Humanitext Reader

パウサニアス · ギリシア案内記 §3.18.10-3.18.16

アミュクライのアポロンの玉座を飾る神話彫刻

126 / 465 箇所 · ギリシア語

要旨

アミュクライのアミュクライオス神殿にある、バテュクレス作の壮麗な王座を飾る無数の神話的彫刻群(ヘラクレス、テセウス、アキレウスなどの神話場面)について詳細に説明する。

§3.18.10ἀνέχουσιν ἔμπροσθεν αὐτόν, κατὰ ταὐτὰ δὲ καὶ ὀπίσω, Χάριτές τε δύο καὶ Ὧραι δύο·
前方において彼を支え、同様に後方においても、二柱のカリスと二柱のホライが支えている。
ἐν ἀριστερᾷ δὲ Ἔχιδνα ἕστηκε καὶ Τυφώς, ἐν δεξιᾷ δὲ Τρίτωνες.
左にはエキドナとテュポンが立っており、右にはトリトンたちが立っている。
τὰ δὲ ἐπειργασμένα καθʼ ἕκαστον ἐπʼ ἀκριβὲς διελθεῖν ὄχλον τοῖς ἐπιλεξομένοις παρέξειν ἔμελλεν·
レリーフのそれぞれを詳細に正確に説明することは、読者に退屈を与えることになるだろう。
ὡς δὲ δηλῶσαι συλλαβόντι, ἐπεὶ μηδὲ ἄγνωστα τὰ πολλὰ ἦν, Ταϋγέτην θυγατέρα Ἄτλαντος καὶ ἀδελφὴν αὐτῆς Ἀλκυόνην φέρουσι Ποσειδῶν καὶ Ζεύς.
しかし、大部分のものはよく知られていることでもあるので、かいつまんで説明すれば、アトラスの娘タユゲテとその姉妹アルキュオネを、ポセイドンとゼウスが運んでいる。
ἐπείργασται δὲ καὶ Ἄτλας καὶ Ἡρακλέους μονομαχία πρὸς Κύκνον καὶ ἡ παρὰ Φόλῳ τῶν Κενταύρων μάχη.
アトラスも、ヘラクレスとキュクノスの決闘も、またポロスのもとでのケンタウロスたちとの戦いも描かれている。
§3.18.11τὸν δὲ Μίνω καλούμενον Ταῦρον οὐκ οἶδα ἀνθʼ ὅτου πεποίηκε Βαθυκλῆς δεδεμένον τε καὶ ἀγόμενον ὑπὸ Θησέως ζῶντα·
バテュクレスがどういうわけで、ミノスの牛と呼ばれる「タウロス」を、テセウスによって縛られ、生きたまま連行されている姿に作ったのか、私にはわからない。
καὶ Φαιάκων χορός ἐστιν ἐπὶ τῷ θρόνῳ καὶ ᾄδων ὁ Δημόδοκος·
また、玉座の上にはパイアケス人の踊りがあり、歌うデモドコスがいる。
Περσέως τε τὸ ἔργον πεποίηται τὸ ἐς Μέδουσαν.
また、メドゥーサに対するペルセウスの偉業も描かれている。
παρέντι δὲ Ἡρακλέους μάχην πρὸς Θούριον τῶν γιγάντων καὶ Τυνδάρεω πρὸς Εὔρυτον, ἔστιν ἁρπαγὴ τῶν Λευκίππου θυγατέρων·
ヘラクレスのギガスの一人トゥリオスとの戦いや、テュンダレオスのエウリュトスとの戦いを省けば、レウキッポスの娘たちの略奪がある。
Διόνυσον δὲ καὶ Ἡρακλέα, τὸν μὲν παῖδα ἔτι ὄντα ἐς οὐρανόν ἐστιν Ἑρμῆς φέρων, Ἀθηνᾶ δὲ ἄγουσα Ἡρακλέα συνοικήσοντα ἀπὸ τούτου θεοῖς.
ディオニュソスとヘラクレスについては、前者はまだ子供であるうちにヘルメスが天へと運んでおり、アテナはヘラクレスを、これ以降神々と同居させるために導いている。
§3.18.12παραδίδωσι δὲ καὶ Πηλεὺς Ἀχιλλέα τραφησόμενον παρὰ Χίρωνι, ὃς καὶ διδάξαι λέγεται·
ペレウスも、ケイロンのもとで養育されるためにアキレウスを引き渡しており、このケイロンが彼を教えたとも言われている。
Κέφαλος δὲ τοῦ κάλλους ἕνεκα ὑπὸ Ἡμέρας ἐστὶν ἡρπασμένος, καὶ ἐς τὸν γάμον τὸν Ἁρμονίας δῶρα κομίζουσιν οἱ θεοί.
ケパロスはその美しさゆえにヘメラにさらわれており、また神々はハルモニアの結婚式に贈り物を携えてきている。
καὶ Ἀχιλλέως μονομαχία πρὸς Μέμνονα ἐπείργασται, Διομήδην τε Ἡρακλῆς τὸν Θρᾷκα καὶ ἐπʼ Εὐήνῳ τῷ ποταμῷ Νέσσον τιμωρούμενος.
アキレウスとメムノンの決闘も描かれており、またヘラクレスがトラキアのディオメデスを、そしてエウエノス川でネッソスを懲らしめている。
Ἑρμῆς δὲ παρʼ Ἀλέξανδρον κριθησομένας ἄγει τὰς θεάς, Ἄδραστος δὲ καὶ Τυδεὺς Ἀμφιάραον καὶ Λυκοῦργον τὸν Πρώνακτος μάχης καταπαύουσιν.
ヘルメスは女神たちを審判を受けるためにアレクサンドロスのもとへ連れていき、アドラストスとテュデウスは、アムピアラオスとプロナクスの息子リュクルゴスの戦いを止めさせている。
§3.18.13Ἥρα δὲ ἀφορᾷ πρὸς Ἰὼ τὴν Ἰνάχου βοῦν οὖσαν ἤδη, καὶ Ἀθηνᾶ διώκοντα ἀποφεύγουσά ἐστιν Ἥφαιστον.
ヘラは、すでに牝牛となっているイナコスの娘イオを注視しており、アテナは追いかけてくるヘパイストスから逃げている。
ἐπὶ δὲ τούτοις Ἡρακλέους πεποίηται τῶν ἔργων τὸ ἐς τὴν ὕδραν καὶ ὡς ἀνήγαγε τοῦ Ἅιδου τὸν κύνα.
これらの上には、ヘラクレスの功業のうち、ヒュドラに関するもの、および彼がハデスの犬を連れ戻した場面が描かれている。
Ἀναξίας δὲ καὶ Μνασίνους, τούτων μὲν ἐφʼ ἵππου καθήμενός ἐστιν ἑκάτερος, Μεγαπένθην δὲ τὸν Μενελάου καὶ Νικόστρατον ἵππος εἷς φέρων ἐστίν.
アナクシアスとムナシノウスについては、それぞれが馬に乗っており、メネラオスの息子メガペンテスとニコストラトスについては、一頭の馬が二人を乗せている。
ἀναιρεῖ δὲ καὶ Βελλεροφόντης τὸ ἐν Λυκίᾳ θηρίον, καὶ Ἡρακλῆς τὰς Γηρυόνου βοῦς ἐλαύνει.
ベレロポンテスはリュキアの怪物(キマイラ)を退治しており、ヘラクレスはゲリュオネスの牛たちを駆り立てている。
§3.18.14τοῦ θρόνου δὲ πρὸς τοῖς ἄνω πέρασιν ἐφʼ ἵππων ἑκατέρωθέν εἰσιν οἱ Τυνδάρεω παῖδες·
玉座の上端の両側には、馬に乗ったテュンダレオスの息子たちがいる。
καὶ σφίγγες τέ εἰσιν ὑπὸ τοῖς ἵπποις καὶ θηρία ἄνω θέοντα, τῇ μὲν πάρδαλις, κατὰ δὲ τὸν Πολυδεύκην λέαινα.
馬の下にはスピンクスたちがあり、上方へ走る獣たち、すなわち一方にはヒョウが、ポリュデウケスの側には雌ライオンがある。
ἀνωτάτω δὲ χορὸς ἐπὶ τῷ θρόνῳ πεποίηται, Μάγνητες οἱ συνειργασμένοι Βαθυκλεῖ τὸν θρόνον.
最も高い部分には、玉座の上に(踊る)群像が描かれており、これらはバテュクレスとともに玉座を製作したマグネシア人たちである。
§3.18.15ὑπελθόντι δὲ ὑπὸ τὸν θρόνον τὰ ἔνδον ἀπὸ τῶν Τριτώνων ὑός ἐστι θήρα τοῦ Καλυδωνίου καὶ Ἡρακλῆς ἀποκτείνων τοὺς παῖδας τοὺς Ἄκτορος, Κάλαϊς δὲ καὶ Ζήτης τὰς Ἁρπυίας Φινέως ἀπελαύνουσιν·
玉座の下に入り、トリトンたちから内側の部分を見ていくと、カリュドンの猪の狩りがあり、ヘラクレスがアクトルの息子たちを殺す場面があり、カライスとゼテスはピネウスからハルピュイアたちを追い払っている。
Πειρίθους τε καὶ Θησεὺς ἡρπακότες εἰσὶν Ἑλένην καὶ ἄγχων Ἡρακλῆς τὸν λέοντα, Τιτυὸν δὲ Ἀπόλλων τοξεύει καὶ Ἄρτεμις·
ペイリトオスとテセウスはヘレネをさらっており、ヘラクレスはライオンを絞め殺しており、アポロンとアルテミスはティテュオスを射ている。
§3.18.16Ἡρακλέους τε πρὸς Ὄρειον Κένταυρον μάχη πεποίηται καὶ Θησέως πρὸς Ταῦρον τὸν Μίνω.
ヘラクレスのケンタウロス・オレイオスとの戦いが描かれており、またテセウスのミノスの牛との戦いもある。
πεποίηται δὲ καὶ ἡ πρὸς Ἀχελῷον Ἡρακλέους πάλη καὶ τὰ λεγόμενα ἐς Ἥραν, ὡς ὑπὸ Ἡφαίστου δεθείη, καὶ ὃν Ἄκαστος ἔθηκεν ἀγῶνα ἐπὶ πατρὶ καὶ τὰ ἐς Μενέλαον καὶ τὸν Αἰγύπτιον Πρωτέα ἐν Ὀδυσσείᾳ.
また、ヘラクレスのアケロオスとの格闘も描かれており、ヘラがヘパイストスによって縛られたという話や、アカストスが父のために催した競技会、そして『オデュッセイア』にあるメネラオスとエジプトのプロテウスに関する話もある。
τελευταῖα Ἄδμητός τε ζευγνύων ἐστὶν ὑπὸ τὸ ἅρμα κάπρον καὶ λέοντα καὶ οἱ Τρῶες ἐπιφέροντες χοὰς Ἕκτορι.
最後には、アドメトスが戦車に猪とライオンを繋いでいる場面、そしてトロイア人たちがヘクトルに灌頂を捧げている場面がある。

語釈・文法注

  1. 3.18.10διελθεῖν — 不定詞 `διελθεῖν`(「詳細に説明すること」)は、主節の動詞 `ἔμελλεν` の文法上の主語として機能している。`ὄχλον`(「退屈、煩わしさ」)は対格不定詞構文 `παρέξειν`(「与えること」)の意味上の目的語であり、全体として「詳細に説明することは読者に退屈を与えることになるだろう」という事態の必然性を表す構造になっている。
  2. 3.18.11παρέντι — 与格分詞 `παρέντι`(「省略する人にとって」)は、特定の行為を行う主体を想定した関係者の与格であり、「〜を省略すれば、〜がある」という仮定・条件のニュアンスを文脈に付与している。
  3. 3.18.12τραφησόμενον — 未来分詞 `τραφησόμενον`(「養育されるための」)は、主節の動詞の目的や意図を表す副詞的用法として用いられている。
  4. 3.18.15ὑπελθόντι — 3.18.11の `παρέντι` と同様に、与格分詞が特定の行動をとる読者を想定し、「(玉座の)下に入って見る人にとっては、〜がある」という条件や視点の移動を示している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §3.18.10-3.18.16. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.18.10-3.18.16

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。