Humanitext Reader

パウサニアス · ギリシア案内記 §2.9.1-2.9.8

クレオメネスの改革とアラトスの最期

64 / 465 箇所 · ギリシア語

要旨

スパルタ王クレオメネスの改革と敗北、アラトスの死と彼をめぐる状況、そしてシキョンのアゴラ周辺の記念碑(アポロン・リュキオス神殿など)について記述されています。

§2.9.1Κλεομένης ὁ Λεωνίδου τοῦ Κλεωνύμου παραλαβὼν τὴν βασιλείαν ἐν Σπάρτῃ Παυσανίαν ἐμιμεῖτο τυραννίδος τε ἐπιθυμῶν καὶ νόμοις τοῖς καθεστηκόσιν οὐκ ἀρεσκόμενος.
クレオニュモスの息子レオニダスの子であるクレオメネスは、スパルタで王位を継承すると、僭主となることを欲し、既存の法律に満足せず、パウサニアスを模倣した。
ἅτε δὲ ὄντι αὐτῷ Παυσανίου θερμοτέρῳ καὶ οὐ φιλοψύχῳ ταχὺ τὰ πάντα ὑπὸ φρονήματος καὶ τόλμης κατείργαστο, καὶ βασιλέα τε οἰκίας τῆς ἑτέρας Εὐρυδαμίδαν παῖδα ἔτι ἀνελὼν φαρμάκῳ διὰ τῶν ἐφορευόντων ἐς Ἐπικλείδαν τὸν ἀδελφὸν μετέστησε τὴν ἀρχὴν καὶ τὸ κράτος τῆς γερουσίας καταλύσας πατρονόμους τῷ λόγῳ κατέστησεν ἀντʼ αὐτῶν.
彼はパウサニアスよりも性急で命を惜しまない性格であったため、その自負と大胆さによって、たちまちすべてのことが成し遂げられた。 すなわち、もう一方の家の王でありまだ子供であったエウリュダミダスを毒薬によって殺害し、エフォロイを通じてその支配権を自らの兄弟エピクレイダスに移し、長老会の権力を解体して、彼らの代わりに名目上の祖法擁護官を設置した。
ἐπιθυμῶν δὲ πραγμάτων μειζόνων καὶ ἀρχῆς τῶν Ἑλλήνων, ἐπέθετο Ἀχαιοῖς πρώτοις, συμμάχους ἐλπίζων ἕξειν ἢν κρατήσῃ καὶ μάλιστα ἐμποδὼν οὐκ ἐθέλων εἶναί οἱ τοῖς δρωμένοις.
より大きな事柄とギリシア人の支配を望んだ彼は、まずアカイア人に襲いかかった。 勝利すれば彼らと同盟関係を持てると期待し、何よりも彼らが自らの行動の障害になることを望まなかったからである。
§2.9.2συμβαλὼν δὲ περὶ Δύμην τὴν ὑπὲρ Πατρῶν, Ἀράτου καὶ τότε ἡγουμένου τῶν Ἀχαιῶν, νικᾷ τῇ μάχῃ.
パトライの上方にあるデュメ付近で交戦すると、当時もアカイア人を率いていたアラトスを、彼は戦いで打ち破った。
τοῦτο Ἄρατον ἠνάγκασεν ὑπέρ τε Ἀχαιῶν καὶ αὐτῆς Σικυῶνος δείσαντα Ἀντίγονον ἐπάγεσθαι.
このためアラトスは、アカイア人と自分自身のシキョンのことを恐れて、アンティゴノスを引き入れざるを得なくなった。
Κλεομένους δὲ παραβάντος ἣν πρὸς Ἀντίγονον συνέθετο εἰρήνην καὶ παράσπονδα ἐκ τοῦ φανεροῦ καὶ ἄλλα δράσαντος καὶ Μεγαλοπολίτας ποιήσαντος ἀναστάτους, οὕτω διαβάντος ἐς Πελοπόννησον Ἀντιγόνου συμβάλλουσιν Ἀχαιοὶ Κλεομένει περὶ Σελλασίαν.
クレオメネスがアンティゴノスと結んだ平和条約を破り、公然と条約に反する不実な数々の行為を行い、メガロポリス市民を根絶やしにしたため、このようにしてアンティゴノスがペロポネソスに渡ると、アカイア人はセッラシア付近でクレオメネスと戦った。
νικησάντων δὲ τῶν Ἀχαιῶν Σελλασία τε ἠνδραποδίσθη καὶ αὐτὴ Λακεδαίμων ἑάλω.
アカイア人が勝利すると、セッラシアは奴隷化され、ラケダイモン自体も占領された。
Λακεδαιμονίοις μὲν οὖν ἀπέδωκεν Ἀντίγονος καὶ Ἀχαιοὶ πολιτείαν τὴν πάτριον·
そこでアンティゴノスとアカイア人は、ラケダイモン人に先祖伝来の国制を返還した。
§2.9.3τῶν δὲ Λεωνίδου παίδων Ἐπικλείδας μὲν ἀπέθανεν ἐν τῇ μάχῃ, Κλεομένην δὲ φεύγοντα ἐς Αἴγυπτον καὶ τιμῆς παρὰ Πτολεμαίῳ πρῶτα ἔχοντα συνέβη δεθῆναι, καταγνωσθέντα Αἰγυπτίων ἄνδρας ἐπὶ τὸν βασιλέα συνιστάναι.
レオニダスの子供たちのうち、エピクレイダスは戦闘で死亡し、エジプトに逃亡して最初はプトレマイオスのもとで高い地位を得ていたクレオメネスは、エジプト人たちを募って王に対して陰謀を企てたとして告発され、投獄されることになった。
καὶ ἀπέδρα μὲν ἐκ τοῦ δεσμωτηρίου καὶ τοῖς Ἀλεξανδρεῦσιν ἀρχὴν θορύβου παρέσχε· τέλος δέ, ὡς ἡλίσκετο, ἀπέσφαξεν αὑτόν.
彼は脱獄してアレクサンドリアの人々に暴動のきっかけを与えたが、最後には、捕らえられそうになったときに自ら命を絶った。
Λακεδαιμόνιοι δὲ ἄσμενοι Κλεομένους ἀπαλλαγέντες βασιλεύεσθαι μὲν οὐκέτι ἠξίωσαν, τὰ δὲ λοιπὰ καὶ ἐς τόδε διαμένει σφίσιν ἐκείνης τῆς πολιτείας.
ラケダイモン人はクレオメネスから解放されたことを喜び、もはや王制を戴くことをよしとせず、今日に至るまでその当時の国制の他の部分が彼らに維持されている。
Ἀράτῳ δὲ Ἀντίγονος ἅτε ἀνδρὶ εὐεργέτῃ καὶ συγκατειργασμένῳ λαμπρὰ οὕτω διέμεινεν εὔνους.
アンティゴノスはアラトスに対して、恩人であり、このような輝かしい業績を共に成し遂げた人物として、好意を持ち続けた。
§2.9.4Φίλιππος δὲ ὡς παρέλαβε τὴν ἀρχήν —οὐ γὰρ αὐτὸν Ἄρατος θυμῷ πολλὰ ἐς τοὺς ἀρχομένους χρώμενον ἐπῄνει, τὰ δὲ καὶ ὡρμημένον ἐπεῖχε μὴ ποιεῖν—, τούτων ἕνεκεν ἀπέκτεινεν Ἄρατον, οὐδὲν προϊδομένῳ δούς οἱ φάρμακον.
フィリッポスが権力を継承すると、――アラトスは、彼が支配下の臣民に対してしばしば激しい気性を露わにすることを褒めず、時には彼が企てていたことを実行しないよう押しとどめたので――、これらのことのために、彼はアラトスに全く不意の毒薬を与えて殺害した。
καὶ τὸν μὲν ἐξ Αἰγίου —ταύτῃ γὰρ τὸ χρεὼν ἐπέλαβεν αὐτὸν—ἐς Σικυῶνα κομίσαντες θάπτουσι, καὶ τὸ ἡρῷον Ἀράτειον ἔτι ὀνομάζεται·
人々は、アイギオンから――そこで彼に死が訪れたからである――彼をシキョンへと運び、埋葬した。 その英雄廟は今日でも「アラテイオン」と呼ばれている。
Φιλίππῳ δὲ καὶ ἐς Εὐρυκλείδην καὶ Μίκωνα Ἀθηναίους ὅμοια εἰργάσθη·
フィリッポスによって、アテナイ人のエウリュクレイデスとミコンに対しても同様のことが行われた。
καὶ γὰρ τούσδε ὄντας ῥήτορας καὶ οὐκ ἀπιθάνους τῷ δήμῳ φαρμάκοις ἔκτεινεν.
というのも、彼は、弁論家であり民衆に対して説得力のあった彼らをも毒薬によって殺害したからである。
§2.9.5ἔμελλε δὲ ἄρα καὶ αὐτῷ Φιλίππῳ τὸ ἀνδροφόνον φάρμακον ἔσεσθαι συμφορά·
しかし、結局のところ、フィリッポス自身にとってもその殺人薬は災いとなる運命であった。
τὸν γάρ οἱ παῖδα Δημήτριον ὁ νεώτερος τῶν Φιλίππου παίδων Περσεὺς φαρμάκῳ διέφθειρε καὶ διʼ αὐτὸ καὶ τῷ πατρὶ ἀθυμήσαντι παρέσχεν αἰτίαν ἀποθανεῖν.
彼の息子デメトリオスを、フィリッポスの子供たちのうちの年少者ペルセウスが毒薬で殺害し、そのこと自体によって、父もまた失意のうちに死ぬ原因を作ったからである。
παρεδήλωσα δὲ τάδε ἀπιδὼν ἐς τὸ Ἡσιόδου σὺν θεῷ πεποιημένον, τὸν ἐπʼ ἄλλῳ βουλεύοντα ἄδικα ἐς αὑτὸν πρῶτον τρέπειν.
私は、神の導きのもとに作られたヘシオドスの次の詩句、すなわち「他者に悪しき企てをなす者は、それをまず自身へと向ける」という言葉を念頭に置いて、これらのことを示しておいた。
§2.9.6μετὰ δὲ τὸ Ἀράτου ἡρῷον ἔστι μὲν Ποσειδῶνι Ἰσθμίῳ βωμός, ἔστι δὲ Ζεὺς Μειλίχιος καὶ Ἄρτεμις ὀνομαζομένη Πατρῴα, σὺν τέχνῃ πεποιημένα οὐδεμιᾷ·
アラトスの英雄廟の後には、イストミアのポセイドンの祭壇があり、また温和なゼウスと、パトロアと呼ばれるアルテミスの像があるが、これらは何の美術的技術も使われずに作られている。
πυραμίδι δὲ ὁ Μειλίχιος, ἡ δὲ κίονί ἐστιν εἰκασμένη.
すなわち、温和なゼウスはピラミッドに、アルテミスは円柱に模されている。
ἐνταῦθα καὶ βουλευτήριόν σφισι πεποίηται καὶ στοὰ καλουμένη Κλεισθένειος ἀπὸ τοῦ οἰκοδομήσαντος·
ここには、彼らの評議会所と、建てた者にちなんでクレイステネオスと呼ばれる柱廊もある。
ᾠκοδόμησε δὲ ἀπὸ λαφύρων ὁ Κλεισθένης αὐτὴν τὸν πρὸς Κίρρᾳ πόλεμον συμπολεμήσας Ἀμφικτύοσι.
クレイステネスは隣隣同盟とともにキッラに対する戦争を戦い、その戦利品からこれを建てた。
τῆς δὲ ἀγορᾶς ἐστιν ἐν τῷ ὑπαίθρῳ Ζεὺς χαλκοῦς, τέχνη Λυσίππου, παρὰ δὲ αὐτὸν Ἄρτεμις ἐπίχρυσος.
広場の野外には、リュシッポスの作による青銅製のゼウス像があり、その傍らには金箔を貼ったアルテミス像がある。
§2.9.7πλησίον δὲ Ἀπόλλωνός ἐστιν ἱερὸν Λυκίου, κατερρυηκός τε ἤδη καὶ ἥκιστα θέας ἄξιον.
近くにはアポロン・リュキオスの神殿があるが、すでに崩壊しており、極めて見所に乏しい。
φοιτώντων γὰρ λύκων σφίσιν ἐπὶ τὰς ποίμνας ὡς μηδένα εἶναι καρπὸν ἔτι ἀπʼ αὐτῶν, ὁ θεὸς τόπον τινὰ εἰπὼν ἔνθα ἔκειτο αὖον ξύλον, τούτου φλοιὸν ἔχρησε τοῦ ξύλου καὶ κρέας ὁμοῦ προθεῖναι τοῖς θηρίοις·
というのも、彼らの羊の群れに狼が押し寄せ、もはやそこから何の成果も得られないほどになったとき、神はある場所を告げ、そこに枯れ木が置いてあった。 神はその枯れ木の皮と肉を一緒に獣たちの前に差し出すよう神託を下した。
καὶ τοὺς μὲν αὐτίκα ὡς ἐγεύσαντο διέφθειρεν ὁ φλοιός, τὸ ξύλον δὲ ἐκεῖνο ἔκειτο μὲν ἐν τῷ ἱερῷ τοῦ Λυκίου, ὅ τι δὲ ἦν δένδρον οὐδὲ οἱ τῶν Σικυωνίων ἐξηγηταὶ συνίεσαν.
獣たちがそれを味わうと、すぐにその皮が彼らを滅ぼした。 その木はリュキオスの神殿に置かれていたが、それがどのような樹木であったのかは、シキョン人の案内人たちさえ理解していなかった。
§2.9.8τούτου δέ εἰσιν εἰκόνες ἐφεξῆς χαλκαῖ·
これの隣には、青銅製の像が連続して並んでいる。
τὰς Προίτου θυγατέρας λέγουσιν εἶναι σφᾶς, τὸ δὲ ἐπίγραμμα ἐς γυναῖκας ἄλλας εἶχεν.
人々はそれらをプロイトスの娘たちだと言っているが、碑文は別の女性たちを指していた。
ἐνταῦθα Ἡρακλῆς χαλκοῦς ἐστι·
ここには青銅製のヘラクレス像がある。
Λύσιππος ἐποίησεν αὐτὸν Σικυώνιος, καὶ πλησίον Ἑρμῆς ἕστηκεν Ἀγοραῖος.
シキョン人のリュシッポスがこれを作り、その近くにアゴライオスのヘルメス像が立っている。

語釈・文法注

  1. 2.9.1ἅτε δὲ ὄντι αὐτῷ — 与格 `αὐτῷ` は分詞 `ὄντι`(`εἰμί` の現在分詞)を伴い、主動詞が受動態(`κατείργαστο`)であるため、実質的な行為の主体(あるいは理由・原因)を表す。直前の主格の主語 `Κλεομένης` に一致するのではなく、彼自身の性質を理由として提示する役割を果たしている。
  2. 2.9.1μετέστησε τὴν ἀρχὴν — 動詞 `μετέστησε` の直接目的語は `τὴν ἀρχὴν`(支配権・王権)であり、殺害されたエウリュダミダスではなく「権力を兄弟のエピクレイダスへと移した」ことを意味する。エウリュダミダス(`Εὐρυδαμίδαν`)は前分詞 `ἀνελὼν`(殺害して)の目的語である。
  3. 2.9.3καταγνωσθέντα Αἰγυπτίων ἄνδρας — 対格分詞 `καταγνωσθέντα` は `Κλεομένην` に係り、非人称動詞 `συνέβη` を受ける対格不定詞構文の一部。属格 `Αἰγυπτίων` は「〜に対して(告発される)」という `καταγιγνώσκω` の支配格で、不定詞 `συνιστάναι`(組織する、共謀する)がその容疑内容を成している。
  4. 2.9.7ὡς μηδένα εἶναι καρπὸν ἔτι ἀπʼ αὐτῶν — 接続詞 `ὡς` が不定詞 `εἶναι` を伴って結果節(〜なほどに、その結果〜となった)を形成している構文。ここでの `αὐτῶν`(それらから)は直前の `τὰς ποίμνας`(羊の群れ)を指す。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §2.9.1-2.9.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:2.9.1-2.9.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。