§3.5.1Πλείσταρχος μὲν οὖν ὁ Λεωνίδου νεωστὶ τὴν βασιλείαν παρειληφὼς ἐτελεύτησε, Πλειστοάναξ δὲ ἔσχε τὴν ἀρχὴν ὁ Παυσανίου τοῦ Πλαταιᾶσιν ἡγησαμένου· Πλειστοάνακτος δὲ ἐγένετο Παυσανίας.
Pleistarchus, the son of Leonidas, died recently after having succeeded to the kingdom, and Pleistoanax, the son of Pausanias who led at Plataea, held the rule; and Pausanias was the son of Pleistoanax.
οὗτος ἐς τὴν Ἀττικὴν ἀφίκετο ὁ Παυσανίας Θρασυβούλῳ καὶ Ἀθηναίοις πολέμιος τῷ λόγῳ, τοῖς δὲ ἄρχειν ἐπιτραπεῖσιν ὑπὸ Λυσάνδρου καταστησόμενος τὴν τυραννίδα ἐν βεβαίῳ.
This Pausanias arrived in Attica, in word an enemy to Thrasybulus and the Athenians, but intending to establish the tyranny on a firm basis for those to whom the rule had been committed by Lysander.
καὶ μάχῃ μὲν ἐνίκησεν Ἀθηναίων τοὺς ἔχοντας τὸν Πειραιᾶ, μετὰ δὲ τὴν μάχην αὐτίκα οἱ τὸν στρατὸν ἀπάγειν οἴκαδε ἤρεσε μηδὲ ἀνοσίων ἀνδρῶν τυραννίδα αὔξοντα ἐπισπάσασθαι τῇ Σπάρτῃ τὸ αἴσχιστον τῶν ὀνειδῶν.
And while he conquered in battle those of the Athenians who held the Peiraeus, immediately after the battle it pleased him to lead the army back home, and not, by increasing the tyranny of impious men, to bring upon Sparta the most shameful of reproaches.
§3.5.2ὡς δὲ ἐπανῆλθεν ἐξ Ἀθηνῶν μαχεσάμενος ἄπρακτον μάχην, ὑπάγουσιν αὐτὸν ἐς κρίσιν οἱ ἐχθροί.
When he returned from Athens after having fought an indecisive battle, his enemies brought him to trial.
βασιλεῖ δὲ τῷ Λακεδαιμονίων δικαστήριον ἐκάθιζον οἵ τε ὀνομαζόμενοι γέροντες, ὀκτὼ καὶ εἴκοσιν ὄντες ἀριθμόν, καὶ ἡ τῶν ἐφόρων ἀρχή, σὺν δὲ αὐτοῖς καὶ ὁ τῆς οἰκίας βασιλεὺς τῆς ἑτέρας.
For a king of the Lacedaemonians, a court was constituted by those called elders, being twenty-eight in number, and the office of the ephors, and with them also the king of the other house.
τέσσαρες μὲν δὴ καὶ δέκα τῶν γερόντων, ἐπὶ δὲ αὐτοῖς Ἆγις ὁ τῆς ἑτέρας οἰκίας βασιλεύς, ἀδικεῖν τὸν Παυσανίαν κατέγνωσαν· §3.5.3τὸ δὲ ἄλλο ἀπέγνω δικαστήριον.
Now fourteen of the elders, and in addition to them Agis, the king of the other house, condemned Pausanias of wrongdoing; but the rest of the court acquitted him.
μετὰ δὲ οὐ πολὺν χρόνον Λακεδαιμονίων συλλεγόντων ἐπὶ Θήβας στρατιάν—αἰτία δὲ ἥτις ἐγένετο προσέσται τῷ ἐς Ἀγησίλαον λόγῳ—, τότε δὲ Λύσανδρος μὲν ἐς τὴν Φωκίδα ἀφικόμενος καὶ ἀναλαβὼν πανδημεὶ τοὺς Φωκέας οὐδένα ἔτι ἐπισχὼν χρόνον ἔς τε Βοιωτίαν ἐληλύθει καὶ προσβολὰς ἐποιεῖτο ἐς τὸ Ἁλιαρτίων τεῖχος οὐκ ἐθελόντων ἀπὸ Θηβαίων ἀφίστασθαι.
Not long after this, while the Lacedaemonians were gathering an army against Thebes—the cause of which will be added to the account concerning Agesilaus—Lysander, having arrived in Phocis and taken with him the Phocians with all their forces, without delaying any longer entered Boeotia and made assaults on the wall of the Haliartians, who were unwilling to revolt from the Thebans.
ἐσεληλύθεσαν δὲ ἤδη καὶ Θηβαίων καὶ Ἀθηναίων τινὲς κρύφα ἐς τὴν πόλιν, ὧν ἐπεξελθόντων καὶ πρὸ τοῦ τείχους ταξαμένων ἄλλοι τε ἐνταῦθα Λακεδαιμονίων καὶ Λύσανδρος ἔπεσε.
But some both of the Thebans and of the Athenians had already entered the city secretly, and when these marched out and drew up in front of the wall, Lysander fell there, along with others of the Lacedaemonians.
§3.5.4Παυσανίας δὲ ὑστέρησε μὲν τοῦ ἀγῶνος παρὰ Τεγεατῶν καὶ ἐξ Ἀρκαδίας τῆς ἄλλης ἀθροίζων δύναμιν· ὡς δὲ ἐς τὴν Βοιωτίαν ἀφίκετο, ἐπυνθάνετό τήν τε ἧτταν τῶν ὁμοῦ Λυσάνδρῳ καὶ αὐτοῦ Λυσάνδρου τὴν τελευτήν, ἐπῆγε δὲ ὅμως ἐπὶ τὰς Θήβας τὸν στρατὸν καὶ διενοεῖτο ὡς μάχης ἄρξων.
But Pausanias was too late for the battle, as he was gathering a force from the Tegeans and the rest of Arcadia; and when he arrived in Boeotia, he learned of the defeat of those with Lysander and of the death of Lysander himself, yet he nevertheless led his army against Thebes and intended to begin battle.
ἐνταῦθα οἵ τε Θηβαῖοι ἐναντία ἐτάσσοντο καὶ Θρασύβουλος ἀπέχειν οὐ πολὺ ἀπηγγέλλετο ἄγων τοὺς Ἀθηναίους· ἀνέμενε δὲ ἄρξαι Λακεδαιμονίους μάχης, ἄρξασι δὲ αὐτὸς ἤδη κατὰ νώτου σφίσιν ἔμελλεν ἐπικείσεσθαι.
There the Thebans drew up opposite him, and Thrasybulus was reported to be not far off, leading the Athenians; he was waiting for the Lacedaemonians to begin battle, and if they began, he was about to fall upon them from the rear.
§3.5.5ἔδεισεν οὖν ὁ Παυσανίας διπλοῦ στρατιωτικοῦ πολεμίων ἀνδρῶν μεταξὺ ἀποληφθῆναι, καὶ οὕτω σπονδάς τε πρὸς τοὺς Θηβαίους ἐποιήσατο καὶ τοὺς ὑπὸ τῷ Ἁλιαρτίων τείχει πεσόντας ἀνείλετο.
Pausanias therefore feared to be caught between a double army of enemy forces, and so he made a treaty with the Thebans and recovered those who had fallen under the wall of the Haliartians.
τοῦτο Λακεδαιμονίοις μὲν ἐγένετο οὐ κατὰ γνώμην, ἐγὼ δὲ ἐπαινῶ τῶνδε ἕνεκα τὸ βούλευμα· ἅτε γὰρ εὖ εἰδὼς ὁ Παυσανίας ὡς τὰ σφάλματα ἀεὶ Λακεδαιμονίοις γίνονται ἐν μέσῳ πολεμίων ἀποληφθεῖσι, τό τε ἐν Θερμοπύλαις καὶ ἐν τῇ Σφακτηρίᾳ νήσῳ δεῖμα ἐποιήσατο μή σφισι καὶ αὐτὸς τρίτου γένηται κακοῦ πρόφασις.
This was not to the mind of the Lacedaemonians, but I praise his decision on these grounds: since Pausanias well knew that defeats always happen to the Lacedaemonians when they are caught in the midst of enemies, and taking warning from the disaster at Thermopylae and that on the island of Sphacteria, he feared lest he himself should become the cause of a third misfortune for them.
§3.5.6τότε δὲ ἐν αἰτίᾳ ποιουμένων τῶν πολιτῶν τὴν βραδυτῆτα αὐτοῦ τὴν ἐς Βοιωτίαν οὐχ ὑπέμεινεν ἐσελθεῖν ἐς δικαστήριον, Τεγεᾶται δὲ αὐτὸν τῆς Ἀθηνᾶς ἱκέτην ἐδέξαντο τῆς Ἀλέας.
But at that time, as the citizens were laying blame on him for his slowness toward Boeotia, he did not endure to enter the court, and the Tegeans received him as a suppliant of Athena Alea.
ἦν δὲ ἄρα τὸ ἱερὸν τοῦτο ἐκ παλαιοῦ Πελοποννησίοις πᾶσιν αἰδέσιμον καὶ τοῖς αὐτόθι ἱκετεύουσιν ἀσφάλειαν μάλιστα παρείχετο· ἐδήλωσαν δὲ οἵ τε Λακεδαιμόνιοι τὸν Παυσανίαν καὶ ἔτι πρότερον τούτου Λεωτυχίδην καὶ Ἀργεῖοι Χρυσίδα, καθεζομένους ἐνταῦθα ἱκέτας, οὐδὲ ἀρχὴν ἐξαιτῆσαι θελήσαντες.
Now this temple was of old revered by all the Peloponnesians, and provided the greatest security to those who fled to it as suppliants; and this was demonstrated by the Lacedaemonians in the case of Pausanias, and still earlier than him Leotychides, and by the Argives in the case of Chryseis, who, when they were seated there as suppliants, did not wish even at all to demand their surrender.
§3.5.7Παυσανίου δὲ φυγόντος οἱ μὲν παῖδες Ἀγησίπολις καὶ Κλεόμβροτος νέοι παντάπασιν ἔτι ἦσαν, Ἀριστόδημος δὲ ἐπετρόπευεν αὐτοὺς γένους ἐγγύτατα ὤν· καὶ τὸ ἐν Κορίνθῳ Λακεδαιμονίων κατόρθωμα Ἀριστοδήμου σφίσιν ἐγένετο ἡγουμένου.
After Pausanias had fled, his children Agesipolis and Cleombrotus were still altogether young, and Aristodemus, being their nearest of kin, acted as their guardian; and the success of the Lacedaemonians at Corinth happened while Aristodemus was leading them.
§3.5.8Ἀγησίπολις δὲ ἐπεὶ τὴν βασιλείαν ἔσχεν αὐξηθείς, Πελοποννησίων πρώτοις ἐπολέμησεν Ἀργείοις.
When Agesipolis had grown up and held the kingdom, he first made war upon the Argives of the Peloponnesians.
ὡς δὲ ἐκ τῆς Τεγεατῶν ἐς τὴν Ἀργολίδα ἤγαγε τὸν στρατόν, πέμπουσι κήρυκα οἱ Ἀργεῖοι σπεισόμενον πρὸς Ἀγησίπολίν σφισι πατρῴους δή τινας σπονδὰς ἐκ παλαιοῦ καθεστώσας τοῖς Δωριεῦσι πρὸς ἀλλήλους.
When he led the army from Tegea into Argolis, the Argives sent a herald to make a treaty with Agesipolis, pleading certain ancestral treaties established from of old among the Dorians toward one another.
ὁ δὲ οὔτε τῷ κήρυκι ἐσπείσατο καὶ προϊὼν ὁμοῦ τῇ στρατιᾷ τὴν γῆν ἔφθειρεν· ἔσεισέ τε δὴ ὁ θεὸς καὶ ὁ Ἀγησίπολις οὐδʼ οὕτω τὴν δύναμιν ἀπάξειν ἔμελλε, καίτοι Λακεδαιμονίοις μάλιστα Ἑλλήνων—ὡσαύτως δὲ καὶ Ἀθηναίοις—δεῖμα αἱ διοσημεῖαι παρείχοντο.
But he did not make a treaty with the herald, and advancing with his army he devastated the land; and indeed the god shook the earth with an earthquake, but even so Agesipolis was not about to lead his force away, although to the Lacedaemonians most of all the Greeks—and likewise also to the Athenians—signs from heaven caused fear.
§3.5.9καὶ ὁ μὲν ὑπὸ τὸ τεῖχος κατεστρατοπεδεύετο ἤδη τὸ Ἀργείων καὶ οὐ παρίει σείων ὁ θεὸς καί τινες καὶ ἀπώλοντο τῶν στρατιωτῶν κεραυνωθέντες, τοὺς δὲ καὶ ἔκφρονας ἐποίησαν αἱ βρονταί.
And while he was already encamping under the wall of the Argives, the god did not cease from shaking the earth, and some of the soldiers perished by being struck by lightning, while the claps of thunder drove others out of their minds.
οὕτω μὲν δὴ ἐκ τῆς Ἀργολίδος ἀνέζευξεν ἄκων, ἐπὶ δὲ Ὀλυνθίους ἐποιεῖτο αὖθις στρατείαν.
Thus indeed he withdrew from Argolis against his will, and made a campaign next against the Olynthians.
κρατοῦντα δὲ αὐτὸν τῷ πολέμῳ καὶ ᾑρηκότα τῶν τε ἄλλων πόλεων τῶν ἐν Χαλκιδεῦσι τὰς πολλὰς καὶ αὐτὴν ἐλπίζοντα αἱρήσειν τὴν Ὄλυνθον νόσος τε ἐξαίφνης καὶ θάνατος ἐπέλαβεν ἀπʼ αὐτῆς.
While he was victorious in the war and had captured most of the other cities of the Chalcidians, and was hoping to capture Olynthus itself, a sudden disease overtook him, and death resulting from it.