§3.19.1τοῦ θρόνου δὲ ᾗ καθίζοιτο ἂν ὁ θεός, οὐ διὰ παντὸς κατὰ τοῦτο συνεχοῦς ὄντος ἀλλὰ καθέδρας παρεχομένου πλείονας, παρὰ δὲ καθέδραν ἑκάστην ὑπολειπομένης καὶ εὐρυχωρίας, τὸ μέσον ἐστὶν εὐρυχωρὲς μάλιστα καὶ τὸ ἄγαλμα ἐνταῦθα ἐνέστηκε.
補足的に説明すれば、神が座るであろう場所においては、玉座は全体にわたって連続しているのではなく、むしろ複数の座席を提供しており、それぞれの座席の傍らには空きスペースも残されているので、中央部が最も広くなっており、そこに神像が立っている。
§3.19.2μέγεθος δὲ αὐτοῦ μέτρῳ μὲν οὐδένα ἀνευρόντα οἶδα, εἰκάζοντι δὲ καὶ τριάκοντα εἶναι φαίνοιντο ἂν πήχεις.
その大きさについて、実測によってそれを突き止めた人を私は誰も知らないが、推測する者には、三十キュビットもあるように見えるだろう。
ἔργον δὲ οὐ Βαθυκλέους ἐστίν, ἀλλὰ ἀρχαῖον καὶ οὐ σὺν τέχνῃ πεποιημένον·
これはバテュクレスの作ではなく、古代のもので、高度な技術もなく作られている。
ὅτι γὰρ μὴ πρόσωπον αὐτῷ καὶ πόδες εἰσὶν ἄκροι καὶ χεῖρες, τὸ λοιπὸν χαλκῷ κίονί ἐστιν εἰκασμένον.
というのも、顔と、両足の先端と、両手があるのを除けば、残りの部分は青銅の柱に似せて作られているからである。
ἔχει δὲ ἐπὶ τῇ κεφαλῇ κράνος, λόγχην δὲ ἐν ταῖς χερσὶ καὶ τόξον.
頭には兜をかぶり、両手には槍と弓を持っている。
§3.19.3τοῦ δὲ ἀγάλματος τὸ βάθρον παρέχεται μὲν βωμοῦ σχῆμα, τεθάφθαι δὲ τὸν Ὑάκινθον λέγουσιν ἐν αὐτῷ, καὶ Ὑακινθίοις πρὸ τῆς τοῦ Ἀπόλλωνος θυσίας ἐς τοῦτον Ὑακίνθῳ τὸν βωμὸν διὰ θύρας χαλκῆς ἐναγίζουσιν·
この神像の台座は祭壇の形状を呈しており、その中にヒュアキントスが葬られていると言われている。 そしてヒュアキントス祭には、アポロンへの犠牲に先立って、この祭壇の中へ青銅の扉を通ってヒュアキントスに死者への供え物を捧げる。
ἐν ἀριστερᾷ δέ ἐστιν ἡ θύρα τοῦ βωμοῦ.
祭壇の扉は左側にある。
ἐπείργασται δὲ τῷ βωμῷ τοῦτο μὲν ἄγαλμα Βίριδος, τοῦτο δὲ Ἀμφιτρίτης καὶ Ποσειδῶνος·
この祭壇には、一方にはイリスの像が、他方にはアムピトリテとポセイドンが浮き彫りされている。
Διὸς δὲ καὶ Ἑρμοῦ διαλεγομένων ἀλλήλοις πλησίον Διόνυσος ἑστήκασι καὶ Σεμέλη, παρὰ δὲ αὐτὴν Ἰνώ.
また、ゼウスとヘルメスが互いに語り合っているその近くに、ディオニュソスとセメレが立っており、彼女の傍らにはイノがいる。
§3.19.4πεποίηται δὲ ἐπὶ τοῦ βωμοῦ καὶ ἡ Δημήτηρ καὶ Κόρη καὶ Πλούτων, ἐπὶ δὲ αὐτοῖς Μοῖραί τε καὶ Ὧραι, σὺν δέ σφισιν Ἀφροδίτη καὶ Ἀθηνᾶ τε καὶ Ἄρτεμις·
また祭壇の上には、デメテルとコレとプルトンが描かれており、彼女らの上には運命の女神たちと季節の女神たちが、そして彼女たちとともにアプロディテとアテナとアルテミスが描かれている。
κομίζουσι δʼ ἐς οὐρανὸν Ὑάκινθον καὶ Πολύβοιαν, Ὑακίνθου καθὰ λέγουσιν ἀδελφὴν ἀποθανοῦσαν ἔτι παρθένον.
また彼らは、ヒュアキントスと、まだ処女のまま死んだヒュアキントスの姉妹であると言われているポリュボイアを天へと運んでいる。
τοῦτο μὲν οὖν τοῦ Ὑακίνθου τὸ ἄγαλμα ἔχον ἐστὶν ἤδη γένεια, Νικίας δὲ ὁ Νικομήδους περισσῶς δή τι ἔγραψεν αὐτὸν ὡραῖον, τὸν ἐπὶ Ὑακίνθῳ λεγόμενον Ἀπόλλωνος ἔρωτα ὑποσημαίνων.
さて、このヒュアキントスの像はすでに髭を蓄えているが、ニコメデスの息子ニキアスは、アポロンのヒュアキントスに対するものと噂される愛を暗示して、彼をとりわけ美しく描いた。
§3.19.5πεποίηται δὲ ἐπὶ τοῦ βωμοῦ καὶ Ἡρακλῆς ὑπὸ Ἀθηνᾶς καὶ θεῶν τῶν ἄλλων καὶ οὗτος ἀγόμενος ἐς οὐρανόν.
また祭壇の上には、ヘラクレスもアテナや他の神々によって、天へと導かれている姿で描かれている。
εἰσὶ δὲ καὶ αἱ Θεστίου θυγατέρες ἐπὶ τῷ βωμῷ, καὶ Μοῦσαί τε καὶ Ὧραι.
また、テスティオスの娘たちも祭壇の上におり、ミューズたちや季節の女神たちもいる。
περὶ δὲ ἀνέμου Ζεφύρου, καὶ ὡς ὑπὸ τοῦ Ἀπόλλωνος Ὑάκινθος ἀπέθανεν ἄκοντος, καὶ τὰ ἐς τὸ ἄνθος εἰρημένα τάχα μὲν ἂν ἔχοι καὶ ἄλλως, δοκείτω δὲ ᾗ λέγεται.
西風ゼピュロスについて、またヒュアキントスがアポロンの意に反して彼によって死んだこと、またその花について語られていることは、あるいは別のようであるかもしれないが、語られている通りのままであるとしておこう。
§3.19.6Ἀμύκλαι δὲ ἀνάστατος ὑπὸ Δωριέων γενομένη καὶ ἀπʼ ἐκείνου κώμη διαμένουσα θέας παρείχετο ἄξιον ἱερὸν Ἀλεξάνδρας καὶ ἄγαλμα·
アミュクライはドリア人によって破壊され、それ以来村として存続しているが、見ごたえのあるアレクサンドラの神殿と神像を提供していた。
τὴν δὲ Ἀλεξάνδραν οἱ Ἀμυκλαιεῖς Κασσάνδραν τὴν Πριάμου φασὶν εἶναι.
アミュクライの人々は、アレクサンドラとはプリアモスの娘カッサンドラのことであると言っている。
καὶ Κλυταιμνήστρας ἐστὶν ἐνταῦθα εἰκὼν καὶ Ἀγαμέμνονος νομιζόμενον μνῆμα.
また、ここにはクリュタイムネストラの像があり、アガメムノンのものと信じられている墓もある。
θεῶν δὲ σέβουσιν οἱ ταύτῃ τόν τε Ἀμυκλαῖον καὶ Διόνυσον, ὀρθότατα ἐμοὶ δοκεῖν Ψίλακα ἐπονομάζοντες·
この地の人々が崇拝している神々は、アミュクライの神とディオニュソスであり、彼らはディオニュソスを『プシラクス』と呼んでいるが、これは私にとって極めて正しいと思われる。
ψίλα γὰρ καλοῦσιν οἱ Δωριεῖς τὰ πτερά, ἀνθρώπους δὲ οἶνος ἐπαίρει τε καὶ ἀνακουφίζει γνώμην οὐδέν τι ἧσσον ἢ ὄρνιθας πτερά.
というのも、ドリア人は翼を『プシラ』と呼んでおり、ワインは、翼が鳥たちを高めるのと全く劣らず、人間の精神を高め、軽やかにするからである。
καὶ Ἀμύκλαι μὲν παρείχοντο τοσαῦτα ἐς μνήμην, ἑτέρα δὲ ἐκ τῆς πόλεως ὁδὸς ἐς Θεράπνην ἄγει·
アミュクライについては、記憶に留めるべきこととしてこれだけのものを提供しているが、この町からのもう一つの道はテラプネへと通じている。