Humanitext Reader

パウサニアス · ギリシア案内記 §3.5.1-3.5.9

パウサニアス王の亡命とアゲシポリスの遠征

107 / 465 箇所 · ギリシア語

要旨

パウサニアス王のアッティカ撤退とそれに続く裁判、テゲアのアテナ・アレア神殿への亡命、そして彼の後を継いだ息子アゲシポリスのアルゴリスおよびオリュントス遠征と客死を語る。

§3.5.1Πλείσταρχος μὲν οὖν ὁ Λεωνίδου νεωστὶ τὴν βασιλείαν παρειληφὼς ἐτελεύτησε, Πλειστοάναξ δὲ ἔσχε τὴν ἀρχὴν ὁ Παυσανίου τοῦ Πλαταιᾶσιν ἡγησαμένου·
したがって、レオニダスの息子プレイスタルコスは、王位を継承して間もなく亡くなり、プラタイアイで指揮を執ったパウサニアスの子プレイストアナクスが王権を得た。
Πλειστοάνακτος δὲ ἐγένετο Παυσανίας.
プレイストアナクスの子がパウサニアスであった。
οὗτος ἐς τὴν Ἀττικὴν ἀφίκετο ὁ Παυσανίας Θρασυβούλῳ καὶ Ἀθηναίοις πολέμιος τῷ λόγῳ, τοῖς δὲ ἄρχειν ἐπιτραπεῖσιν ὑπὸ Λυσάνδρου καταστησόμενος τὴν τυραννίδα ἐν βεβαίῳ.
このパウサニアスは、言葉の上ではトラシュブロスとアテナイ人たちの敵としてアッティカに到着したが、リュサンドロスによって支配を委ねられた者たちのために僭主政治を確固たるものにしようとしていた。
καὶ μάχῃ μὲν ἐνίκησεν Ἀθηναίων τοὺς ἔχοντας τὸν Πειραιᾶ, μετὰ δὲ τὴν μάχην αὐτίκα οἱ τὸν στρατὸν ἀπάγειν οἴκαδε ἤρεσε μηδὲ ἀνοσίων ἀνδρῶν τυραννίδα αὔξοντα ἐπισπάσασθαι τῇ Σπάρτῃ τὸ αἴσχιστον τῶν ὀνειδῶν.
そして彼は、ペイライエウスを占拠していたアテナイ人たちに戦闘で勝利したが、戦闘の直後、不敬な男たちの僭主政治を増長させてスパルタに最も恥ずべき不名誉をもたらすことを避けるために、軍勢を故郷へ引き揚げることが彼には良いと思われた。
§3.5.2ὡς δὲ ἐπανῆλθεν ἐξ Ἀθηνῶν μαχεσάμενος ἄπρακτον μάχην, ὑπάγουσιν αὐτὸν ἐς κρίσιν οἱ ἐχθροί.
彼がアテナイから、決着のつかない戦闘を終えて戻ると、彼の敵たちが彼を裁判にかけた。
βασιλεῖ δὲ τῷ Λακεδαιμονίων δικαστήριον ἐκάθιζον οἵ τε ὀνομαζόμενοι γέροντες, ὀκτὼ καὶ εἴκοσιν ὄντες ἀριθμόν, καὶ ἡ τῶν ἐφόρων ἀρχή, σὺν δὲ αὐτοῖς καὶ ὁ τῆς οἰκίας βασιλεὺς τῆς ἑτέρας.
ラケダイモン人の王に対しては、長老と呼ばれる、数にして二十八人の者たちと、エポロスの官職にある者たち、そして彼らとともに他方の家系の王が裁判所を構成した。
τέσσαρες μὲν δὴ καὶ δέκα τῶν γερόντων, ἐπὶ δὲ αὐτοῖς Ἆγις ὁ τῆς ἑτέρας οἰκίας βασιλεύς, ἀδικεῖν τὸν Παυσανίαν κατέγνωσαν·
長老たちのうち十四人と、彼らに加えて他方の家系の王アギスが、パウサニアスを有罪と判定した。
§3.5.3τὸ δὲ ἄλλο ἀπέγνω δικαστήριον.
裁判所の残りの部分は無罪と判定した。
μετὰ δὲ οὐ πολὺν χρόνον Λακεδαιμονίων συλλεγόντων ἐπὶ Θήβας στρατιάν—αἰτία δὲ ἥτις ἐγένετο προσέσται τῷ ἐς Ἀγησίλαον λόγῳ—, τότε δὲ Λύσανδρος μὲν ἐς τὴν Φωκίδα ἀφικόμενος καὶ ἀναλαβὼν πανδημεὶ τοὺς Φωκέας οὐδένα ἔτι ἐπισχὼν χρόνον ἔς τε Βοιωτίαν ἐληλύθει καὶ προσβολὰς ἐποιεῖτο ἐς τὸ Ἁλιαρτίων τεῖχος οὐκ ἐθελόντων ἀπὸ Θηβαίων ἀφίστασθαι.
それから間もなく、ラケダイモン人たちがテーバイに対する軍勢を集めていたとき――その原因が何であったかは、アゲシラオスに関する記述に付け加えられるであろう――、そのとき、リュサンドロスはフォキスに到着し、フォキス人たちを総動員して引き連れ、もはや少しの時も置かずにボイオティアへと入り、テーバイから離反しようとしなかったハリアルトスの城壁へと攻撃を仕掛けた。
ἐσεληλύθεσαν δὲ ἤδη καὶ Θηβαίων καὶ Ἀθηναίων τινὲς κρύφα ἐς τὴν πόλιν, ὧν ἐπεξελθόντων καὶ πρὸ τοῦ τείχους ταξαμένων ἄλλοι τε ἐνταῦθα Λακεδαιμονίων καὶ Λύσανδρος ἔπεσε.
しかし、テーバイ人とアテナイ人の一部がすでに密かに市に入り込んでおり、彼らが出撃して城壁の前に陣を敷くと、そこでラケダイモン人の他の者たちとともにリュサンドロスも戦死した。
§3.5.4Παυσανίας δὲ ὑστέρησε μὲν τοῦ ἀγῶνος παρὰ Τεγεατῶν καὶ ἐξ Ἀρκαδίας τῆς ἄλλης ἀθροίζων δύναμιν·
一方、パウサニアスはテゲア人や他のアルカディア全域から軍勢を集めていたため、その戦闘に遅れてしまった。
ὡς δὲ ἐς τὴν Βοιωτίαν ἀφίκετο, ἐπυνθάνετό τήν τε ἧτταν τῶν ὁμοῦ Λυσάνδρῳ καὶ αὐτοῦ Λυσάνδρου τὴν τελευτήν, ἐπῆγε δὲ ὅμως ἐπὶ τὰς Θήβας τὸν στρατὸν καὶ διενοεῖτο ὡς μάχης ἄρξων.
しかし、ボイオティアに到着すると、リュサンドロスとともにいた者たちの敗北と、リュサンドロス自身の死を知ったが、それでも軍勢をテーバイへと進め、戦闘を始めるつもりでいた。
ἐνταῦθα οἵ τε Θηβαῖοι ἐναντία ἐτάσσοντο καὶ Θρασύβουλος ἀπέχειν οὐ πολὺ ἀπηγγέλλετο ἄγων τοὺς Ἀθηναίους·
そこでテーバイ人たちは対峙して陣を敷き、トラシュブロスがアテナイ人たちを率いてそれほど遠くないところにいると報告された。
ἀνέμενε δὲ ἄρξαι Λακεδαιμονίους μάχης, ἄρξασι δὲ αὐτὸς ἤδη κατὰ νώτου σφίσιν ἔμελλεν ἐπικείσεσθαι.
彼はラケダイモン人が戦闘を始めるのを待っており、彼らが始めたら、背後から彼らに襲いかかるつもりであった。
§3.5.5ἔδεισεν οὖν ὁ Παυσανίας διπλοῦ στρατιωτικοῦ πολεμίων ἀνδρῶν μεταξὺ ἀποληφθῆναι, καὶ οὕτω σπονδάς τε πρὸς τοὺς Θηβαίους ἐποιήσατο καὶ τοὺς ὑπὸ τῷ Ἁλιαρτίων τείχει πεσόντας ἀνείλετο.
それゆえ、パウサニアスは敵兵の二重の軍勢の間に挟まれることを恐れ、このようにしてテーバイ人たちと休戦協定を結び、ハリアルトスの城壁の下で倒れた者たちを回収した。
τοῦτο Λακεδαιμονίοις μὲν ἐγένετο οὐ κατὰ γνώμην, ἐγὼ δὲ ἐπαινῶ τῶνδε ἕνεκα τὸ βούλευμα·
これはラケダイモン人たちにとっては意に沿わないことであったが、私は次の理由からこの決定を称賛する。
ἅτε γὰρ εὖ εἰδὼς ὁ Παυσανίας ὡς τὰ σφάλματα ἀεὶ Λακεδαιμονίοις γίνονται ἐν μέσῳ πολεμίων ἀποληφθεῖσι, τό τε ἐν Θερμοπύλαις καὶ ἐν τῇ Σφακτηρίᾳ νήσῳ δεῖμα ἐποιήσατο μή σφισι καὶ αὐτὸς τρίτου γένηται κακοῦ πρόφασις.
すなわち、パウサニアスは、ラケダイモン人たちにとって失敗は常に敵の間に挟まれたときに起こることをよく知っていたので、テルモピュライやスファクテリア島での惨事に対する恐れから、自分自身が彼らにとって第三の災厄の引き金とならないようにしたのである。
§3.5.6τότε δὲ ἐν αἰτίᾳ ποιουμένων τῶν πολιτῶν τὴν βραδυτῆτα αὐτοῦ τὴν ἐς Βοιωτίαν οὐχ ὑπέμεινεν ἐσελθεῖν ἐς δικαστήριον, Τεγεᾶται δὲ αὐτὸν τῆς Ἀθηνᾶς ἱκέτην ἐδέξαντο τῆς Ἀλέας.
しかしそのとき、市民たちが彼のボイオティアへの遅参を非難したため、彼は裁判所に入るのを持ちこたえられず、テゲア人たちがアテナ・アレアの嘆願者として彼を受け入れた。
ἦν δὲ ἄρα τὸ ἱερὸν τοῦτο ἐκ παλαιοῦ Πελοποννησίοις πᾶσιν αἰδέσιμον καὶ τοῖς αὐτόθι ἱκετεύουσιν ἀσφάλειαν μάλιστα παρείχετο·
実にこの神殿は、古くからすべてのペロポネソス人にとって崇敬されるものであり、そこで嘆願する者たちに最も確かな安全を提供していた。
ἐδήλωσαν δὲ οἵ τε Λακεδαιμόνιοι τὸν Παυσανίαν καὶ ἔτι πρότερον τούτου Λεωτυχίδην καὶ Ἀργεῖοι Χρυσίδα, καθεζομένους ἐνταῦθα ἱκέτας, οὐδὲ ἀρχὴν ἐξαιτῆσαι θελήσαντες.
ラケダイモン人たちはパウサニアスについて、またそれよりも以前のレオテュキデスについて、アルゴス人たちはクリュセイスについて、彼らがそこに嘆願者として座していたが、引き渡しを要求することさえ全く望まなかったことで、そのことを示した。
§3.5.7Παυσανίου δὲ φυγόντος οἱ μὲν παῖδες Ἀγησίπολις καὶ Κλεόμβροτος νέοι παντάπασιν ἔτι ἦσαν, Ἀριστόδημος δὲ ἐπετρόπευεν αὐτοὺς γένους ἐγγύτατα ὤν·
パウサニアスが亡命したとき、彼の子供たちであるアゲシポリスとクレイムブロトスはまだ完全に幼く、血縁が最も近いアリストデモスが彼らを後見した。
καὶ τὸ ἐν Κορίνθῳ Λακεδαιμονίων κατόρθωμα Ἀριστοδήμου σφίσιν ἐγένετο ἡγουμένου.
そして、コリントスにおけるラケダイモン人の成功は、アリストデモスが彼らの指揮を執っているときに起こった。
§3.5.8Ἀγησίπολις δὲ ἐπεὶ τὴν βασιλείαν ἔσχεν αὐξηθείς, Πελοποννησίων πρώτοις ἐπολέμησεν Ἀργείοις.
アゲシポリスは成長して王位を得ると、ペロポネソス人の中で最初にアルゴス人と戦った。
ὡς δὲ ἐκ τῆς Τεγεατῶν ἐς τὴν Ἀργολίδα ἤγαγε τὸν στρατόν, πέμπουσι κήρυκα οἱ Ἀργεῖοι σπεισόμενον πρὸς Ἀγησίπολίν σφισι πατρῴους δή τινας σπονδὰς ἐκ παλαιοῦ καθεστώσας τοῖς Δωριεῦσι πρὸς ἀλλήλους.
彼がテゲアの地からアルゴリスへと軍勢を率いたとき、アルゴス人たちは使者を送り、ドリス人同士の間で古くから定められている、いわゆる父祖伝来の休戦協定をアゲシポリスと結ぶよう求めた。
ὁ δὲ οὔτε τῷ κήρυκι ἐσπείσατο καὶ προϊὼν ὁμοῦ τῇ στρατιᾷ τὴν γῆν ἔφθειρεν·
しかし、彼は使者と休戦を結ばず、軍勢とともに前進して土地を荒廃させた。
ἔσεισέ τε δὴ ὁ θεὸς καὶ ὁ Ἀγησίπολις οὐδʼ οὕτω τὴν δύναμιν ἀπάξειν ἔμελλε, καίτοι Λακεδαιμονίοις μάλιστα Ἑλλήνων—ὡσαύτως δὲ καὶ Ἀθηναίοις—δεῖμα αἱ διοσημεῖαι παρείχοντο.
そして神が地震を起こしたが、アゲシポリスはそれでも軍勢を引き揚げるつもりはなかった。 もっとも、ラケダイモン人にとって、ギリシア人の中で最も――同様にアテナイ人にとっても――不吉な天候の兆候は恐れをもたらすものであったが。
§3.5.9καὶ ὁ μὲν ὑπὸ τὸ τεῖχος κατεστρατοπεδεύετο ἤδη τὸ Ἀργείων καὶ οὐ παρίει σείων ὁ θεὸς καί τινες καὶ ἀπώλοντο τῶν στρατιωτῶν κεραυνωθέντες, τοὺς δὲ καὶ ἔκφρονας ἐποίησαν αἱ βρονταί.
そして彼はアルゴス人の城壁の下にすでに陣を敷いていたが、神は地震を起こすのを止めず、兵士の一部は落雷によって命を落とし、また雷鳴によって正気を失った者たちもいた。
οὕτω μὲν δὴ ἐκ τῆς Ἀργολίδος ἀνέζευξεν ἄκων, ἐπὶ δὲ Ὀλυνθίους ἐποιεῖτο αὖθις στρατείαν.
このようにして、彼は気が進まないながらもアルゴリスから撤退し、今度はオリュントス人に対する遠征を行った。
κρατοῦντα δὲ αὐτὸν τῷ πολέμῳ καὶ ᾑρηκότα τῶν τε ἄλλων πόλεων τῶν ἐν Χαλκιδεῦσι τὰς πολλὰς καὶ αὐτὴν ἐλπίζοντα αἱρήσειν τὴν Ὄλυνθον νόσος τε ἐξαίφνης καὶ θάνατος ἐπέλαβεν ἀπʼ αὐτῆς.
彼が戦争で優位に立ち、カルキディケ地方の他の都市の多くを攻略し、オリュントス自体をも攻略できると期待していたとき、突然の病が彼を襲い、その病のために死が彼を連れ去った。

語釈・文法注

  1. 3.5.1αὔξοντα — 非人称動詞 ἤρεσε(「〜が[人]に好ましく思われた、〜することに決めた」)の論理的な主語は与格 οἱ(パウサニアス)であるが、不定詞 ἐπισπάσασθαι の意味上の主語を表す現在分詞 αὔξοντα は対格になっている。非人称構文において、与格で示された人物が後続の不定詞の主語として対格で再叙述される、ギリシア語によく見られる格の移行(移行対格)の例。
  2. 3.5.6οὐδὲ ἀρχὴν — 名詞 ἀρχή の対格である ἀρχήν が、否定辞 οὐδέ(または μή)を伴って副詞的に用いられると、「そもそも」「全く(〜ない)」という意味の強い否定を表す。
  3. 3.5.8σπεισόμενον — 動詞 σπένδομαι(休戦を結ぶ)の未来分詞。移動を表す動詞 πέμπουσι(「送る」)の後に置かれ、目的(「〜するために」)を表す副詞的用法である。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §3.5.1-3.5.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.5.1-3.5.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。