§3.6.1Ἀγησιπόλιδος δὲ ἄπαιδος τελευτήσαντος ἐς Κλεόμβροτον περιῆλθεν ἡ ἀρχή, καὶ ὑπὸ ἡγεμόνι τούτῳ Βοιωτοῖς ἐναντία ἠγωνίσαντο ἐν Λεύκτροις·
アゲシポリスが子供を残さずに亡くなったので、支配権はクレイムブロトスへと移った。 そしてこの指揮官のもとで、彼らはレウクトラにおいてボイオティア人と敵対して戦った。
Κλεόμβροτος δὲ αὐτὸς γενόμενος ἀνὴρ ἀγαθὸς ἀρχομένης ἔτι ἔπεσε τῆς μάχης.
クレイムブロトス自身は、勇気ある男として振る舞ったが、戦いが始まって間もなく戦死した。
μάλιστα δέ πως ἐπὶ πταίσμασιν ἐθέλει μεγάλοις προαφαιρεῖσθαι τὸν ἡγεμόνα ὁ δαίμων, καθὰ δὴ καὶ Ἀθηναίων ἀπῆγεν Ἱπποκράτην τε τὸν Ἀρίφρονος στρατηγοῦντα ἐπὶ Δηλίῳ καὶ ὕστερον ἐν Θεσσαλίᾳ Λεωσθένην.
神霊というものは、どういうわけか、とりわけ大きな敗北の前に、あらかじめその指揮官を奪い去ることを好む。 まさに、アテナイ人のうちではデリオンで指揮を執っていたアリフロンの子ヒッポクラテスを、また後にはテッサリアでレオスセネスを、連れ去ったように。
§3.6.2Κλεομβρότου δὲ ὁ μὲν πρεσβύτερος τῶν παίδων Ἀγησίπολις παρέσχετο μέγα οὐδὲν ἐς μνήμην, Κλεομένης δὲ ὁ νεώτερος μετὰ τὸν ἀδελφὸν τελευτήσαντα ἔσχε τὴν ἀρχήν.
クレイムブロトスの子供たちのうち、兄のアゲシポリスは記憶に値するような偉大なことを何一つ残さなかったが、弟のクレオメネスは兄が亡くなった後に支配権を得た。
γενομένων δὲ αὐτῷ παίδων Ἀκροτάτου καὶ ἐπʼ αὐτῷ Κλεωνύμου κατήγαγε τὸ χρεὼν Ἀκρότατον ἔτι πρότερον ἢ αὐτὸν Κλεομένην, καὶ ὡς Κλεομένης ἀπέθανεν ὕστερον, ἐς ἀντιλογίαν ἀφίκοντο ὑπὲρ τῆς βασιλείας Κλεώνυμός τε ὁ Κλεομένους καὶ Ἀρεὺς ὁ Ἀκροτάτου.
彼にはアクロタトス、次いでクレオニュモスという子が生まれたが、運命はクレオメネス自身よりもさらに前にアクロタトスをあの世へ連れて行き、後にクレオメネスが死ぬと、クレオメネスの子クレオニュモスとアクロタトスの子アレウスの間で、王位をめぐって論争が起こった。
δικάζουσιν οὖν οἱ γέροντες Ἀρεῖ τῷ Ἀκροτάτου καὶ οὐχὶ Κλεωνύμῳ πατρῴαν εἶναι τὴν τιμήν.
そこで長老たちは、アクロタトスの子アレウスにであって、クレオニュモスではない者に、父祖伝来の栄誉が属すると裁定した。
§3.6.3Κλεωνύμῳ δὲ ἀπελαθέντι τῆς βασιλείας περισσῶς δή τι ὁ θυμὸς ᾤδει, καὶ αὐτὸν οἱ ἔφοροι καὶ ἄλλοις γέρασι ψυχαγωγοῦντες καὶ ἐπὶ ταῖς δυνάμεσιν ἐφιστάντες ἄρχοντα παρῆγον μή ποτε πολέμιον γενέσθαι τῇ Σπάρτῃ.
王位から退けられたクレオニュモスは怒りを激しく募らせていたが、エポロスたちは他の特権によって彼の機嫌を取り、また軍勢の指揮官に任命することによって、彼がスパルタの敵となることが決してないよう宥めていた。
τέλος δὲ ὁ μὲν πολλά τε καὶ ἐχθρὰ ἐς τὴν πατρίδα ἐτόλμησε καὶ Πύρρον τὸν Αἰακίδου σφίσιν ἐπηγάγετο ἐς τὴν χώραν·
しかし最後には、彼は祖国に対して数々の敵対的な行為を企て、アイアキデスの息子ピュロスを彼らの地へと引き入れた。
§3.6.4Ἀρέως δὲ ἐν Σπάρτῃ τοῦ Ἀκροτάτου βασιλεύοντος Ἀντίγονος ὁ Δημητρίου πεζῷ τε καὶ ναυσὶν ἐπὶ Ἀθήνας στρατεύει.
アクロタトスの子アレウスがスパルタで王であったとき、デメトリオスの子アンティゴノスが歩兵と軍船を率いてアテナイに対して遠征した。
τοῖς δὲ Ἀθηναίοις ἀμυνοῦντες ἀφίκοντο μὲν ὁ Αἰγυπτίων ὁμοῦ Πατρόκλῳ στόλος, ἐξίασι δὲ καὶ οἱ Λακεδαιμόνιοι πανδημεί, τὸν βασιλέα ἡγεῖσθαί σφισιν Ἀρέα ἐπιτάξαντες.
アテナイ人を救援するために、パトロクロスとともにエジプト人の艦隊が到着し、ラケダイモン人たちも総動員で出陣し、王であるアレウスに自分たちの指揮を執るよう命じた。
§3.6.5περικαθημένου δὲ Ἀντιγόνου τὰς Ἀθήνας καὶ τῆς ἐσόδου τῆς ἐς τὴν πόλιν τὰ Ἀθηναίων συμμαχικὰ εἴργοντος, Πάτροκλος ἀποστέλλων ἀγγέλους προέτρεπε Λακεδαιμονίους καὶ Ἀρέα ἄρχειν πρὸς Ἀντίγονον μάχης, ἐκείνων δὲ ἀρξάντων οὕτω καὶ αὐτὸς κατὰ νώτου τοῖς Μακεδόσιν ἔφασκεν ἐπικείσεσθαι·
アンティゴノスがアテナイを包囲し、アテナイの同盟軍が市内に入るのを阻んでいたとき、パトロクロスは使者を送り、ラケダイモン人とアレウスに対してアンティゴノスへの戦闘を始めるよう促した。 彼らが戦闘を始めれば、自分もまたマケドニア人の背後から襲いかかると彼は言った。
πρότερον δὲ οὐκ εἰκὸς εἶναι σφᾶς Αἰγυπτίους τε ὄντας καὶ ναύτας Μακεδόσιν ἐπιέναι πεζῇ.
しかし、それ以前に自分たちが、エジプト人であり船乗りでもある身で、マケドニア人に陸上で攻撃を仕掛けるのは妥当ではない、と。
Λακεδαιμόνιοι μὲν δὴ παρακινδυνεύειν ὥρμηντο Ἀθηναίων τε εὐνοίᾳ καί τι καὶ ἄξιον μνήμης ἐς τοὺς ἔπειτα ἐργάσασθαι προθυμούμενοι·
ラケダイモン人たちは、アテナイ人への好意と、後世に記憶されるに値する何かを成し遂げたいという熱意から、あえて危険を冒す気になっていた。
§3.6.6Ἀρεὺς δέ, ὥς σφισι τὰ ἐπιτήδεια ἐξανήλωτο, ἀπῆγεν ὀπίσω τὴν στρατιάν.
しかしアレウスは、食糧が尽きると、軍を後方に引き揚げさせた。
ταμιεύεσθαι γὰρ τὴν ἀπόνοιαν ἐς τὰ οἰκεῖα ἠξίου καὶ μὴ ἀφειδῶς ἐπʼ ἀλλοτρίοις ἀναρρῖψαι.
なぜなら、彼は命知らずな冒険を自分たち自身の事柄のためにとっておくべきであり、他人のために惜しみなく投げ打つべきではないと考えたからである。
τοῖς δὲ Ἀθηναίοις ἀντισχοῦσιν ἐπὶ μακρότατον ἐποιήσατο Ἀντίγονος εἰρήνην, ἐφʼ ᾧ τέ σφισιν ἐπαγάγῃ φρουρὰν ἐς τὸ Μουσεῖον.
アンティゴノスは、極めて長く持ちこたえたアテナイ人たちと、彼らにムセイオンに守備隊を導入するという条件で和平を結んだ。
καὶ τοῖς μὲν ἀνὰ χρόνον αὐτὸς ἐξήγαγεν ἑκουσίως τὴν φρουρὰν ὁ Ἀντίγονος, Ἀρέως δὲ ἐγένετο υἱὸς Ἀκρότατος, τοῦ δὲ Ἀρεύς, ὃς ὀκτὼ μάλιστα ἔτη γεγονὼς τελευτᾷ νόσῳ.
そして後になって、アンティゴノス自身が自発的にその守備隊を撤退させた。 一方、アレウスには息子アクロタトスが生まれ、アクロタトスにはアレウスが生まれたが、このアレウスはほぼ八歳で病死した。
§3.6.7καὶ ἐλείπετο γὰρ τῆς Εὐρυσθένους οἰκίας γένος τὸ πρὸς ἀνδρῶν Λεωνίδας ὁ Κλεωνύμου, παντάπασιν ἤδη γέρων·
というのも、エウリュステネスの家系の男系の末裔としては、クレオニュモスの子レオニダスが残されていたからであり、彼はすでに完全に老人であった。
τούτῳ δὴ διδόασιν οἱ Λακεδαιμόνιοι τὴν ἀρχὴν.
この彼にラケダイモン人たちは支配権を与えた。
τῷ δὲ Λεωνίδᾳ διάφορος ἐτύγχανεν ὢν ἐς τὰ μάλιστα Λύσανδρος, ἀπόγονος Λυσάνδρου τοῦ Ἀριστοκρίτου.
レオニダスに対しては、アリストクリトスの子リュサンドロスの子孫であるリュサンドロスが、極めて激しく敵対していた。
οὗτος προσποιεῖται Κλεόμβροτον θυγατέρα ἔχοντα Λεωνίδου·
彼は、レオニダスの娘と結婚していたクレイムブロトスを味方に引き入れた。
τοῦτον δὲ οἰκειωσάμενος ἐπῆγε Λεωνίδᾳ καὶ ἄλλα ἐγκλήματα καὶ ὅρκους αὐτὸν Κλεωνύμῳ τῷ πατρὶ ὀμόσαι παῖδα ὄντα ἐπὶ ὀλέθρῳ τῆς Σπάρτης.
彼を親しく手なずけると、レオニダスに対して他の罪状とともに、彼が子供のころに父クレオニュモスに対してスパルタの破滅を誓ったという告発を持ち出した。
§3.6.8ἐπαύσθη τε δὴ Λεωνίδας βασιλείας καὶ ἀντʼ αὐτοῦ Κλεόμβροτος ἔσχε τὴν τιμήν.
こうしてレオニダスは王位を解かれ、彼の代わりにクレイムブロトスがその名誉を得た。
εἰ μὲν δὴ ὁ Λεωνίδας ἐπέτρεψε τῷ θυμῷ καὶ Δημαράτῳ τῷ Ἀρίστωνος κατὰ ταὐτὰ ἀπεχώρησεν ἤτοι παρὰ τὸν ἐν Μακεδονίᾳ βασιλεύοντα ἢ τὸν Αἰγύπτιον, ὁ δὲ καὶ μεταγνόντων ἂν Σπαρτιατῶν ὤνατο οὐδέν·
もしレオニダスが怒りに身を任せ、アリストンの子デマラトスと同じように、マケドニアで支配している王のもとか、エジプトの王のもとへと去ってしまっていたなら、彼はスパルタ人たちが後に悔い改めたとしても何の恩恵も受けられなかっただろう。
νῦν δὲ ἐπιβαλόντων οἱ φυγὴν τῶν πολιτῶν ἀφίκετο ἐς Ἀρκαδίαν, ἐκεῖθεν δὲ ἔτεσιν ὕστερον οὐ πολλοῖς κατάγουσί τε αὐτὸν Λακεδαιμόνιοι καὶ αὖθις βασιλέα ἐποιήσαντο.
しかし実際には、市民たちが彼に追放を課したとき、彼はアルカディアへと赴き、それから数年後にラケダイモン人たちは彼を呼び戻し、再び王とした。
§3.6.9Κλεομένει δὲ τῷ Λεωνίδους τά τε ἄλλα ὁποῖα ἐς τόλμαν ὁμοῦ καὶ ἀνδρείαν ὑπῆρξε καὶ ὡς ἐπαύσαντο ἐξ ἐκείνου Σπαρτιᾶται βασιλευόμενοι, πρότερον ἔτι ἐδήλωσέ μοι τὰ ἐς τὸν Σικυώνιον Ἄρατον·
レオニダスの子クレオメネスについては、彼の不敵さと勇気の点で彼に属していた他の事柄や、彼を最後にスパルタ人たちが王政に服することをやめた経緯は、シキュオンのアラトスに関する記述において、以前にすでに私によって明らかにされた。
προσεπελάβετο δὲ ὁ λόγος μοι καὶ τρόπον ὅντινα ἐν Αἰγύπτῳ Κλεομένης ἐτελεύτησεν.
そしてその記述は、クレオメネスがエジプトでどのような方法で死んだかということにも及んだ。