμένην.
「そして今、」と彼女は言った、「私はこの秘密を明らかにし、自ら祭司職を辞めるために来ました。
” ταῦτα δὲ ἔλεγεν, ὅτι ἦν ἐν τῇ Μεσσήνῃ καθεστηκός, ἢν γυναικὸς ἱερωμένης ἢ καὶ ἀνδρὸς προαποθάνῃ τις τῶν παίδων, ἐς ἄλλον τὴν ἱερωσύνην μεταχωρεῖν.
」彼女がこのように言ったのは、メッセネでは、祭司職にある女性あるいは男性の子供が親より先に死んだ場合、祭司職は他の者に移るという制度があったからである。
νομίζοντες οὖν τὴν γυναῖκα ἀληθῆ λέγειν, τῇ θεῷ τε εἵλοντο ἱερατευσομένην ἀντʼ ἐκείνης καὶ Λυκίσκον συγγνωστὰ ἔφασαν εἰργάσθαι.
そこで人々は、この女性が真実を語っていると判断し、彼女の代わりに女神に仕える別の女祭司を選び、リュキスコスのしたことは許されるべきことであると宣言した。
§4.12.7μετὰ δὲ ταῦτα ἐδόκει σφίσι—καὶ γὰρ εἰκοστὸν ἔτος ἐπῄει τῷ πολέμῳ—πέμπειν αὖθις ἐς Δελφοὺς ἐρησομένους ὑπὲρ νίκης.
この後、彼らは――戦争が二十年目を迎えていたので――勝利について尋ねるために、再びデルポイに送ることに決めた。
ἐρομένοις δὲ ἔχρησεν ἡ Πυθία·
彼らが尋ねると、ピューティアーは次のように告げた。
"
τοῖς τρίποδας περὶ βωμὸν Ἰθωμάτᾳ Διὶ πρώτοις
στήσασιν δεκάδων ἀριθμὸν δὶς πέντε δίδωσι
σὺν κύδει πολέμου γαῖαν Μεσσηνίδα δαίμων.
"イトマタスのゼウスの祭壇の周りに、最初に三脚釜を十の二倍、すなわち二十個据えた者に、神は戦争の栄光とともにメッセニアの地を与える。
Ζεὺς γὰρ ἔνευσʼ οὕτως.
ゼウスがそのようにうなずかれたからである。
ἀπάτη δέ σε πρόσθε τίθησιν
ἥ τʼ ὀπίσω τίσις ἐστί, καὶ ἔνθεον ἐξαπατῴης.
だが、策略が汝を前に置き、後ろには報復がある。 汝は神を宿した者さえも欺くかもしれない。
ἕρδʼ ὅππῃ τὸ χρεών·
運命が求めるように行え。
ἄτη δʼ ἄλλοισι πρὸ ἄλλων. "
災いは人によって異なり、先にある。
§4.12.8ταῦτʼ ἀκούσαντες γεγονέναι τε ἡγοῦντο ὑπὲρ αὑτῶν τὴν μαντείαν καὶ σφίσι διδόναι τὸ τοῦ πολέμου κράτος·
"これを聞くと、彼らはこの神託が自分たちに有利なものであり、自分たちに戦争の勝利をもたらすものであると考えた。
οὐ γὰρ αὐτῶν γε ἐχόντων ἐντὸς τείχους τοῦ Ἰθωμάτα τὸ ἱερὸν Λακεδαιμονίους προτέρους ἀναθέντας φθήσεσθαι.
というのも、イトマタスの神殿が自分たちの城壁の内側にあるのだから、ラケダイモン人たちが先んじて三脚釜を奉納することなどあり得ないと考えたからである。
καὶ οἱ μὲν ξυλίνους κατασκευάσεσθαι τρίποδας ἔμελλον, οὐ γάρ σφισι περιῆν χρήματα ὡς χαλκοῦς ποιήσασθαι·
そこで彼らは木製の三脚釜を製作することにした。 青銅製のものを造るだけの十分な資金が残っていなかったからである。
τῶν δέ τις Δελφῶν τὸν χρησμὸν ἐξήγγειλεν ἐς Σπάρτην.
一方、デルポイの者の一人が、この神託をスパルタに伝えた。
πυθομένοις δὲ ἐν κοινῷ μὲν οὐδέν σφισιν ἐξεγένετο ἀνευρεῖν σοφόν, Οἴβαλος δὲ §4.12.9τὰ μὲν ἄλλα οὐ τῶν ἐπιφανῶν, γνώμην δὲ ὡς ἐδήλωσεν ἀγαθός, ποιησάμενος ὡς ἔτυχε πηλοῦ τρίποδας ἑκατόν, τούτους τε ἀποκεκρυμμένους ἐν πήρᾳ καὶ δίκτυα ἅμα αὐτοῖς ἔφερεν ὡς ἀνὴρ θηρευτής.
それを知ったラケダイモン人たちは、公式には何の妙案も思い浮かばなかったが、オイバロスという男が、彼は他の点では著名な人物ではなかったが、優れた知恵を示し、粘土で即座に百個の三脚釜を作り、これらを袋の中に隠し、漁師を装って網と一緒に持ち運んだ。
ἅτε δὲ ὢν ἀγνὼς καὶ Λακεδαιμονίων τοῖς πολλοῖς, ῥᾷον Μεσσηνίους ἐλάνθανεν·
彼はスパルタ人の多くにとっても無名であったため、メッセニア人の目をより容易に欺くことができた。
ἀναμίξας δὲ αὑτὸν ἀνδράσιν ἀγροίκοις ἐσῆλθέ τε μετʼ αὐτῶν ἐς τὴν Ἰθώμην καὶ ὡς νὺξ τάχιστα ἐπελάμβανεν ἀναθεὶς τοὺς τρίποδας τῷ θεῷ τούτους δὴ τοὺς πηλίνους αὖθις ἐς Σπάρτην ἀπαγγελῶν Λακεδαιμονίοις ᾤχετο.
彼は農民たちの中に紛れ込み、彼らと一緒にイトメ山に入り、夜が訪れるやいなや、これらの粘土の三脚釜を神に奉納し、すぐにラケダイモン人たちに報告するためにスパルタへと去って行った。
§4.12.10Μεσσηνίους δέ, ὡς εἶδον, ἐτάραξε μὲν μεγάλως, καὶ εἴκαζον—ὥσπερ ἦν—παρὰ Λακεδαιμονίων εἶναι· παρεμυθεῖτο δὲ ὅμως αὐτοὺς ὁ Ἀριστόδημος λέγων ἄλλα τε ἃ ἐν τοῖς παροῦσιν εἰκὸς ἦν καὶ τοὺς ξυλίνους τρίποδας—ἐπεποίηντο γὰρ ἤδη —περὶ τοῦ Ἰθωμάτα τὸν βωμὸν ἔστησε.
メッセニア人たちはこれを見ると、大いに狼狽し、それが(実際その通りであったのだが)ラケダイモン人によるものだと推測した。
συνέβη δὲ καὶ Ὀφιονέα τὸν μάντιν τοῦτον, τὸν ἐκ γενετῆς τυφλόν, ἀναβλέψαι παραλόγως δὴ μάλιστα ἀνθρώπων·
しかし、アリストデモスは、その状況下で当然言うべき他の言葉で彼らを慰め、すでに完成していた木製の三脚釜をイトマタスの祭壇の周りに据えた。 この時、生まれつき盲目であった預言者オピオネウスが、人間の歴史において最もあり得ない方法で、奇跡的に視力を回復した。
ἐπέλαβε γὰρ τῆς κεφαλῆς ἄλγημα αὐτὸν ἰσχυρόν, καὶ ἀνέβλεψεν ἀπʼ αὐτοῦ.
彼には頭部に激しい痛みが生じ、その結果として視力を取り戻したのである。