§3.26.6ὃ δὲ οἶδα ἐν τῇ πρὸς θαλάσσῃ χώρᾳ τῆς Λευκτρικῆς ἐπʼ ἐμοῦ συμβάν, γράφω.
しかし、レウクトラの海に面した地方で私の時代に起こった、私の知っていることを記そう。
ἄνεμος πῦρ ἐς ὕλην ἐνεγκὼν τὰ πολλὰ ἠφάνισε τῶν δένδρων·
風が林に火を運び、木々の大部分を滅ぼした。
ὡς δὲ ἀνεφάνη τὸ χωρίον ψιλόν, ἄγαλμα ἐνταῦθα ἱδρυμένον εὑρέθη Διὸς Ἰθωμάτα.
その場所が裸になって現れたとき、そこに祀られていたイトマタスのゼウスの像が発見された。
τοῦτο οἱ Μεσσήνιοί φασι μαρτύριον εἶναί σφισι τὰ Λεῦκτρα τὸ ἀρχαῖον τῆς Μεσσηνίας εἶναι·
メッセニア人は、これがレウクトラが古くはメッセニアのものであったことの彼らににとっての証明であると言っている。
δύναιτο δʼ ἂν καὶ Λακεδαιμονίων τὰ Λεῦκτρα ἐξ ἀρχῆς οἰκούντων ὁ Ἰθωμάτας Ζεὺς παρʼ αὐτοῖς ἔχειν τιμάς.
しかし、たとえラケダイモン人が最初からレウクトラに居住していたとしても、イトマタスのゼウスが彼らの間で崇拝されていたということもあり得よう。
§3.26.7Καρδαμύλη δέ, ἧς καὶ Ὅμηρος μνήμην ἐποιήσατο ἐν Ἀγαμέμνονος ὑποσχέσεσι δώρων, Λακεδαιμονίων ἐστὶν ὑπήκοος τῶν ἐν Σπάρτῃ, βασιλέως Αὐγούστου τῆς Μεσσηνίας ἀποτεμομένου.
カルダミュレは、アガメムノンが贈り物を約束した箇所でホメロスも言及しているが、アウグストゥス皇帝がそこをメッセニアから切り離したため、スパルタのラケダイモン人の支配下にある。
ἀπέχει δὲ Καρδαμύλη θαλάσσης μὲν ὀκτὼ σταδίους, Λεύκτρων δὲ καὶ ἑξήκοντα.
カルダミュレは海から八スタディオン、レウクトラからは六十スタディオン離れている。
ἐνταῦθα οὐ πόρρω τοῦ αἰγιαλοῦ τέμενος ἱερὸν τῶν Νηρέως θυγατέρων ἐστίν·
そこには海岸から遠くないところにネレウスの娘たちの聖域がある。
ἐς γὰρ τοῦτο ἀναβῆναι τὸ χωρίον φασὶν ἐκ τῆς θαλάσσης αὐτὰς Πύρρον ὀψομένας τὸν Ἀχιλλέως, ὅτε ἐς Σπάρτην ἐπὶ τὸν Ἑρμιόνης ἀπῄει γάμον.
なぜなら、彼女たちが海からこの場所に上がってきたのは、アキレウスの子ピュロスがヘルミオネとの結婚のためにスパルタへ向かう途中に、彼を見るためであったと言われているからである。
ἐν δὲ τῷ πολίσματι Ἀθηνᾶς τε ἱερὸν καὶ Ἀπόλλων ἐστὶ Κάρνειος, καθὰ Δωριεῦσιν ἐπιχώριον.
その町の中にはアテナの聖域があり、またドリア人の慣習に従ってカルネイオス・アポロンがいる。
§3.26.8πόλιν δὲ ὀνομαζομένην ἐν τοῖς ἔπεσιν Ἐνόπην τοῖς Ὁμήρου, Μεσσηνίους ὄντας, ἐς δὲ τὸ συνέδριον συντελοῦντας τὸ Ἐλευθερολακώνων, καλοῦσιν ἐφʼ ἡμῶν Γερηνίαν.
ホメロスの叙事詩の中でエノペと名付けられている都市は、住民はメッセニア人でありながら自由ラコニア人の評議会に属しているが、私たちの時代にはゲレニアと呼ばれている。
ἐν ταύτῃ τῇ πόλει Νέστορα οἱ μὲν τραφῆναι λέγουσιν, οἱ δὲ ἐς τοῦτο ἐλθεῖν φεύγοντα τὸ χωρίον, ἡνίκα Πύλος ἡλίσκετο ὑπὸ Ἡρακλέους.
この都市において、ある人々はネストルが育てられたと言い、別の人々はピュロスがヘラクレースによって攻略されたときに、彼がこの場所に逃れてきたのだと言っている。
§3.26.9ἐνταῦθα ἐν τῇ Γερηνίᾳ Μαχάονος τοῦ Ἀσκληπιοῦ μνῆμα καὶ ἱερόν ἐστιν ἅγιον, καὶ ἀνθρώποις νόσων ἰάματα παρὰ τῷ Μαχάονι ἔστιν εὑρέσθαι.
ここゲレニアには、アスクレピオスの子マカオンの墓と神聖な聖域があり、人々はマカオンのもとで病の治療法を見出すことができる。
καὶ Ῥόδον μὲν τὸ χωρίον τὸ ἱερὸν ὀνομάζουσιν, ἄγαλμα δὲ τοῦ Μαχάονος χαλκοῦν ἐστιν ὀρθόν·
彼らはその神聖な場所をロドスと呼んでおり、マカオンの直立したブロンズ像がある。
ἐπίκειται δέ οἱ τῇ κεφαλῇ στέφανος, ὃν οἱ Μεσσήνιοι κίφος καλοῦσι τῇ ἐπιχωρίῳ φωνῇ.
彼の頭には冠が載せられており、メッセニア人は現地の言葉でそれをキポスと呼んでいる。
Μαχάονα δὲ ὑπὸ Εὐρυπύλου τοῦ Τηλέφου τελευτῆσαί φησιν ὁ τὰ ἔπη ποιήσας τὴν μικρὰν Ἰλιάδα.
マカオンはテレポスの子エウリュピュロスによって殺されたと、『小イリアス』を作った詩人は言っている。
§3.26.10διὸ καὶ τάδε αὐτὸς οἶδα περὶ τὸ Ἀσκληπιεῖον τὸ ἐν Περγάμῳ γινόμενα·
そのため、私自身もペルガモンのアスクレピオス神殿で次のようなことが行われているのを知っている。
ἄρχονται μὲν ἀπὸ Τηλέφου τῶν ὕμνων, προσᾴδουσι δὲ οὐδὲν ἐς τὸν Εὐρύπυλον, οὐδὲ ἀρχὴν ἐν τῷ ναῷ θέλουσιν ὀνομάζειν αὐτόν, οἷα ἐπιστάμενοι φονέα ὄντα Μαχάονος.
彼らは讃歌をテレポスから歌い始めるが、エウリュピュロスに対しては何も歌いかけることはなく、彼がマカオンの殺害主であることを知っているがゆえに、神殿の中でそもそも彼の名前を呼ぶことすら望まない。
ἀνασώσασθαι δὲ Νέστορα λέγεται τοῦ Μαχάονος τὰ ὀστᾶ·
ネストルはマカオンの骨を回収したと言われている。
Ποδαλείριον δέ, ὡς ὀπίσω πορθήσαντες Ἴλιον ἐκομίζοντο, ἁμαρτεῖν τοῦ πλοῦ καὶ ἐς Σύρνον τῆς Καρικῆς ἠπείρου φασὶν ἀποσωθέντα οἰκῆσαι.
またポダレイリオスについては、イリオンを攻略した後に彼らが帰還の途にあったとき、航路を誤り、カリア本土のシュルノスへ無事に逃れてそこに居住したと言われている。
§3.26.11τῆς δὲ χώρας τῆς Γερηνίας ὄρος Καλάθιόν ἐστιν·
ゲレニア地方にはカラティオンという山がある。
ἐν αὐτῷ Κλαίας ἱερὸν καὶ σπήλαιον παρʼ αὐτὸ τὸ ἱερόν, ἔσοδον μὲν στενήν, τὰ δὲ ἔνδον παρεχόμενον θέας ἄξια.
そこにはクライアの聖域があり、その聖域のすぐ傍に洞窟があるが、入口は狭いものの、内部は一見に値するものを見せている。
Γερηνίας δὲ ὡς ἐς μεσόγαιαν ἄνω τριάκοντα ἀπέχει σταδίους Ἀλαγονία, καὶ τὸ πόλισμα κατηρίθμησα ἤδη καὶ τοῦτο ἐν Ἐλευθερολάκωσι·
ゲレニアから内陸の方へ上ること三十スタディオン離れたところにアラゴニアがあり、この町もまた私はすでに自由ラコニア人の中に数え入れた。
θέας δὲ αὐτόθι ἄξια Διονύσου καὶ Ἀρτέμιδός ἐστιν ἱερά.
そこには一見に値するディオニュソスとアルテミスの聖域がある。