Humanitext Reader

パウサニアス · ギリシア案内記 §4.1.1-4.1.9

メッセニアの建国と偉大なる女神たちの秘儀の伝来

139 / 465 箇所 · ギリシア語

要旨

メッセニアの最初の支配者ポリュカオンとメッセネによる建国、およびエレウシスのカウコンやアテナイのリュコス、メタポスらによる「偉大なる神々」の秘儀の伝来と確立の歴史が、ホメロスの叙事詩やメタポスの碑文などの証言を交えて語られる。

§4.1.1Μεσσηνίοις δὲ πρὸς τὴν σφετέραν τὴν ἀπονεμηθεῖσαν ὑπὸ τοῦ βασιλέως ἐς τὸ Λακωνικὸν ὅροι κατὰ τὴν Γερηνίαν εἰσὶν ἐφʼ ἡμῶν ἡ ὀνομαζομένη Χοίριος νάπη.
メッセニア人にとって、皇帝によってラコニアの一部として彼らに割り当てられた自らの領土との境界は、ゲレニアの近くにある、私たちの時代にはコイリオス・ナペと呼ばれている場所である。
ταύτην τὴν χώραν ἔρημον οὖσαν οὕτω σχεῖν τοὺς πρώτους λέγουσιν οἰκήτορας·
この地が、まだ無人であったときに、最初の移住者たちによって以下のようにして獲得されたと人々は言っている。
ἀποθανόντος Λέλεγος, ὃς ἐβασίλευεν ἐν τῇ νῦν Λακωνικῇ, τότε δὲ ἀπʼ ἐκείνου Λελεγίᾳ καλουμένῃ, Μύλης μὲν πρεσβύτερος ὢν τῶν παίδων ἔσχε τὴν ἀρχήν, Πολυκάων δὲ νεώτερός τε ἦν ἡλικίᾳ καὶ διʼ αὐτὸ ἰδιώτης, ἐς ὃ Μεσσήνην τὴν Τριόπα τοῦ Φόρβαντος ἔλαβε γυναῖκα ἐξ Ἄργους.
現在ラコニアと呼ばれ、当時は彼にちなんでレレギアと呼ばれていた地域で王であったレレクスが死んだとき、息子のうち年長であったミュレスが支配権を握り、ポリュカオンは年若く、そのために一私人にすぎなかったが、ついにアルゴスから、ポルバスの子トリオパスの娘メッセネを妻として迎えるに至った。
§4.1.2φρονοῦσα δὲ ἡ Μεσσήνη διὰ τὸν πατέρα, ἀξιώματι καὶ δυνάμει τῶν τότε προέχοντα Ἑλλήνων, οὐκ ἠξίου τὸν ἄνδρα ἰδιωτεύειν.
しかし、メッセネは、当時のギリシア人の中で名声と実力において秀でていた父のゆえに高慢であり、夫が一私人のままでいることをよしとしなかった。
ἀθροίσαντες δὲ ἔκ τε Ἄργους δύναμιν καὶ ἐκ Λακεδαίμονος ἀφίκοντο ἐς ταύτην τὴν χώραν, καὶ συμπάσῃ μὲν ἐτέθη τῇ γῇ Μεσσήνη τὸ ὄνομα ἀπὸ τῆς Πολυκάονος γυναικός, πόλεις δὲ ἄλλαι τε ἐκτίσθησαν καὶ—ἔνθα τὰ βασίλεια κατεσκευάσθη σφίσιν—Ἀνδανία.
彼らはアルゴスとラケダイモンから軍勢を集めてこの地にやって来た。 そして土地全体に、ポリュカオンの妻にちなんでメッセネという名が与えられ、他の様々な都市とともに、彼らの王宮が建設されたアンダニアが創建された。
§4.1.3πρὸ δὲ τῆς μάχης, ἣν Θηβαῖοι πρὸς Λακεδαιμονίους ἐμαχέσαντο ἐν Λεύκτροις, καὶ τοῦ οἰκισμοῦ Μεσσήνης τῆς ἐφʼ ἡμῶν ὑπὸ τῇ Ἰθώμῃ, πόλιν οὐδεμίαν πω κληθῆναι πρότερον δοκῶ Μεσσήνην·
しかし、テーバイ人がレウクトラでラケダイモン人と戦った戦い、およびイトメ山の麓にある私たちの時代のメッセネの町の創建以前には、いかなる都市もそれまでメッセネと呼ばれたことはなかったと私は思う。
εἰκάζω δὲ οὐχ ἥκιστα Ὁμήρου τοῖς ἔπεσιν.
そして私は、何よりもホメロスの詩からそう推測している。
ἐν μὲν γὰρ καταλόγῳ τῶν ἐς Ἴλιον ἀφικομένων Πύλον καὶ Ἀρήνην καὶ ἄλλας καταλέγων οὐδεμίαν πόλιν Μεσσήνην ἐκάλεσεν·
というのも、イリオンに到着した人々のカタログにおいて、ピュロスやアレネやその他の都市を列挙しながらも、彼はどの都市もメッセネとは呼ばなかったからである。
ἐν Ὀδυσσείᾳ δὲ δηλοῖ μὲν καὶ ἐν τῷδε ἔθνος καὶ οὐ πόλιν τοὺς Μεσσηνίους ὄντας, " μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν, " §4.1.4σαφέστερον δὲ ἔτι περὶ τοῦ τόξου λέγων τοῦ Ἰφίτου " τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιιν οἴκῳ ἐν Ὀρτιλόχοιο.
また『オデュッセイア』においては、以下の箇所でも、メッセニア人が都市ではなく部族であることを示している。 「というのも、メッセニアの男たちがイタケから羊を奪い去ったからである」さらに、イピトスの弓について語る箇所ではいっそう明確である。
" τοῦ γὰρ Ὀρτιλόχου τὸν οἶκον ἐν τῇ Μεσσήνῃ πόλισμα εἴρηκε τὰς Φηράς, καὶ τόδε ἐξηγήσατο αὐτὸς ἐν Πεισιστράτου παρὰ Μενέλαον ἀποδημίᾳ·
「二人はメッセネのオルティロコスの家で互いに出会った」なぜなら、彼はメッセネにおけるオルティロコスの家を、ペライという町であると言っており、これ自身を、ペイシストラトスがメネラオスのもとを訪れた旅の記述において説明しているからである。
" ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα, υἱέος Ὀρτιλόχοιο. " §4.1.5πρῶτοι δʼ οὖν βασιλεύουσιν ἐν τῇ χώρᾳ ταύτῃ Πολυκάων τε ὁ Λέλεγος καὶ Μεσσήνη γυνὴ τοῦ Πολυκάονος.
「彼らはペライに行き、オルティロコスの子ディオクレスの家に到着した」ともかく、この地で最初に王となったのは、レレクスの子ポリュカオンと、ポリュカオンの妻メッセネであった。
παρὰ ταύτην τὴν Μεσσήνην τὰ ὄργια κομίζων τῶν Μεγάλων θεῶν Καύκων ἦλθεν ἐξ Ἐλευσῖνος ὁ Κελαινοῦ τοῦ Φλύου.
このメッセネのもとへ、偉大なる神々の秘儀をもたらして、エレウシスからプリュオスの子ケライノスの子であるカウコンがやって来た。
Φλῦον δὲ αὐτὸν Ἀθηναῖοι λέγουσι παῖδα εἶναι Γῆς·
アテナイ人は、このプリュオスは大地の子であると言っている。
ὁμολογεῖ δέ σφισι καὶ ὕμνος Μουσαίου Λυκομίδαις ποιηθεὶς ἐς Δήμητρα.
ムサイオスがリュコミダイ家のために作ったデメテルへの讃歌も、彼らの説と一致している。
§4.1.6τὴν δὲ τελετὴν τῶν Μεγάλων θεῶν Λύκος ὁ Πανδίονος πολλοῖς ἔτεσιν ὕστερον Καύκωνος προήγαγεν ἐς πλέον τιμῆς·
そして、偉大なる神々の入社式を、パンディオンの子リュコスは、カウコンの時代から何年も後になって、より高い栄誉へと高めた。
καὶ Λύκου δρυμὸν ἔτι ὀνομάζουσιν ἔνθα ἐκάθηρε τοὺς μύστας.
そして、彼が秘儀参入者たちを浄めた場所を、今でもリュコスの森と呼んでいる。
καὶ ὅτι μὲν δρυμός ἐστιν ἐν τῇ γῇ ταύτῃ Λύκου καλούμενος, Ῥιανῷ τῷ Κρητί ἐστι πεποιημένον " πάρ τε τρηχὺν Ἐλαιὸν ὑπὲρ δρυμόν τε Λύκοιο· " §4.1.7ὡς δὲ ὁ Πανδίονος οὗτος ἦν Λύκος, δηλοῖ τὰ ἐπὶ τῇ εἰκόνι ἔπη τῇ Μεθάπου.
そして、この地にリュコスと呼ばれる森があるということは、クレタのリアノスによって歌われている。 「険しいエライオンの傍ら、そしてリュコスの森の上を」そして、このリュコスがパンディオンの子であったことは、メタポスの肖像に刻まれた詩が示している。
μετεκόσμησε γὰρ καὶ Μέθαπος τῆς τελετῆς ἔστιν ἅ·
というのも、メタポスもまた入社式のいくつかの要素を改変したからである。
ὁ δὲ Μέθαπος γένος μὲν ἦν Ἀθηναῖος, τελεστὴς δὲ καὶ ὀργίων παντοίων συνθέτης.
このメタポスは、素性はアテナイ人であり、入社式の挙行者であり、様々な秘儀の創設者であった。
οὗτος καὶ Θηβαίοις τῶν Καβείρων τὴν τελετὴν κατεστήσατο, ἀνέθηκε δὲ καὶ ἐς τὸ κλίσιον τὸ Λυκομιδῶν εἰκόνα ἔχουσαν ἐπίγραμμα ἄλλα τε λέγον καὶ ὅσα ἡμῖν ἐς πίστιν συντελεῖ τοῦ λόγου·
彼はまた、テーバイ人に対してもカベイロイの入社式を確立し、リュコミダイ家の礼拝堂に肖像を奉納したが、そこには、他の事柄とともに、私たちの議論の信憑性を裏付ける事柄を記した碑文が刻まれていた。
§4.1.8" ἥγνισα δʼ Ἑρμείαο δόμους σεμνῆς τε κέλευθα Δάματρος καὶ πρωτογόνου Κούρας, ὅθι φασὶ Μεσσήνην θεῖναι Μεγάλαισι θεαῖσιν ἀγῶνα Φλυάδεω κλεινοῖο γόνου Καυκωνιάδαο.
「私はヘルメスの家々と、厳かなるデメテルおよび最初に生まれたクレーの道を清めた。 そこは、名高きプリュオスの子、カウコンの末裔の導きにより、メッセネが偉大なる女神たちのために競技を設けた場所と言われている。
θαύμασα δʼ ὡς σύμπαντα Λύκος Πανδιόνιος φὼς Ἀτθίδος ἱερὰ ἔργα παρʼ Ἀνδανίῃ θέτο κεδνῇ. "
また、私は、パンディオンの子である英雄リュコスが、アッティカの神聖な儀礼のすべてを、尊きアンダニアの地に確立したことに感嘆した。
§4.1.9τοῦτο τὸ ἐπίγραμμα δηλοῖ μὲν ὡς παρὰ τὴν Μεσσήνην ἀφίκοιτο ὁ Καύκων ἀπόγονος ὢν Φλύου, δηλοῖ δὲ καὶ τὰ ἐς τὸν Λύκον τά τε ἄλλα καὶ ὡς ἡ τελετὴ τὸ ἀρχαῖον ἦν ἐν Ἀνδανίᾳ.
」この碑文は、プリュオスの子孫であるカウコンがメッセネのもとにやって来たことを示しており、またリュコスに関する事柄や、とりわけその入社式が古くはアンダニアで行われていたことをも示している。
καί μοι καὶ τοῦτο εἰκὸς ἐφαίνετο, τὴν Μεσσήνην μὴ ἑτέρωθι, ἀλλὰ ἔνθα αὐτή τε καὶ Πολυκάων ᾤκουν, καταστήσασθαι τὴν τελετήν.
そして私には、メッセネが他の場所ではなく、彼女自身とポリュカオンが住んでいた場所にその入社式を確立したということは、もっともなことと思われる。

語釈・文法注

  1. 4.1.1πρὸς τὴν σφετέραν τὴν ἀπονεμηθεῖσαν ὑπὸ τοῦ βασιλέως ἐς τὸ Λακωνικὸν — 「皇帝(アウグストゥス)によってラコニア(自由ラコニア同盟)の一部としてメッセニア人に配分された彼らの土地に対して」の意味。σφετέραν はメッセニア人(複数)にとっての「自分たちの(土地)」を指す。ἐς τὸ Λακωνικόν は「ラコニアに属するものとして」と訳され、配分された領土の政治的帰属を示している。
  2. 4.1.8Φλυάδεω κλεινοῖο γόνου Καυκωνιάδαο — 韻文の一部。Φλυάδεω(プリュオスの子、イオン方言属格)は §4.1.5 で言及された祖先プリュオスに由来する呼称で、Καυκωνιάδαο(カウコンの末裔、ホメロス風属格)と並び、カウコンを指すか、あるいはその末裔を指す。ここでは属格が同格的に重ねられており、カウコンの系譜上の位置づけを誇る詩的表現となっている。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §4.1.1-4.1.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.1.1-4.1.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。