§3.26.1ἐς Θαλάμας δὲ ἐξ Οἰτύλου μῆκος τῆς ὁδοῦ στάδιοι περὶ τοὺς ὀγδοήκοντά εἰσι, κατὰ δὲ τὴν ὁδὸν ἱερόν ἐστιν Ἰνοῦς καὶ μαντεῖον.
オイテュロスからタラマイへの道のりの長さは約八十スタディオンであり、その道の途中にイノの聖域と神託所がある。
μαντεύονται μὲν οὖν καθεύδοντες, ὁπόσα δʼ ἂν πυθέσθαι δεηθῶσιν, ὀνείρατα δείκνυσί σφισιν ἡ θεός.
彼らは眠ることで神託を伺い、彼らが知りたいと望むいかなることも、女神が夢の中で彼らに示す。
χαλκᾶ δὲ ἕστηκεν ἀγάλματα ἐν ὑπαίθρῳ τοῦ ἱεροῦ, τῆς τε Πασιφάης καὶ Ἡλίου τὸ ἕτερον·
聖域の屋外にはブロンズの像が立っており、一方はパシパエのもので、もう一方はヘリオスのものである。
αὐτὸ δὲ τὸ ἐν τῷ ναῷ σαφῶς μὲν οὐκ ἦν ἰδεῖν ὑπὸ στεφανωμάτων, χαλκοῦν δὲ καὶ τοῦτο εἶναι λέγουσι.
神殿の中にある像自体は、花冠のせいで明瞭に見ることはできなかったが、これもブロンズ製であると言われている。
ῥεῖ δὲ καὶ ὕδωρ ἐκ πηγῆς ἱερᾶς πιεῖν ἡδύ·
また、聖なる泉から飲むのに心地よい水が流れている。
Σελήνης δὲ ἐπίκλησις καὶ οὐ Θαλαμάταις ἐπιχώριος δαίμων ἐστὶν ἡ Πασιφάη.
パシパエはセレネの異名であり、タラマイの人々にとって地元の神ではない。
§3.26.2Θαλαμῶν δὲ ἀπέχει σταδίους εἴκοσιν ὀνομαζομένη Πέφνος ἐπὶ θαλάσσῃ.
タラマイから二十スタディオン離れたところに、海辺のペプノスと呼ばれる場所がある。
πρόκειται δὲ νησὶς πέτρας τῶν μεγάλων οὐ μείζων, Πέφνος καὶ ταύτῃ τὸ ὄνομα·
その前方には大きな岩より大きくはない小島が浮かんでおり、これの名前もまたペプノスという。
τεχθῆναι δὲ ἐνταῦθα τοὺς Διοσκούρους φασὶν οἱ Θαλαμᾶται.
タラマイの人々は、ディオスクロイがここで生まれたと言っている。
τοῦτο μὲν δὴ καὶ Ἀλκμᾶνα ἐν ᾄσματι οἶδα εἰπόντα·
このことはアルクマンも歌の中で語っているのを私は知っている。
τραφῆναι δὲ οὐκέτι ἐν τῇ Πέφνῳ φασὶν αὐτούς, ἀλλὰ Ἑρμῆν τὸν ἐς Πελλάναν κομίσαντα εἶναι.
しかし、彼らが育てられたのはもはやペプノスではなく、ヘルメスが彼らをペラナへと運んで育てたのだと彼らは言っている。
§3.26.3ἐν ταύτῃ τῇ νησῖδι ἀγάλματα Διοσκούρων χαλκᾶ μέγεθος ποδιαῖα ἐν ὑπαίθρῳ τῆς νησῖδός ἐστιν·
この小島には、ディオスクロイのブロンズ像があり、大きさは一プースほどで、小島の屋外にある。
ταῦτα ἡ θάλασσα ἀποκινεῖν οὐκ ἐθέλει κατακλύζουσα ὥρᾳ χειμῶνος τὴν πέτραν.
冬の時期に海がこの岩を洗い流しても、これらの像を動かそうとはしない。
τοῦτό τε δὴ θαῦμά ἐστι καὶ οἱ μύρμηκες αὐτόθι λευκότερον ἢ ὡς μυρμήκων τὸ χρῶμα φαίνουσι.
このことは驚異であり、また、そこの蟻は通常の蟻の色よりも白く見える。
τὴν δὲ χώραν οἱ Μεσσήνιοι ταύτην αὑτῶν φασιν εἶναι τὸ ἀρχαῖον, ὥστε καὶ τοὺς Διοσκούρους μᾶλλόν τι αὑτοῖς καὶ οὐ Λακεδαιμονίοις προσήκειν νομίζουσιν.
メッセニア人々は、この土地が古くは自分たちのものであったと主張しており、したがって、ディオスクロイもラケダイモン人にではなく、むしろ自分たちにより深く属していると考えている。
§3.26.4Πέφνου δὲ στάδια εἴκοσιν ἀπέχει Λεῦκτρα.
ペプノスから二十スタディオン離れたところにレイクトラがある。
ἐφʼ ὅτῳ μὲν δή ἐστιν ὄνομα τῇ πόλει Λεῦκτρα, οὐκ οἶδα·
どういう理由でこの都市にレイクトラという名前があるのか、私は知らない。
εἰ δʼ ἄρα ἀπὸ Λευκίππου τοῦ Περιήρους, ὡς οἱ Μεσσήνιοί φασι, τούτου μοι δοκοῦσιν ἕνεκα οἱ ταύτῃ θεῶν μάλιστα Ἀσκληπιὸν τιμᾶν, ἅτε Ἀρσινόης παῖδα εἶναι τῆς Λευκίππου νομίζοντες.
しかしもし仮に、メッセニア人が言うように、ペリエレスの子レウキッポスに由来するのだとすれば、このためにここの人々は神々の中でも特にアスクレピオスを崇拝しているように私には思われる。 なぜなら彼をレウキッポスの娘アルシノエの子であると信じているからである。
λίθου δέ ἐστιν Ἀσκληπιοῦ τε ἄγαλμα καὶ Ἰνοῦς ἑτέρωθι.
そこには石造りのアスクレピオスの像があり、別の場所にはイノの像がある。
§3.26.5πεποίηται δὲ καὶ Κασσάνδρας τῆς Πριάμου ναὸς καὶ ἄγαλμα, Ἀλεξάνδρας ὑπὸ τῶν ἐγχωρίων καλουμένης·
また、プリアモスの子カッサンドラの神殿と像も作られており、彼女は地元の人々からはアレクサンドラと呼ばれている。
καὶ Ἀπόλλωνος Καρνείου ξόανά ἐστι κατὰ ταὐτὰ καθὰ δὴ καὶ Λακεδαιμονίων νομίζουσιν οἱ Σπάρτην ἔχοντες.
また、スパルタを領有するラケダイモン人が行っているのとまったく同じ作法で崇拝されているカルネイオス・アポロンの木像もある。
ἐπὶ δὲ τῆς ἀκροπόλεώς ἐστιν ἱερὸν καὶ ἄγαλμα Ἀθηνᾶς, καὶ Ἔρωτός ἐστιν ἐν Λεύκτροις ναὸς καὶ ἄλσος·
アクロポリスの上には、アテナの聖域と像がある。 またレイクトラにはエロスの神殿と聖林がある。
ὕδωρ δὲ ὥρᾳ χειμῶνος διαρρεῖ τὸ ἄλσος, τὰ δὲ φύλλα τῷ ἦρι ἀπὸ τῶν δένδρων πίπτοντα οὐκ ἂν ὑπὸ τοῦ ὕδατος οὐδὲ πλεονάσαντος παρενεχθείη.
冬の時期には水がこの聖林を流れ通るが、春に木々から落ちる葉は、水が氾濫したとしても、押し流されることはない。