Humanitext Reader

保萨尼亚斯 · 希腊志 §3.26.6-3.26.11

卡尔达米莱与格雷尼亚的圣所与传说

第 138 段,共 465 段 · 希腊语

内容简介

本段记述了在雷克特拉发现伊索马塔斯·宙斯神像的经过,并详细介绍了卡尔达米莱、格雷尼亚(古埃诺佩)以及阿拉戈尼亚等拉科尼亚与美塞尼亚边境附近城市的神话起源与圣所。

§3.26.6ὃ δὲ οἶδα ἐν τῇ πρὸς θαλάσσῃ χώρᾳ τῆς Λευκτρικῆς ἐπʼ ἐμοῦ συμβάν, γράφω.
然而,我将记下在我的时代里,发生在雷克特拉沿海地区、为我所知的一件事。
ἄνεμος πῦρ ἐς ὕλην ἐνεγκὼν τὰ πολλὰ ἠφάνισε τῶν δένδρων· ὡς δὲ ἀνεφάνη τὸ χωρίον ψιλόν, ἄγαλμα ἐνταῦθα ἱδρυμένον εὑρέθη Διὸς Ἰθωμάτα.
风将火带入树林,烧毁了大部分树木;当那片土地显露出来、变得光秃时,人们在此发现了一尊供奉着的伊索马塔斯·宙斯的神像。
τοῦτο οἱ Μεσσήνιοί φασι μαρτύριον εἶναί σφισι τὰ Λεῦκτρα τὸ ἀρχαῖον τῆς Μεσσηνίας εἶναι· δύναιτο δʼ ἂν καὶ Λακεδαιμονίων τὰ Λεῦκτρα ἐξ ἀρχῆς οἰκούντων ὁ Ἰθωμάτας Ζεὺς παρʼ αὐτοῖς ἔχειν τιμάς.
美塞尼亚人声称,这是证明雷克特拉自古属于美塞尼亚的证据;但即使拉刻代蒙人从一开始就居住在雷克特拉,伊索马塔斯·宙斯在他们中间受到崇拜也是有可能的。
§3.26.7Καρδαμύλη δέ, ἧς καὶ Ὅμηρος μνήμην ἐποιήσατο ἐν Ἀγαμέμνονος ὑποσχέσεσι δώρων, Λακεδαιμονίων ἐστὶν ὑπήκοος τῶν ἐν Σπάρτῃ, βασιλέως Αὐγούστου τῆς Μεσσηνίας ἀποτεμομένου.
至于卡尔达米莱(荷马在阿伽门农许诺赠礼时也曾提到过它),由于奥古斯都皇帝将它从美塞尼亚分割出去,它臣属于斯巴达的拉刻代蒙人。
ἀπέχει δὲ Καρδαμύλη θαλάσσης μὲν ὀκτὼ σταδίους, Λεύκτρων δὲ καὶ ἑξήκοντα.
卡尔达米莱距离大海八斯塔迪翁,距离雷克特拉六十斯塔迪翁。
ἐνταῦθα οὐ πόρρω τοῦ αἰγιαλοῦ τέμενος ἱερὸν τῶν Νηρέως θυγατέρων ἐστίν· ἐς γὰρ τοῦτο ἀναβῆναι τὸ χωρίον φασὶν ἐκ τῆς θαλάσσης αὐτὰς Πύρρον ὀψομένας τὸν Ἀχιλλέως, ὅτε ἐς Σπάρτην ἐπὶ τὸν Ἑρμιόνης ἀπῄει γάμον.
在那里,距离海滩不远处有一座涅柔斯之女们的圣所;因为据说她们从海里升到这个地方,是为了看望阿喀琉斯之子皮鲁斯,当时他正前往斯巴达去娶赫耳弥奥涅。
ἐν δὲ τῷ πολίσματι Ἀθηνᾶς τε ἱερὸν καὶ Ἀπόλλων ἐστὶ Κάρνειος, καθὰ Δωριεῦσιν ἐπιχώριον.
在城镇里有一座雅典娜的神殿和卡涅乌斯·阿波罗,这符合多利安人的本地习俗。
§3.26.8πόλιν δὲ ὀνομαζομένην ἐν τοῖς ἔπεσιν Ἐνόπην τοῖς Ὁμήρου, Μεσσηνίους ὄντας, ἐς δὲ τὸ συνέδριον συντελοῦντας τὸ Ἐλευθερολακώνων, καλοῦσιν ἐφʼ ἡμῶν Γερηνίαν.
在荷马的史诗中被称为埃诺佩的城市,其居民虽然是美塞尼亚人,但参加自由拉科尼亚人的议会,在我们的时代被称为格雷尼亚。
ἐν ταύτῃ τῇ πόλει Νέστορα οἱ μὲν τραφῆναι λέγουσιν, οἱ δὲ ἐς τοῦτο ἐλθεῖν φεύγοντα τὸ χωρίον, ἡνίκα Πύλος ἡλίσκετο ὑπὸ Ἡρακλέους.
在这座城市里,有人说涅斯托尔在此长大,也有人说当皮洛斯被赫拉克勒斯攻陷时,他逃到了这个地方。
§3.26.9ἐνταῦθα ἐν τῇ Γερηνίᾳ Μαχάονος τοῦ Ἀσκληπιοῦ μνῆμα καὶ ἱερόν ἐστιν ἅγιον, καὶ ἀνθρώποις νόσων ἰάματα παρὰ τῷ Μαχάονι ἔστιν εὑρέσθαι.
在这里的格雷尼亚,有阿斯克勒庇俄斯之子马卡昂的陵墓和神圣的圣所,人们可以在马卡昂那里找到疾病的治疗方法。
καὶ Ῥόδον μὲν τὸ χωρίον τὸ ἱερὸν ὀνομάζουσιν, ἄγαλμα δὲ τοῦ Μαχάονος χαλκοῦν ἐστιν ὀρθόν· ἐπίκειται δέ οἱ τῇ κεφαλῇ στέφανος, ὃν οἱ Μεσσήνιοι κίφος καλοῦσι τῇ ἐπιχωρίῳ φωνῇ.
他们称这个神圣的地方为罗多斯,那里有一尊直立的马卡昂青铜像;他的头上戴着一顶冠,美塞尼亚人在当地语言中称之为“基弗斯”。
Μαχάονα δὲ ὑπὸ Εὐρυπύλου τοῦ Τηλέφου τελευτῆσαί φησιν ὁ τὰ ἔπη ποιήσας τὴν μικρὰν Ἰλιάδα.
创作史诗《小伊利亚特》的诗人说,马卡昂是被泰勒福斯之子欧律皮罗斯杀害的。
§3.26.10διὸ καὶ τάδε αὐτὸς οἶδα περὶ τὸ Ἀσκληπιεῖον τὸ ἐν Περγάμῳ γινόμενα· ἄρχονται μὲν ἀπὸ Τηλέφου τῶν ὕμνων, προσᾴδουσι δὲ οὐδὲν ἐς τὸν Εὐρύπυλον, οὐδὲ ἀρχὴν ἐν τῷ ναῷ θέλουσιν ὀνομάζειν αὐτόν, οἷα ἐπιστάμενοι φονέα ὄντα Μαχάονος.
因此,我自己也知道关于帕加马的阿斯克勒庇俄斯神殿里发生的这些事:他们从泰勒福斯开始唱颂歌,但对欧律皮罗斯只字不提,甚至在神殿里也根本不想提到他的名字,因为他们知道他是杀害马卡昂的凶手。
ἀνασώσασθαι δὲ Νέστορα λέγεται τοῦ Μαχάονος τὰ ὀστᾶ· Ποδαλείριον δέ, ὡς ὀπίσω πορθήσαντες Ἴλιον ἐκομίζοντο, ἁμαρτεῖν τοῦ πλοῦ καὶ ἐς Σύρνον τῆς Καρικῆς ἠπείρου φασὶν ἀποσωθέντα οἰκῆσαι.
据说涅斯托尔收回了马卡昂的遗骨;至于波达莱里奥斯,人们说在攻陷伊利翁后他们返回时,他迷失了航向,安全逃到了卡里亚内陆的叙尔诺斯并定居在那里。
§3.26.11τῆς δὲ χώρας τῆς Γερηνίας ὄρος Καλάθιόν ἐστιν· ἐν αὐτῷ Κλαίας ἱερὸν καὶ σπήλαιον παρʼ αὐτὸ τὸ ἱερόν, ἔσοδον μὲν στενήν, τὰ δὲ ἔνδον παρεχόμενον θέας ἄξια.
在格雷尼亚地区有一座名为卡拉提翁的山;山上有克莱亚的圣所,紧邻该圣所的地方有一个洞穴,其入口虽然狭窄,但内部展现出的景象却值得一见。
Γερηνίας δὲ ὡς ἐς μεσόγαιαν ἄνω τριάκοντα ἀπέχει σταδίους Ἀλαγονία, καὶ τὸ πόλισμα κατηρίθμησα ἤδη καὶ τοῦτο ἐν Ἐλευθερολάκωσι· θέας δὲ αὐτόθι ἄξια Διονύσου καὶ Ἀρτέμιδός ἐστιν ἱερά.
从格雷尼亚向内陆方向往上走三十斯塔迪翁是阿拉戈尼亚,我也已经将这个城镇列入了自由拉科尼亚人之中;那里有值得一见的狄奥尼索斯和阿耳忒弥斯的圣所。

词汇与语法注释

  1. §3.26.6δύναιτο δʼ ἂν — 带有 ἄν 的祈愿语气(潜在祈愿语气),表示现在或未来的可能性或推测(“也有可能……”),而非对过去事实的虚拟语气。
  2. §3.26.8Μεσσηνίους ὄντας — 宾格分词短语,指代主句动词 καλοῦσιν(他们称)在上下文中的主语(即当地居民)。它并不修饰前面的 πόλιν(单数女性宾格),而是作为同位语修饰和说明居住在那里的人们(复数阳性宾格)。
  3. §3.26.10ἀρχὴν — 名词 ἀρχή(开始)的宾格形式用作副词,在否定句中表示“根本”、“完全(不)”。
  4. §3.26.11ἔσοδον μὲν στενήν — 关系宾格(所谓“限定宾格”),或省略了分词(如 ἔχον)的宾格短语。它限定性地修饰中性名词 σπήλαιον(洞穴),表示“就入口而言是狭窄的”。

引用这一段

保萨尼亚斯, 希腊志 §3.26.6-3.26.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.26.6-3.26.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。