Humanitext Reader

パウサニアス · ギリシア案内記 §3.25.1-3.25.10

ピュリコスとタイナロン岬の聖域と伝承

136 / 465 箇所 · ギリシア語

要旨

ピュリコスやタイナロン岬の地誌を巡り、そこにある聖域や、シレノスやヘラクレスの冥府の犬(ケルベロス)にまつわる伝承とヘカタイオスの合理的な解釈などを紹介する。

§3.25.1προελθόντι δὲ ἀπὸ τοῦ μνήματος ἐκδίδωσιν ἐς θάλασσαν ποταμός, ὄνομα δέ οἱ Σκύρας, ὅτι κατὰ τοῦτον ἀνώνυμον τέως ὄντα Πύρρος ὁ Ἀχιλλέως ἔσχε ταῖς ναυσίν, ἡνίκα ἐπὶ τὸν Ἑρμιόνης γάμον ἔπλευσεν ἐκ Σκύρου.
この墓から進むと、海に注ぐ川があり、その名はスキュラスという。 なぜなら、この川のところで以前は名もなかったが、アキレウスの子ピュロスがスキュロス島からヘルミオネとの結婚のために航海した時に船を寄せたからである。
διαβάντων δὲ τὸν ποταμὸν ἔστιν ἱερὸν ἀρχαῖον ἀπωτέρω Διὸς βωμοῦ.
川を渡ると、ゼウスの祭壇から少し離れたところに古い聖域がある。
τοῦ ποταμοῦ δὲ σταδίους τεσσαράκοντα ἀπέχει Πύρριχος ἐν μεσογαίᾳ.
この川から内陸へ四十スタディオン離れたところにピュリコスがある。
τὸ δὲ ὄνομα τῇ πόλει γενέσθαι φασὶν ἀπὸ Πύρρου τοῦ Ἀχιλλέως, οἱ δὲ εἶναι θεὸν Πύρριχον τῶν καλουμένων §3.25.2Κουρήτων·
この都市の名はアキレウスの子ピュロスに由来すると言われているが、別の人々は、いわゆるクレスたちの神であるピュリコスから名付けられたのだと言っている。
εἰσὶ δὲ οἳ Σιληνὸν ἐκ Μαλέας ἐλθόντα ἐνταῦθα λέγουσιν οἰκῆσαι.
また、マレアからやって来たシレノスがここに住み着いたのだと言う者たちもいる。
τραφῆναι μὲν δὴ τὸν Σιληνὸν ἐν τῇ Μαλέᾳ δηλοῖ καὶ τάδε ἐξ ᾄσματος Πινδάρου " ὁ ζαμενὴς δὲ ὁ χοροιτύπος, ὃν Μαλέας ὄρος ἔθρεψε, Ναΐδος ἀκοίτας, Σιληνός·
シレノスがマレアで育てられたことは、ピンダロスの歌の次の一節からも明らかである。 "「猛々しき踊り拍子、マレアの山が育みし、ナイアスの夫、シレノス。
" ὡς δὲ καὶ Πύρριχος ὄνομα ἦν αὐτῷ, Πινδάρῳ μὲν οὐκ ἔστιν εἰρημένον, λέγουσι δὲ οἱ περὶ τὴν Μαλέαν οἰκοῦντες.
」 "しかし、彼にピュリコスという名もあったということは、ピンダロスは語っていないが、マレアの周辺に住む人々がそう言っている。
§3.25.3ἔστι δὲ ἐν τῇ Πυρρίχῳ φρέαρ ἐν τῇ ἀγορᾷ, δοῦναι δέ σφισι τὸν Σιληνὸν νομίζουσι·
ピュリコスの広場には井戸があり、人々はそれをシレノスが彼らに与えたものと信じている。
σπανίζοιέν τʼ ἂν ὕδατος, εἰ τὸ φρέαρ τοῦτο ἐπιλείποι.
もしこの井戸が枯れるようなことがあれば、彼らは水に困るであろう。
θεῶν δὲ ἐν τῇ γῇ σφισιν ἱερά ἐστιν Ἀρτέμιδός τε ἐπίκλησιν Ἀστρατείας, ὅτι τῆς ἐς τὸ πρόσω στρατείας ἐνταῦθα ἐπαύσαντο Ἀμαζόνες, καὶ Ἀπόλλων Ἀμαζόνιος·
彼らの土地にある神々の聖域としては、「アストラテイア」という異名を持つアルテミスのものがある。 これはアマゾンたちがそれ以上の遠征をここで止めたからである。 また、アマゾニオス・アポロンの聖域もある。
ξόανα μὲν ἀμφότερα, ἀναθεῖναι δὲ λέγουσιν αὐτὰ τὰς ἀπὸ Θερμώδοντος γυναῖκας.
どちらも木像であり、テルモドン川から来た女たちがこれらを奉納したと言われている。
§3.25.4ἀπὸ δὲ Πυρρίχου καταβάντι ἐς θάλασσαν ἔστι Τευθρώνη·
ピュリコスから海へと下るとテウトロネがある。
τὸν δὲ οἰκιστὴν οἱ ταύτῃ Τεύθραντα Ἀθηναῖον ὄντα ἀποφαίνουσι, τιμῶσι δὲ θεῶν μάλιστα Ἰσσωρίαν Ἄρτεμιν, καὶ πηγή σφισίν ἐστι Ναΐα.
ここの人々は、建国者をアテナイ人であるテウトラスであると主張しており、神々の中では特にイッソリア・アルテミスを崇拝している。 また彼らにはナイアという泉がある。
Τευθρώνης δὲ ἀπέχει πεντήκοντα καὶ ἑκατὸν σταδίους ἐς θάλασσαν ἀνέχουσα ἄκρα Ταίναρον, καὶ λιμένες ὅ τε Ἀχίλλειός ἐστι καὶ Ψαμαθοῦς, ἐπὶ δὲ τῇ ἄκρᾳ ναὸς εἰκασμένος σπηλαίῳ καὶ πρὸ αὐτοῦ Ποσειδῶνος ἄγαλμα.
テウトロネから百五十スタディオン離れたところには、海に突き出たタイナロン岬があり、港としてはアキレイオスとプサマトゥスがある。 岬の上には洞窟に似せて作られた神殿があり、その前にはポセイドンの像が立っている。
§3.25.5ἐποίησαν δὲ Ἑλλήνων τινὲς ὡς Ἡρακλῆς ἀναγάγοι ταύτῃ τοῦ Ἅιδου τὸν κύνα, οὔτε ὑπὸ γῆν ὁδοῦ διὰ τοῦ σπηλαίου φερούσης οὔτε ἕτοιμον ὂν πεισθῆναι θεῶν ὑπόγαιον εἶναί τινα οἴκησιν ἐς ἣν ἀθροίζεσθαι τὰς ψυχάς.
ギリシア人の中には、ヘラクレスがこの場所から冥府の犬を連れ出したとする詩を作った者たちがいるが、洞窟を通って地下へと通じる道があるわけでもなく、魂が集まるような神々の地下の住処が存在すると信じるのも容易ではない。
ἀλλὰ Ἑκαταῖος μὲν ὁ Μιλήσιος λόγον εὗρεν εἰκότα, ὄφιν φήσας ἐπὶ Ταινάρῳ τραφῆναι δεινόν, κληθῆναι δὲ Ἅιδου κύνα, ὅτι ἔδει τὸν δηχθέντα τεθνάναι παραυτίκα ὑπὸ τοῦ ἰοῦ, καὶ τοῦτον ἔφη τὸν ὄφιν ὑπὸ Ἡρακλέους ἀχθῆναι παρʼ Εὐρυσθέα·
しかし、ミレトスのヘカタイオスは、タイナロンで恐ろしい大蛇が育てられ、それが「冥府の犬」と呼ばれたのだと主張することによって、もっともらしい説明を見出した。 噛まれた者はその毒によって直ちに死なねばならなかったからである。 そして彼は、この大蛇がヘラクレスによってエウリュステウスのもとへ連れて行かれたのだと言った。
§3.25.6Ὅμηρος δὲ— πρῶτος γὰρ ἐκάλεσεν Ἅιδου κύνα ὅντινα Ἡρακλῆς ἦγεν —οὔτε ὄνομα ἔθετο οὐδὲν οὔτε συνέπλασεν ἐς τὸ εἶδος ὥσπερ ἐπὶ τῇ Χιμαίρᾳ·
しかしホメロスは――彼こそがヘラクレスの連れて行ったものを「冥府の犬」と最初に呼んだのだが――それにいかなる名前も与えず、キマイラの場合のようにその姿を作り上げることもなかった。
οἱ δὲ ὕστερον Κέρβερον ὄνομα ἐποίησαν καὶ κυνὶ τἄλλα εἰκάζοντες κεφαλὰς τρεῖς φασιν ἔχειν αὐτὸν, οὐδέν τι μᾶλλον Ὁμήρου κύνα τὸν ἀνθρώπῳ σύντροφον εἰρηκότος ἢ εἰ δράκοντα ὄντα ἐκάλεσεν Ἅιδου κύνα.
後代の人々が「ケルベロス」という名前を作り、他の点では犬に似せつつ、それには三つの頭があると語っているが、これはホメロスが人間に馴れ親しんだ犬を意味して「犬」と言ったというよりは、それが大蛇であったために「冥府の犬」と呼んだかのようである。
§3.25.7ἀναθήματα δὲ ἄλλα τέ ἐστιν ἐπὶ Ταινάρῳ καὶ Ἀρίων ὁ κιθαρῳδὸς χαλκοῦς ἐπὶ δελφῖνος.
タイナロンには他にもいくつかの奉納品があり、イルカに乗ったブロンズ製のキタラ弾きアリオンの像もある。
τὰ μὲν οὖν ἐς αὐτὸν Ἀρίονα καὶ τὰ ἐπὶ τῷ δελφῖνι Ἡρόδοτος εἶπεν ἀκοὴν ἐν τῇ Λυδίᾳ συγγραφῇ·
アリオン自身のことやイルカについてのことは、ヘロドトスが『リュディア書』の中で聞き書きとして語っている。
τὸν δὲ ἐν Ποροσελήνῃ δελφῖνα τῷ παιδὶ σῶστρα ἀποδιδόντα, ὅτι συγκοπέντα ὑπὸ ἁλιέων αὐτὸν ἰάσατο, τοῦτον τὸν δελφῖνα εἶδον καὶ καλοῦντι τῷ παιδὶ ὑπακούοντα καὶ φέροντα, ὁπότε ἐποχεῖσθαί οἱ βούλοιτο.
しかし、ポロセレネにおいて、漁師たちに切り刻まれた自分を治療してくれた謝礼として少年に命の恩を返したイルカを、私を実際に見た。 それは少年が呼ぶと従い、少年が乗ることを望むときにはいつでも彼を背に乗せて運んでいた。
§3.25.8ἔστι δὲ ἐπὶ Ταινάρῳ καὶ πηγή, νῦν μὲν οὐδὲν ὥστε καὶ θαῦμα εἶναι παρεχομένη, πρότερον δὲ τοῖς ἐνιδοῦσιν ἐς τὸ ὕδωρ τοὺς λιμένας—φασὶ— καὶ τὰς ναῦς θεάσασθαι παρεῖχε.
タイナロンには泉もあるが、今では驚嘆に値するようなものは何も見せてくれない。 しかし以前は、その水を覗き込む人々に、港や船を見せていたと言われている。
τοῦτο ἔπαυσε γυνὴ τὸ ὕδωρ μὴ καὶ τοῦ λοιποῦ τοιαῦτα ἐπιδείκνυσθαι, μεμιασμένην ἐναποπλύνασα ἐσθῆτα.
ある女がその中で汚れた衣服を洗ったため、この水は以後そのようなものを映し出すのを止めてしまった。
§3.25.9Ταινάρου δὲ τῆς ἄκρας πλοῦν ὅσον τεσσαράκοντα σταδίων ἀφέστηκε Καινήπολις·
タイナロン岬から航路で四十スタディオンほど離れたところにカイネポリスがある。
ὄνομα δὲ ἦν πάλαι καὶ ταύτῃ Ταίναρον.
この町も古くはタイナロンという名前であった。
ἐν αὐτῇ δὲ μέγαρον Δήμητρος καὶ ἐπὶ θαλάσσῃ ναός ἐστιν Ἀφροδίτης καὶ ἄγαλμα ὀρθὸν λίθου.
そこにはデメテルの神殿があり、海辺にはアプロディテの神殿と石造りの立像がある。
ἐντεῦθεν ἀποσχόντι τριάκοντα σταδίους Θυρίδες ἄκρα Ταινάρου καὶ πόλεως ἐρείπια Ἱππόλας ἐστίν, ἐν δὲ αὐτοῖς Ἀθηνᾶς ἱερὸν Ἱππολαΐτιδος·
そこから三十スタディオン離れたところには、タイナロンのテュリデス岬と、ヒッポラという都市の遺跡があり、その中にはヒッポライティス・アテナの聖域がある。
ὀλίγον δὲ ἀπωτέρω Μέσσα πόλις καὶ λιμήν.
そこから少し離れたところにメッサの都市と港がある。
§3.25.10ἀπὸ τούτου στάδια τοῦ λιμένος πεντήκοντά ἐστι καὶ ἑκατὸν ἐπὶ Οἴτυλον·
この港からオイテュロスまでは百五十スタディオンである。
ὁ δὲ ἥρως ἀφʼ οὗ τῇ πόλει τὸ ὄνομα ἐγένετο, Ἀργεῖος τὸ ἀνέκαθεν, Ἀμφιάνακτος υἱὸς ὢν τοῦ Ἀντιμάχου.
都市の名前の由来となった英雄は、もともとアルゴス人であり、アンティマコスの子アムピアナクスであった。
θέας δὲ ἄξια ἐν Οἰτύλῳ Σαράπιδός ἐστιν ἱερὸν καὶ ἐν τῇ ἀγορᾷ Καρνείου ξόανον Ἀπόλλωνος.
オイテュロスで見応えのあるものとしては、サラピスの聖域があり、広場にはカルネイオス・アポロンの木像がある。

語釈・文法注

  1. 3.25.1προελθόντι — 地理案内で視点や条件(「進む者にとって」)を示すための与格分詞単数形。
  2. 3.25.1διαβάντων — 一般の人々を主語とするため、意味上の主語が省略された属格絶対(複数現在)。「人々が(川を)渡ると」。
  3. 3.25.3σπανίζοιέν τʼ ἂν ... ἐπιλείποι — 主節が ἄν + 希求法(σπανίζοιεν ἄν)、条件節が εἰ + 希求法(ἐπιλείποι)となる、潜在的(あるいは将来の可能性に関する仮定的な)条件文。
  4. 3.25.6οὐδέν τι μᾶλλον ... ἢ εἰ ... — 「〜というよりは、むしろ〜であるかのようである」という比較構文。ホメロスが「犬」と呼んだのは人間と暮らす犬を指していたというより、実際は大蛇であった怪物をそう呼んだのに過ぎないのではないか、と後世の解釈(三つ頭の犬)の根拠の薄さを指摘している。
  5. 3.25.8ἔπαυσε ... μὴ ... ἐπιδείκνυσθαι — 妨害や制止を意味する動詞(ἔπαυσε)に、否定の不定詞(μὴ ... ἐπιδείκνυσθαι)が続く二重否定(冗長否定)の構文。「水がこれ以上示すことを止めた(防いだ)」。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §3.25.1-3.25.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.25.1-3.25.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。